Stari zavet
I odgovorivši Tovija reče mu: Oče, sve ću učiniti što si mi zapovijedio.
ΚΑΙ ἀποκριθεὶς Τωβίας εἶπεν αὐτῷ· πάτερ, ποιήσω πάντα, ὅσα ἐντέταλσαί μοι·
Ali kako ću moći uzeti srebro od (onoga) koga ne poznajem?
ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον καὶ οὐ γινώσκω αὐτόν;
I dade mu potvrdu i reče mu: Traži sebi čovjeka koji će poći s tobom, i davaću mu platu dok sam živ; i idi da uzmeš srebro.
καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον καὶ εἶπεν αὐτῷ· ζήτησον σεαυτῷ ἄνθρωπον, ὃς συμπορεύσεταί σοι, καὶ δώσω αὐτῷ μισθὸν ἕως ζῶ· καὶ λαβὲ πορευθεὶς τὸ ἀργύριον.
I pođe da traži čovjeka i nađe Rafaila, koji bješe anđeo, a (on) ne znadijaše.
καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον καὶ εὗρε τὸν Ραφαήλ, ὃς ἦν ἄγγελος, καὶ οὐκ ᾔδει·
I reče mu: Mogu li poći s tobom u Rage Midijske, i da li poznaješ ta mjesta?
καὶ εἶπεν αὐτῷ· εἰ δύναμαι πορευθῆναι μετὰ σοῦ ἐν Ράγοις τῆς Μηδίας, καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων;
I reče mu anđeo: Poći ću s tobom, i put mi je poznat, a kod Gavaila, brata našeg, živio sam.
καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος· πορεύσομαι μετὰ σοῦ καὶ τῆς ὁδοῦ ἐμπειρῶ καὶ παρὰ Γαβαὴλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην.
I reče mu Tovija: Pričekaj me i reći ću ocu mome.
καὶ εἶπεν αὐτῷ Τωβίας· ὑπόμεινόν με, καὶ ἐρῶ τῷ πατρί.
I reče mu: Idi i ne kasni.
καὶ εἶπεν αὐτῷ· πορεύου καὶ μὴ χρονίσῃς.
I ušavši reče ocu: Evo, nađoh ko će poći sa mnom. A on mu reče: Pozovi ga k meni da saznam od kojega je plemena i da li je povjerljiv da bi išao s tobom.
καὶ εἰσελθὼν εἶπε τῷ πατρί· ἰδοὺ εὕρηκα ὃς συμπορεύσεταί μοι. ὁ δὲ εἶπε· φώνησον αὐτὸν πρός με, ἵνα ἐπιγνῶ ποίας φυλῆς ἐστι καὶ εἰ πιστὸς τοῦ πορευθῆναι μετὰ σοῦ.
I pozva ga, i uđe i cjelivaše jedan drugoga.
καὶ ἐκάλεσεν αὐτόν, καὶ εἰσῆλθε, καὶ ἠσπάσαντο ἀλλήλους.
I reče mu Tovit: Brate, iz kog plemena i iz kog otačastva si ti, kaži mi?
καὶ εἶπεν αὐτῷ Τωβίτ· ἀδελφέ, ἐκ ποίας φυλῆς καὶ ἐκ ποίας πατριᾶς εἶ σύ; ὑπόδειξόν μοι.
I reče mu: Pleme i otačastvo tražiš li ti, ili najamnika koji će poći sa sinom tvojim? I reče mu Tovit: Hoću, brate, da znam rod tvoj i ime.
καὶ εἶπεν αὐτῷ· φυλὴν καὶ πατριὰν σὺ ζητεῖς ἢ μίσθιον, ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου; καὶ εἶπεν αὐτῷ Τωβίτ· βούλομαι, ἀδελφέ, ἐπιγνῶναι τὸ γένος σου καὶ τὸ ὄνομα.
A on reče: Ja sam Azarije, Ananije velikog, od braće tvoje.
ὃς δὲ εἶπεν· ἐγὼ Ἀζαρίας Ἀνανίου τοῦ μεγάλου, τῶν ἀδελφῶν σου.
I reče mu: Dobro si došao, brate; i ne ljuti se na mene što sam tražio pleme tvoje i otačastvo tvoje da saznam. A ti si brat moj od lijepa i dobra roda. Znao sam Ananija i Jonatana, sinove Semije velikog, pošto smo putovali zajedno u Jerusalim na poklonjenje da prinesemo prvine i desetine plodova, i ne zabludiše u zabludu braće naše. Od dobrog si korijena, brate.
