Varuh 2

Stari zavet

1

Ispuni Gospod riječ svoju koju je govorio protiv nas i protiv sudija naših, koji su sudili Izrailju, i protiv careva naših i knezova naših, i protiv ljudi Izrailja i Judeje.

ΚΑΙ ἔστησε Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τοὺς δικαστὰς ἡμῶν τοὺς δικάσαντας τὸν Ἰσραὴλ καὶ ἐπὶ τοὺς βασιλεῖς ἡμῶν, καὶ ἐπὶ τοὺς ἄρχοντας ἡμῶν καὶ ἐπὶ ἄνθρωπον Ἰσραὴλ καὶ Ἰούδα,

0
2

Nije učinjeno pod svim nebom ono što On učini u Jerusalimu po napisanom u Zakonu Mojsijevu,

τοῦ ἀγαγεῖν ἐφ᾿ ἡμᾶς κακὰ μεγάλα, ἃ οὐκ ἐποίησεν ὑποκάτω παντὸς τοῦ οὐρανοῦ καθὰ ἐποιήθη ἐν Ἱερουσαλήμ, κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ,

0
3

Da jedemo tijelo čovječije sina svoga i tijelo čovječije kćeri svoje.

τοῦ φαγεῖν ἡμᾶς ἄνθρωπον σάρκας υἱοῦ αὐτοῦ καὶ ἄνθρωπον σάρκας θυγατρὸς αὐτοῦ.

0
4

I predade ih da budu podanici svih carstava oko nas, na porugu i izdvojenost među svim okolnim narodima, ondje gdje ih rasija Gospod.

καὶ ἔδωκεν αὐτοὺς ὑποχειρίους πάσαις ταῖς βασιλείαις ταῖς κύκλῳ ἡμῶν εἰς ὀνειδισμὸν καὶ εἰς ἄβατον ἐν πᾶσι τοῖς λαοῖς τοῖς κύκλῳ, οὗ διέσπειρεν αὐτοὺς Κύριος ἐκεῖ.

0
5

I nađosmo se dolje a ne gore, zato što sagriješismo Gospodu Bogu našem time što ne poslušasmo glas Njegov.

καὶ ἐγενήθησαν ὑποκάτω καὶ οὐκ ἐπάνω, ὅτι ἡμάρτομεν Κυρίῳ Θεῷ ἡμῶν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ.

0
6

Gospodu Bogu našem pravda, a nama i ocima našim sramota na licima kao u dan ovaj.

τῷ Κυρίῳ Θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ καὶ τοῖς πατράσιν ἡμῶν ἡ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη.

0
7

Što je govorio Gospod protiv nas, sva ova zla dođoše na nas.

ἃ ἐλάλησε Κύριος ἐφ᾿ ἡμᾶς, πάντα τὰ κακὰ ταῦτα ἦλθεν ἐφ᾿ ἡμᾶς.

0
8

Nismo se molili pred licem Gospodnjim da se okrene svaki od pomisli zlih srca svojih.

καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου Κυρίου τοῦ ἀποστρέψαι ἕκαστον ἀπὸ τῶν νοημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς.

0
9

I straži Gospod nad zlima, i navede ih Gospod na nas, pošto je pravedan Gospod nad svim cjelima svojim, koje nam zapovijedi.

καὶ ἐγρηγόρησε Κύριος ἐπὶ τοῖς κακοῖς, καὶ ἐπήγαγε Κύριος ἐφ᾿ ἡμᾶς, ὅτι δίκαιος ὁ Κύριος ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, ἃ ἐνετείλατο ἡμῖν.

0
10

I ne poslušasmo glasa Njegovog da hodimo po zapovijestima Gospodnjim, koje je dao pred licem našim.

καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ πορεύεσθαι τοῖς προστάγμασι Κυρίου, οἷς ἔδωκε κατὰ πρόσωπον ἡμῶν.

0
11

I sada, Gospode Bože Izrailjev, koji izvede narod svoj iz zemlje Egipatske rukom moćnom, znacima i čudesima, i silom mnogom i mišicom visokom, i proslavi svoje ime, kao i u dan ovaj,

Καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραήλ, ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐν σημείοις καὶ ἐν τέρασι καὶ ἐν δυνάμει μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη,

0
12

Sagriješismo, postupasmo nečasno i nepravdovasmo, Gospode Bože naš, prema svim naredbama Tvojim.

ἡμάρτομεν, ἠσεβήσαμεν, ἠδικήσαμεν, Κύριε ὁ Θεὸς ἡμῶν, ἐπὶ πᾶσι τοῖς δικαιώμασί σου.

0
13

Neka se odvrati jarost Tvoja od nas, jer nas ostade malo među narodima u koje si nas rasijao.

