Stari zavet
Ovo su riječi knjige koju napisa Varuh, sin Nirijin, sina Masejeva, sina Sedekijina, sina Asadijeva, sina Helkijina u Vavilonu,
ΚΑΙ οὗτοι οἱ λόγοι τοῦ βιβλίου, οὓς ἔγραψε Βαροὺχ υἱὸς Νηρίου, υἱοῦ Μαασαίου, υἱοῦ Σεδεκίου, υἱοῦ Ἀσαδίου, υἱοῦ Χελκίου, ἐν Βαβυλῶνι,
Godine pete, sedmi dan mjeseca, u vrijeme u koje zauzeše Haldejci Jerusalim i sažegoše ga ognjem.
ἐν τῷ ἔτει τῷ πέμπτῳ, ἐν ἑβδόμῃ τοῦ μηνός, ἐν τῷ καιρῷ, ᾧ ἔλαβον οἱ Χαλδαῖοι τὴν Ἱερουσαλὴμ καὶ ἐνέπρησαν αὐτὴν ἐν πυρί.
I pročita Varuh riječi knjige ove u uši Jehonije, sina Joakimova cara judejskog, i u uši svega naroda dolazećeg ka Knjizi,
καὶ ἀνέγνω Βαροὺχ τοὺς λόγους τοῦ βιβλίου τούτου ἐν ὠσὶν Ἰεχονίου, υἱοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ τῶν ἐρχομένων πρὸς τὴν βίβλον
I u uši velmoža i sinova carskih, i u uši starješina, i u uši svega naroda, od malog do velikog, svih koji žive u Vavilonu na rijeci Sudu.
καὶ ἐν ὠσὶ τῶν δυνατῶν καὶ υἱῶν τῶν βασιλέων καὶ ἐν ὠσὶ τῶν πρεσβυτέρων καὶ ἐν ὠσὶ παντὸς τοῦ λαοῦ, ἀπὸ μικροῦ ἕως μεγάλου, πάντων τῶν κατοικούντων ἐν Βαβυλῶνι ἐπὶ ποταμοῦ Σούδ.
I plakahu i pošćahu i moljahu se pred Gospodom,
καὶ ἔκλαιον καὶ ἐνήστευον καὶ ηὔχοντο ἐναντίον Κυρίου
I sabiraše srebro, koliko je god mogla ruka svakog,
καὶ συνήγαγον ἀργύριον, καθὰ ἑκάστου ἠδύνατο ἡ χείρ,
I poslaše u Jerusalim Joakimu, sinu Helkijinu, sinu Salomovu, prvosvešteniku, i sveštenicima i svemu narodu koji se našao sa njim u Jerusalimu,
καὶ ἀπέστειλαν εἰς Ἱερουσαλὴμ πρὸς Ἰωακεὶμ υἱὸν Χελκίου, υἱοῦ Σαλώμ, τὸν ἱερέα, καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς πάντα τὸν λαόν, τοὺς εὑρεθέντας μετ᾿ αὐτοῦ ἐν Ἱερουσαλὴμ
Kad on uze sasude doma Gospodnjeg, iznijete iz Hrama, da se vrate u zemlju Judinu desetog Sivana (mjeseca), sasude srebrne, koje načini Sedekija, sin Josijin, car Judin,
ἐν τῷ λαβεῖν αὐτὸν τὰ σκεύη οἴκου Κυρίου, τὰ ἐξενεχθέντα ἐκ τοῦ ναοῦ, ἀποστρέψαι εἰς γῆν Ἰούδα, τῇ δεκάτῃ τοῦ Σειουάν, σκεύη ἀργυρᾶ, ἃ ἐποίησε Σεδεκίας υἱὸς Ἰωσία βασιλεὺς Ἰούδα
Pošto je preselio Navuhodonosor, car vavilonski, Jehoniju i knezove, i zatvorenike i velmože i narod zemlje iz Jerusalima i odveo ih u Vavilon.
μετὰ τὸ ἀποικίσαι Ναβουχοδονόσορ βασιλέα Βαβυλῶνος τὸν Ἰεχονίαν καὶ τοὺς ἄρχοντας καὶ τοὺς δεσμώτας καὶ τοὺς δυνατοὺς καὶ τὸν λαὸν τῆς γῆς ἀπὸ Ἱερουσαλὴμ καὶ ἤγαγεν αὐτὸν εἰς Βαβυλῶνα·
I rekoše: Evo poslasmo vam srebro da kupite za srebro svespaljenicu za grijehe, i tamjan, i pripremite prinos i prinesete na žrtvenik Gospoda Boga našega,
καὶ εἶπαν· ἰδοὺ ἀπεστείλαμεν πρὸς ὑμᾶς ἀργύριον, καὶ ἀγοράσατε τοῦ ἀργυρίου ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας καὶ λίβανον καὶ ποιήσατε μάννα καὶ ἀνοίσατε ἐπὶ τὸ θυσιαστήριον Κυρίου τοῦ Θεοῦ ἡμῶν
I pomolite se za život Navuhodonosora, cara vavilonskog, i za život Valtazara, sina njegova, da budu dani njihovi kao dani neba na zemlji.
