Stari zavet
Ovo je knjiga zapovjesti Božjih i Zakon koji postoji vavijek: Svi koji se nje drže - živjeće, a koji je ostavljaju - umrijeće.
ΑΥΤΗ ἡ βίβλος τῶν προσταγμάτων τοῦ Θεοῦ καὶ ὁ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα· πάντες οἱ κρατοῦντες αὐτὴν εἰς ζωήν, οἱ δὲ καταλείποντες αὐτὴν ἀποθανοῦνται.
Obrati se, Jakove, i uzmi je, hodi pri sjaju svjetlosti njene.
Ἐπιστρέφου, Ἰακώβ, καὶ ἐπιλαβοῦ αὐτῆς, διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς.
Ne daji drugom slavu svoju i ono što je tebi korisno drugom narodu.
μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ.
Blago nama, Izrailju, jer ono što je ugodno Bogu, nama je znano.
μακάριοί ἐσμεν Ἰσραήλ, ὅτι τὰ ἀρεστὰ τῷ Θεῷ ἡμῖν γνωστά ἐστι.
Budi hrabar, narode moj, pomene Izrailjev.
Θαρσεῖτε λαός μου, μνημόσυνον Ἰσραήλ.
Prodani biste narodima, ne na propast. Zato što ste prognjevili Boga, predani ste protivnicima;
ἐπράθητε τοῖς ἔθνεσιν οὐκ εἰς ἀπώλειαν, διὰ δὲ τὸ παροργίσαι ὑμᾶς τὸν Θεὸν παρεδόθητε τοῖς ὑπεναντίοις·
Jer ogorčili ste Tvorca svoga prinoseći žrtve demonima, a ne Bogu.
παρωξύνατε γὰρ τὸν ποιήσαντα ὑμᾶς θύσαντες δαιμονίοις καὶ οὐ Θεῷ.
Jer zaboraviste Hranitelja svoga, Boga vječnoga, a ožalostiste i Jerusalim koji vas je vaspitao;
ἐπελάθεσθε τὸν τροφεύσαντα ὑμᾶς Θεὸν αἰώνιον, ἐλυπήσατε δὲ καὶ τὴν ἐκθρέψασαν ὑμᾶς Ἱερουσαλήμ·
Jer vidje gnjev na vama od Boga i reče: Slušajte, žitelji Jerusalima, navede Bog na mene tugu veliku;
εἶδε γὰρ τὴν ἐπελθοῦσαν ὑμῖν ὀργὴν παρὰ τοῦ Θεοῦ καὶ εἶπεν· ἀκούσατε, οἱ πάροικοι Σιών, ἐπήγαγέ μοι ὁ Θεὸς πένθος μέγα·
Jer vidjeh ropstvo sinova mojih i kćeri, koje navede na njih Vječni,
εἶδον γὰρ τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ τῶν θυγατέρων μου, ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος.
Hranio sam ih sa veseljem, a otpustio sa plačem i tugom.
ἔθρεψα γὰρ αὐτοὺς μετ᾿ εὐφροσύνης, ἐξαπέστειλα δὲ μετὰ κλαυθμοῦ καὶ πένθους.
Niko da se ne raduje meni udovici, i ostavljenoj od mnogih: Opustošena sam zbog grijeha djece moje,
μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ καὶ καταλειφθείσῃ ὑπὸ πολλῶν· ἠρημώθην διὰ τὰς ἁμαρτίας τῶν τέκνων μου, διότι ἐξέκλιναν ἐκ νόμου Θεοῦ,
Naredbe Njegove ne poznaše niti hodiše putevima zapovijesti Božjih, niti na staze nauke u pravednosti Njegovoj stupiše.
δικαιώματα δὲ αὐτοῦ οὐκ ἔγνωσαν οὐδὲ ἐπορεύθησαν ὁδοῖς ἐντολῶν Θεοῦ, οὐδὲ τρίβους παιδείας ἐν δικαιοσύνη αὐτοῦ ἐπέβησαν.
Neka dođu žitelji Siona i sjetite se ropstva sinova mojih i kćeri, koje navede na njih Vječni.