ἀποστραφήτω ὁ θυμός σου ἀφ᾿ ἡμῶν, ὅτι κατελείφθημεν ὀλίγοι ἐν τοῖς ἔθνεσιν, οὗ διέσπειρας ἡμᾶς ἐκεῖ.

0
14

Usliši, Gospode, molitvu našu i molbu našu, i izbavi nas Tebe radi, i daj nam blagodat pred licem preselivših nas,

εἰσάκουσον, Κύριε, τῆς προσευχῆς ἡμῶν καὶ τῆς δεήσεως ἡμῶν καὶ ἐξελοῦ ἡμᾶς ἕνεκέν σου καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσωπον τῶν ἀποικισάντων ἡμᾶς,

0
15

Da pozna sva zemlja da si Ti Gospod Bog naš, da se ime Tvoje prizva na Izrailja i na rod njegov.

ἵνα γνῷ πᾶσα ἡ γῆ, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν, ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ἰσραὴλ καὶ ἐπὶ τὸ γένος αὐτοῦ.

0
16

Gospode, pogledaj iz doma Tvoga svetoga i spomeni se nas; prikloni, Gospode, uho Tvoje i usliši nas;

Κύριε, κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ ἐννόησον εἰς ἡμᾶς· καὶ κλίνον, Κύριε, τὸ οὖς σου καὶ ἄκουσον·

0
17

Otvori, Gospode, oči Tvoje i pogledaj: jer neće umrli, koji su u adu, kojima se uze duh njihov iz nutrine njihove, dati slavu i opravdanje Gospodu,

ἄνοιξον, Κύριε, ὀφθαλμούς σου καὶ ἰδέ, ὅτι οὐχ οἱ τεθνηκότες ἐν τῷ ᾅδῃ, ὧν ἐλήφθη τὸ πνεῦμα αὐτῶν ἀπὸ τῶν σπλάγχνων αὐτῶν, δώσουσι δόξαν καὶ δικαίωμα τῷ Κυρίῳ·

0
18

Nego duša zbog veličine (nevolja), koja hodi pogružena i bolna, i oči potamnjele i duša gladna, daće Ti slavu i pravdu, Gospode.

ἀλλὰ ἡ ψυχὴ ἡ λυπουμένη ἐπὶ τὸ μέγεθος, ὃ βαδίζει κύπτον καὶ ἀσθενοῦν καὶ οἱ ὀφθαλμοὶ οἱ ἐκλείποντες καὶ ἡ ψυχὴ ἡ πεινῶσα δώσουσί σοι δόξαν καὶ δικαιοσύνην, Κύριε.

0
19

Jer ne zbog opravdanja otaca naših i careva naših prinosimo moljenje pred lice Tvoje, Gospode Bože naš,

ὅτι οὐκ ἐπὶ τὰ δικαιώματα τῶν πατέρων ἡμῶν καὶ τῶν βασιλέων ἡμῶν ἡμεῖς καταβάλλομεν τὸν ἔλεον ἡμῶν κατὰ πρόσωπόν σου, Κύριε ὁ Θεὸς ἡμῶν,

0
20

Jer si poslao jarost Tvoju i gnjev Tvoju na nas, kao što si kazivao rukom slugu svojih proroka govoreći:

ὅτι ἐνῆκας τὸν θυμόν σου καὶ τὴν ὀργήν σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἐλάλησας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν λέγων·

0
21

Ovako reče Gospod: Sagnite ramena vaša i služite caru vavilonskom i sjedite na zemlju koju dadoh ocima vašim;

οὕτως εἶπε Κύριος· κλίνατε τὸν ὦμον ὑμῶν ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος καὶ καθίσατε ἐπὶ τὴν γῆν, ἣν δέδωκα τοῖς πατράσιν ὑμῶν·

0
22

I ako ne poslušate glas Gospodnji da služite caru vavilonskom,

καὶ ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς Κυρίου ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος,

0
23

Učiniću da iščezne iz gradova Judinih i izvan Jerusalima glas veselja i glas radosti, glas mladoženja i glas nevjesta i postaće sva zemlja nepristupna za žitelje.

ἐκλείψειν ποιήσω ἐκ πόλεων Ἰούδα καὶ ἔξωθεν Ἱερουσαλὴμ φωνὴν εὐφροσύνης καὶ φωνὴν χαρμοσύνης, φωνὴν νυμφίου καὶ φωνὴν νύμφης, καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἄβατον ἀπὸ ἐνοικούντων.

0
24

I ne poslušasmo glas Tvoj da služimo caru vavilonskom, i Ti ispuni riječi svoje, koje si kazao rukom slugu Tvojih proroka, da se iznesu kosti careva naših i kosti otaca naših sa mjesta njihovog.

καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς σου ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος, καὶ ἔστησας τοὺς λόγους σου, οὓς ἐλάλησας ἐν χερσὶ τῶν παίδων σου τῶν προφητῶν, τοῦ ἐξενεχθῆναι τὰ ὀστᾶ βασιλέων ἡμῶν καὶ τὰ ὀστᾶ τῶν πατέρων ἡμῶν ἐκ τοῦ τόπου αὐτῶν,

0
25

I gle, izložene su žezi dnevnoj i studeni noćnoj, i pomriješe u bolovima zlim, glađu i mačem i progonstvom.

καὶ ἰδού ἐστιν ἐξερριμμένα τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός, καὶ ἀπεθάνοσαν ἐν πόνοις πονηροῖς, ἐν λιμῷ καὶ ἐν ρομφαίᾳ καὶ ἐν ἀποστολῇ.

0
26

I ostavio si Dom u kome se prizivalo ime Tvoje, do dana današnjega, zbog zlobe doma Izrailjeva i doma Judina.

καὶ ἔθηκας τὸν οἶκον, οὗ ἐπεκλήθη τὸ ὄνομά σου ἐπ᾿ αὐτῷ, ὡς ἡ ἡμέρα αὕτη, διὰ πονηρίαν οἴκου Ἰσραὴλ καὶ οἴκου Ἰούδα.

0
27

I učinio si sa nama, Gospode Bože naš, po svemu snishođenju Tvome i po svemu milosrđu Tvome velikom,

Καὶ ἐποίησας εἰς ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, κατὰ πᾶσα ἐπιείκειάν σου καὶ κατὰ πάντα οἰκτιρμόν σου τὸν μέγαν,

0
28

Kao što si govorio rukom sluge svoga Mojsija u dan kad si mu zapovijedio da zapiše Zakon Tvoj pred sinovima Izrailjevim, govoreći:

καθὰ ἐλάλησας ἐν χειρὶ παιδός σου Μωυσῆ, ἐν ἡμέρᾳ ἐντειλαμένου σου αὐτῷ γράψαι τὸν νόμον σου ἐναντίον υἱῶν Ἰσραὴλ λέγων·

0
29

Ako ne poslušate glasa moga, mnoštvo ovo veliko i mnogo (naroda) pretvoriće se u manjinu među narodima u koje ću ih rasejati;

ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς μου, εἰ μὴν ἡ βόμβησις ἡ μεγάλη ἡ πολλὴ αὕτη ἀποστρέψει εἰς μικρὰν ἐν τοῖς ἔθνεσιν, οὗ διασπερῶ αὐτοὺς ἐκεῖ·

0
30

Jer razumjeh da me neće poslušati, budući da je narod tvrdovrat i obratiće se srcu svom, u zemlji preseljenja svoga,

ὅτι ἔγνων ὅτι οὐ μὴ ἀκούσωσί μου, ὅτι λαὸς σκληροτράχηλός ἐστι. καὶ ἐπιστρέψουσιν ἐπὶ καρδίαν αὐτῶν ἐν γῇ ἀποικισμοῦ αὐτῶν

0
31

I poznaće da sam ja Gospod Bog njihov, i daću im srce i uši koje čuju,

καὶ γνώσονται ὅτι ἐγὼ Κύριος ὁ Θεὸς αὐτῶν. καὶ δώσω αὐτοῖς καρδίαν καὶ ὦτα ἀκούοντα,

0
32

I hvaliće me u zemlji preseljenja svoga, i sjetiće se imena moga.

καὶ αἰνέσουσί με ἐν γῇ ἀποικισμοῦ αὐτῶν καὶ μνησθήσονται τοῦ ὀνόματός μου

0
33

I obratiće se od nadmenosti svoje i od zlih djela svojih; jer će se sjetiti puta otaca svojih sagriješivših pred Gospodom.

καὶ ἀποστρέψουσιν ἀπὸ τοῦ νώτου αὐτῶν τοῦ σκληροῦ καὶ ἀπὸ πονηρῶν πραγμάτων αὐτῶν, ὅτι μνησθήσονται τῆς ὁδοῦ πατέρων αὐτῶν τῶν ἁμαρτόντων ἔναντι Κυρίου.

0
34

I vratiću ih u zemlju za koju sam se zakleo ocima njihovim Avramu i Isaku i Jakovu, i zagospodariće njome; i umnožiću ih i neće se umanjiti.

καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, τῷ Ἁβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, καὶ κυριεύσουσιν αὐτῆς· καὶ πληθυνῶ αὐτούς, καὶ οὐ μὴ σμικρυνθῶσι·

0
35

I postaviću im zavjet vječni da im ja budem Bog i oni će biti narod moj; i neću pokrenuti više narod moj Izrailja sa zemlje koju sam im dao.

καὶ στήσω αὐτοῖς διαθήκην αἰώνιον τοῦ εἶναί με αὐτοῖς εἰς Θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν· καὶ οὐ κινήσω ἔτι τὸν λαόν μου Ἰσραὴλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτοῖς.

0