καὶ εἶπεν αὐτῷ· ὑγιαίνων ἔλθοις, ἀδελφέ, καὶ μή μοι ὀργισθῇς, ὅτι ἐζήτησα τὴν φυλήν σου καὶ τὴν πατριάν σου ἐπιγνῶναι. καὶ σὺ τυγχάνεις ἀδελφός μου ἐκ τῆς καλῆς καὶ ἀγαθῆς γενεᾶς· ἐπεγίνωσκον γὰρ ἐγὼ Ἀνανίαν καὶ Ἰωνάθαν τοὺς υἱοὺς Σεμεΐ τοῦ μεγάλου, ὡς ἐπορευόμεθα κοινῶς εἰς Ἱεροσόλυμα προσκυνεῖν, ἀναφέροντες τὰ πρωτότοκα καὶ τὰς δεκάτας τῶν γεννημάτων, καὶ οὐκ ἐπλανήθησαν ἐν τῇ πλάνῃ τῶν ἀδελφῶν ἡμῶν. ἐκ ρίζης καλῆς εἶ, ἀδελφέ,
Nego, reci mi: Koju platu da ti dadem? Drahmu na dan i ostalo potrebno, kao i sinu mome?
ἀλλὰ εἰπόν μοι τίνα σοι ἔσομαι μισθὸν διδόναι· δραχμὴν τῆς ἡμέρας καὶ τὰ δέοντά σοι ὡς καὶ τῷ υἱῷ μου.
I još ću ti pridodati plati ako se zdravo vratite.
καὶ ἔτι προσθήσω σοι ἐπὶ τὸν μισθόν, ἐὰν ὑγιαίνοντες ἐπιστρέψητε.
I dogovoriše se tako. I reče Toviji: Pripremi se za put i nek vam bude sa srećom. I pripremi sin njegov što je za put. I reče mu otac: Idi sa čovjekom; a na nebu obitavajući Bog blagosloviće put vaš, i neka anđeo njegov bude vam saputnik. I izađoše obojica da otputuju, i pas dječakov sa njima.
καὶ εὐδόκησαν οὕτως. καὶ εἶπε πρὸς Τωβίαν· ἕτοιμος γίνου πρὸς τὴν ὁδόν· καὶ εὐοδωθείητε. καὶ ἡτοίμασεν ὁ υἱὸς αὐτοῦ τὰ πρὸς τὴν ὁδόν. καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ· πορεύου μετὰ τοῦ ἀνθρώπου τούτου, ὁ δὲ ἐν τῷ οὐρανῷ οἰκῶν Θεὸς εὐοδώσει τὴν ὁδὸν ὑμῶν, καὶ ὁ ἄγγελος αὐτοῦ συμπορευθήτω ὑμῖν. καὶ ἐξῆλθαν ἀμφότεροι ἀπελθεῖν καὶ ὁ κύων τοῦ παιδαρίου μετ᾿ αὐτῶν.
A zaplaka Ana, mati njegova, i reče Tovitu: Zašto odasla čedo naše? Zar on nije žezlo ruke naše kad ulazi i kad izlazi pred nama?
ἔκλαυσε δὲ Ἄννα ἡ μήτηρ αὐτοῦ καὶ εἶπε πρὸς Τωβίτ· τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν; ἢ οὐχὶ ἡ ράβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμῶν;
Srebro srebru i da ne stigne, samo čedo naše kad bi nam ostalo.
ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι, ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο·
Jer što nam je dat da živi od Gospoda, to je nama dovoljno.
ὡς γὰρ δέδοται ἡμῖν ζῆν παρὰ τοῦ Κυρίου, τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει.
I reče njoj Tovit: Ne tuguj, sestro, zdrav će se vratiti i oči tvoje vidjeće ga;
καὶ εἶπεν αὐτῇ Τωβίτ· μὴ λόγον ἔχε, ἀδελφή· ὑγιαίνων ἐλεύσεται, καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν·
Jer anđeo dobri putovaće sa njim, i blagosloviće se put njegov, i vratiće se zdrav.
ἄγγελος γὰρ ἀγαθὸς συμπορεύσεται αὐτῷ, καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ, καὶ ὑποστρέψει ὑγιαίνων. καὶ ἐπαύσατο κλαίουσα.
I presta plakati.