ἐλθέτωσαν αἱ πάροικοι Σιών, καὶ μνήσθητε τὴν αἰχμαλωσίαν τῶν υἱῶν μου καὶ θυγατέρων, ἣν ἐπήγαγεν αὐτοῖς ὁ αἰώνιος·
Jer dovede na njih narod iz daleka, narod bestidan i drugojezičan, koji se ne postidješe starca, niti se djetetu smilovaše,
ἐπήγαγε γὰρ ἐπ᾿ αὐτοὺς ἔθνος μακρόθεν, ἔθνος ἀναιδὲς καὶ ἀλλόγλωσσον, οἳ οὐκ ᾐσχύνθησαν πρεσβύτην οὐδὲ παιδίον ἠλέησαν
I odvedoše voljenu (djecu) udovice, i od kćeri jedinice - lišiše.
καὶ ἀπήγαγον τοὺς ἀγαπητοὺς τῆς χήρας καὶ ἀπὸ τῶν θυγατέρων τὴν μόνην ἠρήμωσαν.
A ja čime da vam pomognem?
ἐγὼ δὲ τί δυνατὴ βοηθῆσαι ὑμῖν;
Jer ko je naveo zla na vas, izbaviće vas iz ruku neprijatelja vaših.
ὁ γὰρ ἐπαγαγὼν τὰ κακὰ ὑμῖν ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν.
Idite, čeda, idite, jer ja ostadoh pust;
βαδίζετε, τέκνα, βαδίζετε, ἐγὼ γὰρ κατελήφθην ἔρημος·
Svukoh haljinu mira, a obukoh kostrijet moljenja moga; zavapiću Vječnome u dane moje.
ἐξεδυσάμην τὴν στολὴν τῆς εἰρήνης, ἐνεδυσάμην δὲ σάκκον τῆς δεήσεώς μου, κεκράξομαι πρὸς τὸν αἰώνιον ἐν ταῖς ἡμέραις μου.
Hrabrite se, čeda, vapite ka Bogu, i izbaviće vas od nasilja iz ruke neprijatelja.
Θαρρεῖτε, τέκνα, βοήσατε πρὸς τὸ Θεόν, καὶ ἐξελεῖται ὑμᾶς ἐκ δυναστείας, ἐκ χειρὸς ἐχθρῶν.
Jer ja se nadah u Vječnoga za spasenje vaše, i dođe mi radost od Svetoga zbog milostinje koja će vam brzo stići od vječnog Spasitelja vašeg.
ἐγὼ γὰρ ἤλπισα ἐπὶ τῷ αἰωνίῳ τὴν σωτηρίαν ὑμῶν, καὶ ἦλθέ μοι χαρὰ παρὰ τοῦ ἁγίου ἐπὶ τῇ ἐλεημοσύνῃ, ἣ ἥξει ὑμῖν ἐν τάχει παρὰ τοῦ αἰωνίου σωτῆρος ὑμῶν.
Odaslah vas sa tugom i plačem, a vratiće mi vas Bog sa radošću i veseljem dovijeka.
ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ κλαυθμοῦ καὶ πένθους, ἀποδώσει δέ μοι ὁ Θεὸς ὑμᾶς μετὰ χαρμοσύνης καὶ εὐφροσύνης εἰς τὸν αἰῶνα.
Jer kao što sada vidješe žitelji Siona vaše robovanje, tako će vidjeti brzo od Boga vaše spasenje, koje će vam doći sa slavom velikom i svjetlošću Vječnoga.
ὥσπερ γὰρ νῦν ἑωράκασιν αἱ πάροικοι Σιὼν τὴν ὑμετέραν αἰχμαλωσίαν, οὕτως ὄψονται ἐν τάχει τὴν παρὰ τοῦ Θεοῦ ὑμῶν σωτηρίαν, ἣ ἐπελεύσεται ὑμῖν μετὰ δόξης μεγάλης καὶ λαμπρότητος τοῦ αἰωνίου.
Čeda, potrpite gnjev koji vas je snašao od Boga. Progna te neprijatelj tvoj, i vidjećeš njegovu pogibao brzo, i na vratove njihove ćeš se popeti.
