Tovit 6

Stari zavet

1

Oni pak hodeći putem, stigoše uveče na rijeku Tigar i zanoćiše ondje.

ΟΙ δὲ πορευόμενοι τὴν ὁδὸν ἦλθον ἑσπέρας ἐπὶ τὸν Τίγριν ποταμόν, καὶ ηὐλίζοντο ἐκεῖ.

0
2

Mladić siđe da se umije, i iskoči riba iz rijeke i hoćaše da proguta mladića.

τὸ δὲ παιδάριον κατέβη περικλύσασθαι, καὶ ἀνεπήδησεν ἰχθὺς ἀπὸ τοῦ ποταμοῦ καὶ ἐβουλήθη καταπιεῖν τὸ παιδάριον.

0
3

A anđeo mu reče: Prihvati ribu. I uze ribu mladić i izbaci je na zemlju.

ὁ δὲ ἄγγελος εἶπεν αὐτῷ· ἐπιλαβοῦ τοῦ ἰχθύος. καὶ ἐκράτησε τὸν ἰχθὺν τὸ παιδάριον καὶ ἀνέβαλεν αὐτὸν ἐπὶ τὴν γῆν.

0
4

I reče mu anđeo: Razreži ribu i uzevši srce, i jetru i žuč, dobro sačuvaj.

καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος· ἀνάτεμε τὸν ἰχθὺν καὶ λαβὼν τὴν καρδίαν καὶ τὸ ἧπαρ καὶ τὴν χολὴν θὲς ἀσφαλῶς.

0
5

I učini mladić kao što mu reče anđeo; a ribu ispekavši, pojedoše.

καὶ ἐποίησε τὸ παιδάριον ὡς εἶπεν αὐτῷ ὁ ἄγγελος, τὸν δὲ ἰχθὺν ὀπτήσαντες ἔφαγον.

0
6

I putovaše obojica dok se približiše Ekvatanama.

καὶ ὥδευον ἀμφότεροι, ἕως οὗ ἤγγισαν ἐν Ἐκβατάνοις.

0
7

I reče mladić anđelu: Azarije, brate, za šta će srce i jetra i žuč ribe?

καὶ εἶπε τὸ παιδάριον τῷ ἀγγέλῳ· Ἀζαρία ἀδελφέ, τί ἐστιν ἡ καρδία καὶ τὸ ἧπαρ καὶ ἡ χολὴ τοῦ ἰχθύος;

0
8

I reče mu: Srce i jetra ako nekog smućuje demon ili duh zli, sa njima treba okaditi pred čovjekom ili ženom, i više neće biti smućivan;

καὶ εἶπεν αὐτῷ· ἡ καρδία καὶ τὸ ἧπαρ, ἐάν τινα ὀχλῇ δαιμόνιον ἢ πνεῦμα πονηρόν, ταῦτα δεῖ καπνίσαι ἐνώπιον ἀνθρώπου ἢ γυναικός, καὶ οὐκέτι οὐ μὴ ὀχληθῇ·

0
9

A žuč da se pomaže čovjek koji ima bijelu na očima, i iscijeliće se.

ἡ δὲ χολή, ἐγχρῖσαι ἄνθρωπον, ὃς ἔχει λευκώματα ἐν τοῖς ὀφθαλμοῖς, καὶ ἰαθήσεται.

0
10

A kada se približiše Ragi,

ὡς δὲ προσήγγισαν τῇ Ράγῃ,

0
11

Reče anđeo mladiću: Brate, danas ćeš biti kod Raguila, a on je rođak tvoj, i ima ćerku jedinicu imenom Sara;

εἶπεν ὁ ἄγγελος τῷ παιδαρίῳ· ἀδελφέ, σήμερον αὐλισθησόμεθα παρὰ Ραγουήλ, καὶ αὐτὸς συγγενής σού ἐστι, καὶ ἔστιν αὐτῷ θυγάτηρ ὀνόματι Σάρρα·

0
12

Govoriću o njoj da ti se dade za ženu, jer tebi pripada njeno nasleđe, i ti si jedini iz roda njenog, djevojka je pak lijepa i umna.

λαλήσω περὶ αὐτῆς τοῦ δοθῆναί σοι αὐτὴν εἰς γυναῖκα, ὅτι σοι ἐπιβάλλει ἡ κληρονομία αὐτῆς, καὶ σὺ μόνος εἶ ἐκ τοῦ γένους αὐτῆς, καὶ τὸ κοράσιον καλὸν καὶ φρόνιμόν ἐστι.

0
13

I sad me poslušaj i govoriću ocu njenom, i kad se vratimo iz Raga, obavićemo svadbu. Zato što poznajem Raguila da je neće dati drugom mužu po zakonu Mojsijevu, ni po cijenu smrti, te nasleđe tebi pripada da primiš, a ne bilo kom drugom čovjeku.