καὶ προσεύξασθε περὶ τῆς ζωῆς Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος καὶ εἰς ζωὴν Βαλτάσαρ υἱοῦ αὐτοῦ, ἵνα ὦσιν αἱ ἡμέραι αὐτῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ ἐπὶ τῆς γῆς.
I daće nam Gospod krjepost i prosvetiće oči naše, i živjećemo u sjeni Navuhodonosora, cara vavilonskog, i u sjeni Valtazara, sina njegovog, i služićemo njima mnogo dana i naći ćemo milost pred njima.
καὶ δώσει Κύριος ἰσχὺν ἡμῖν καὶ φωτίσει τοὺς ὀφθαλμοὺς ἡμῶν, καὶ ζησόμεθα ὑπὸ τὴν σκιὰν Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος καὶ ὑπὸ τὴν σκιὰν Βαλτάσαρ υἱοῦ αὐτοῦ καὶ δουλεύσομεν αὐτοῖς ἡμέρας πολλὰς καὶ εὑρήσομεν χάριν ἐναντίον αὐτῶν.
I molite za nas Gospoda Boga našega, jer sagriješismo Gospodu Bogu našem, i ne odvrati se jarost Gospodnja i gnjev Njegov od nas do dana današnjeg.
καὶ προσεύξασθε περὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ὅτι ἡμάρτομεν τῷ Κυρίῳ Θεῷ ἡμῶν, καὶ οὐκ ἀπέστρεψεν ὁ θυμὸς Κυρίου καὶ ἡ ὀργὴ αὐτοῦ ἀφ᾿ ἡμῶν ἕως τῆς ἡμέρας ταύτης.
I pročitajte knjigu ovu koju vam poslasmo da se obnaroduje u domu Gospodnjem u dan praznika i u dane prigodne,
καὶ ἀναγνώσεσθε τὸ βιβλίον τοῦτο, ὃ ἀπεστείλαμεν πρὸς ὑμᾶς, ἐξαγορεῦσαι ἐν οἴκῳ Κυρίου ἐν ἡμέρᾳ ἑορτῆς καὶ ἐν ἡμέραις καιροῦ,
I da rečete: Gospodu Bogu našem pravda, a nama - stid na licima, kao danas, čovjeku Judinu i onima koji žive u Jerusalimu,
καὶ ἐρεῖτε· Τῷ Κυρίῳ Θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη, ἀνθρώπῳ Ἰούδα καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ
I carevima našim i knezovima našim i sveštenicima našim i prorocima našim i ocima našim,
καὶ τοῖς βασιλεῦσιν ἡμῶν καὶ τοῖς ἄρχουσιν ἡμῶν καὶ τοῖς ἱερεῦσιν ἡμῶν καὶ τοῖς προφήταις ἡμῶν καὶ τοῖς πατράσιν ἡμῶν,
Stoga što sagriješismo pred Gospodom, i što mu se ne pokorismo i ne poslušasmo glas Gospoda Boga našeg da hodimo po zapovijestima Gospodnjim, koje je dao pred licem našim.
ὧν ἡμάρτομεν ἔναντι Κυρίου
Od dana u koji izvede Gospod oce naše iz zemlje Egipatske, i do dana današnjeg, nepokorni smo Gospodu Bogu našem i otkazivasmo se da poslušamo glas njegov.
καὶ ἠπειθήσαμεν αὐτῷ καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου Θεοῦ ἡμῶν πορεύεσθαι τοῖς προστάγμασι Κυρίου, οἷς ἔδωκε κατὰ πρόσωπον ἡμῶν.
I snađoše nas zla i kletve, koje naloži Gospod Mojsiju, slugi svome u dan u koji izvede oce naše iz zemlje Egipatske, da nam dade zemlju kojom teče med i mlijeko kao i dan-danas.
ἀπὸ τῆς ἡμέρας, ἧς ἐξήγαγε Κύριος τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης ἤμεθα ἀπειθοῦντες πρὸς Κύριον Θεὸν ἡμῶν καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ.
I ne poslušasmo glas Gospoda Boga našeg po riječima proroka koje nam je poslao,
καὶ ἐκολλήθη εἰς ἡμᾶς τὰ κακὰ καὶ ἡ ἀρά, ἣν συνέταξε Κύριος τῷ Μωυσῇ παιδὶ αὐτοῦ ἐν ἡμέρᾳ, ᾗ ἐξήγαγε τοὺς πατέρας ἡμῶν ἐκ γῆς Αἰγύπτου δοῦναι ἡμῖν γῆν ρέουσαν γάλα καὶ μέλι ὡς ἡ ἡμέρα αὕτη.
I hodismo svaki od nas po razumu srca svoga zloga služeći bogovima tuđim, tvoreći zla pred očima Gospoda Boga našeg.
καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν κατὰ πάντας τοὺς λόγους τῶν προφητῶν, ὧν ἀπέστειλε πρὸς ἡμᾶς,