τέκνα, μακροθυμήσατε τὴν παρὰ τοῦ Θεοῦ ἐπελθοῦσαν ὑμῖν ὀργήν· κατεδίωξέ σε ὁ ἐχθρός σου, καὶ ὄψει αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει καὶ ἐπὶ τραχήλους αὐτῶν ἐπιβήσῃ.
Nježni moji hodiše putevima tvrdim, biše uzeti kao stado razgrabljeno od neprijatelja.
οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τραχείας, ἤρθησαν ὡς ποίμνιον ἡρπασμένον ὑπὸ ἐχθρῶν.
Hrabrite se, čeda, i vapite ka Bogu, pa će vas se sjetiti Onaj koji je sve ovo naveo.
Θαρσήσατε τέκνα καὶ βοήσατε πρὸς τὸν Θεόν, ἔσται γὰρ ὑμῶν ὑπὸ τοῦ ἐπάγοντος μνεία.
Jer kao što se desilo da vam zabludi um od Boga, desetorostruko (više) ćete Ga tražiti, vrativši mu se.
ὥσπερ γὰρ ἐγένετο ἡ διάνοια ὑμῶν εἰς τὸ πλανηθῆναι ἀπὸ τοῦ Θεοῦ, δεκαπλασιάσατε ἐπιστραφέντες ζητῆσαι αὐτόν.
Jer Onaj koji je naveo na vas zla, navešće vam vječno veselje sa spasenjem vašim.
ὁ γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ ἐπάξει ὑμῖν τὴν αἰώνιον εὐφροσύνην μετὰ τῆς σωτηρίας ὑμῶν.
Hrabri se, Jerusalime, utješiće te Onaj koji ti je dao ime.
Θάρσει Ἱερουσαλήμ, παρακαλέσει σε ὁ ὀνομάσας σε.
Nesrećni su koji su ti zlo nanijeli i koji su se radovali Tvome padu.
δείλαιοι οἱ σὲ κακώσαντες καὶ ἐπιχαρέντες τῇ σῇ πτώσει,
Nesrećni su gradovi kojima su služila djeca Tvoja, nesrećna (zemlja) koja je primila sinove Tvoje.
δείλαιαι αἱ πόλεις, αἷς ἐδούλευσαν τὰ τέκνα σου, δειλαία ἡ δεξαμένη τοὺς υἱούς σου.
Jer kao što se radovala Tvome padu i veselila Tvome razorenju, tako će tugovati zbog svog opustošenja.
ὥσπερ γὰρ ἐχάρη ἐπὶ τῇ σῇ πτώσει καὶ εὐφράνθη ἐπὶ τῷ πτώματί σου, οὕτως λυπηθήσεται ἐπὶ τῇ ἑαυτῆς ἐρημίᾳ.
I odsjeći ću joj radovanje zbog mnoštva naroda, i njeno slavlje postaće tugovanje.
καὶ περιελῶ αὐτῆς τὸ ἀγαλλίαμα τῆς πολυοχλίας καὶ τὸ ἀγαυρίαμα αὐτῆς ἔσται εἰς πένθος.
Jer će oganj naići na nju od Vječnoga u dane mnoge, i biće naseljena demonima na dugo vrijeme.
πῦρ γὰρ ἐπελεύσεται αὐτῇ παρὰ τοῦ αἰωνίου εἰς ἡμέρας μακράς, καὶ κατοικηθήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον.
Pogledaj na istok, Jerusalime, i vidi veselje koje ti od Boga dolazi.
Περίβλεψον πρὸς ἀνατολάς, Ἱερουσαλήμ, καὶ ἴδε τὴν εὐφροσύνην τὴν παρὰ τοῦ Θεοῦ σοι ἐρχομένην.
Gle, dolaze sinovi tvoji koje si otpustio, dolaze sabrani od istoka i zapada riječju Svetoga, radujući se slavi Božjoj.
ἰδοὺ ἔρχονται οἱ υἱοί σου, οὓς ἐξαπέστειλας, ἔρχονται συνηγμένοι ἀπὸ ἀνατολῶν ἕως δυσμῶν τῷ ρήματι τοῦ ἁγίου χαίροντες τῇ τοῦ Θεοῦ δόξῃ.