καὶ νῦν ἄκουσόν μου καὶ λαλήσω τῷ πατρὶ αὐτῆς, καὶ ὅταν ὑποστρέψωμεν ἐκ Ραγῶν, ποιήσομεν τὸν γάμον· διότι ἐπίσταμαι Ραγουὴλ ὅτι οὐ μὴ δῷ αὐτὴν ἀνδρὶ ἑτέρῳ κατὰ τὸν νόμον Μωυσῆ ἢ ὀφειλήσει θάνατον, ὅτι τὴν κληρονομίαν σοὶ καθήκει λαβεῖν ἢ πάντα ἄνθρωπον.

0
14

Tada reče mladić anđelu: Azarije, brate, ja sam čuo da je djevojka bila data sedmorici muževa, i da su svi u ložnici poginuli.

τότε εἶπε τὸ παιδάριον τῷ ἀγγέλῳ· Ἀζαρία ἀδελφέ, ἀκήκοα ἐγὼ τὸ κοράσιον δεδόσθαι ἑπτὰ ἀνδράσι καὶ πάντας ἐν τῷ νυμφῶνι ἀπολωλότας.

0
15

I sada ja sam jedan u oca, i bojim se da kad uđem ne umrem, kao i prethodni, jer je demon voli, koji ne škodi nikome osim onima koji joj prilaze. Pa sada ja se bojim da ne umrem i nizvedem život oca moga i matere moje s bolom radi mene u grob njihov; a sina drugoga oni nemaju koji će ih sahraniti.

καὶ νῦν ἐγὼ μόνος εἰμὶ τῷ πατρὶ καὶ φοβοῦμαι μὴ εἰσελθὼν ἀποθάνω καθὼς καὶ οἱ πρότεροι, ὅτι δαιμόνιον φιλεῖ αὐτήν, ὃ οὐκ ἀδικεῖ οὐδένα πλὴν τῶν προσαγόντων αὐτῇ. καὶ νῦν ἐγὼ φοβοῦμαι μὴ ἀποθάνω καὶ κατάξω τὴν ζωὴν τοῦ πατρός μου καὶ τῆς μητρός μου μετ᾿ ὀδύνης ἐπ᾿ ἐμοὶ εἰς τὸν τάφον αὐτῶν· καὶ υἱὸς ἕτερος οὐχ ὑπάρχει αὐτοῖς, ὃς θάψει αὐτούς.

0
16

A anđeo mu reče: Ne sjećaš li se riječi koje ti zapovijedi otac tvoj, da uzmeš ženu od roda svoga? I sada poslušaj me, brate, jer ona će ti biti žena, a o demonu ništa ne brini, jer ove noći ona će ti biti data za ženu.

εἶπε δὲ αὐτῷ ὁ ἄγγελος· οὐ μέμνησαι τῶν λόγων, ὧν ἐνετείλατό σοι ὁ πατήρ σου, ὑπὲρ τοῦ λαβεῖν σε γυναῖκα ἐκ τοῦ γένους σου; καὶ νῦν ἄκουσόν μου, ἀδελφέ, διότι σοὶ ἔσται εἰς γυναῖκα, καὶ τοῦ δαιμονίου μηδένα λόγον ἔχε, ὅτι τὴν νύκτα ταύτην δοθήσεταί σοι αὕτη εἰς γυναῖκα.

0
17

I kada uđeš u ložnicu, uzmi prah od tamjana, i položi od srca i jetre riblje i okadi. I omirisaće demon, i pobjeći će i neće se vratiti vavijek vijeka.

καὶ ἐὰν εἰσέλθῃς εἰς τὸν νυμφῶνα, λήψῃ τέφραν θυμιαμάτων καὶ ἐπιθήσεις ἀπὸ τῆς καρδίας καὶ τοῦ ἥπατος τοῦ ἰχθύος καὶ καπνίσεις,

0
18

A kad joj pristupiš, ustanite obadvoje i zavapite milostivom Bogu, i spasiće vas i pomilovati. Ne boj se, jer ona je za tebe pripremljena od vijeka, i ti ćeš je spasiti, i poći će s tobom, i nadam se da ćeš od nje imati djecu.

καὶ ὀσφρανθήσεται τὸ δαιμόνιον καὶ φεύξεται καὶ οὐκ ἐπανελεύσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. ὅταν δὲ προσπορεύῃ αὐτῇ, ἐγέρθητε ἀμφότεροι καὶ βοήσατε πρὸς τὸν ἐλεήμονα Θεόν, καὶ σώσει ὑμᾶς καὶ ἐλεήσει. μὴ φοβοῦ, ὅτι σοὶ αὐτὴ ἡτοιμασμένη ἦν ἀπὸ τοῦ αἰῶνος, καὶ σὺ αὐτὴν σώσεις, καὶ πορεύσεται μετὰ σοῦ, καὶ ὑπολαμβάνω ὅτι σοι ἔσται ἐξ αὐτῆς παιδία.

0
19

I kada ču Tovija ovo, zavolje je, i duša njegova prilijepi se njoj silno.

καὶ ὡς ἤκουσε Τωβίας ταῦτα, ἐφίλησεν αὐτήν, καὶ ἡ ψυχὴ αὐτοῦ ἐκολλήθη σφόδρα αὐτῇ.

0