Tovit 2

Stari zavet

1

A kada dođoh u dom moj i bi mi predata Ana, žena moja, i Tovija, sin moj, na praznik Pedesetnice, koja je sveta od sedam nedjelja, imah objed dobar i složih se da jedem.

ΟΤΕ δὲ κατῆλθον εἰς τὸν οἶκόν μου καὶ ἀπεδόθη μοι Ἄννα ἡ γυνή μου, καὶ Τωβίας ὁ υἱός μου, ἐν τῇ πεντηκοστῇ ἑορτῇ, ἥ ἐστιν ἁγία ἑπτὰ ἑβδομάδων, ἐγενήθη ἄριστον καλόν μοι, καὶ ἀνέπεσα τοῦ φαγεῖν.

0
2

I vidjeh mnogo hrane i rekoh sinu mome: Idi i dovedi koga nađeš od braće naše siromašne, koji se sjeća Gospoda i, evo, čekam te.

καὶ ἐθεασάμην ὄψα πολλὰ καὶ εἶπα τῷ υἱῷ μου· βάδισον καὶ ἄγαγε ὃν ἂν εὕρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ, ὃς μέμνηται τοῦ Κυρίου, καὶ ἰδοὺ μένω σε.

0
3

I došavši reče: Jedan od roda našeg zadavljen, bačen je na trgu.

καὶ ἐλθὼν εἶπε· πάτερ, εἷς ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ἔρριπται ἐν τῇ ἀγορᾷ.

0
4

I ja, prije nego što jedoh, iskočivši uzeh ga u neki dom, dok ne zađe sunce.

κἀγὼ πρὶν ἢ γεύσασθαί με, ἀναπηδήσας ἀνειλόμην αὐτὸν εἴς τι οἴκημα, ἕως οὗ ἔδυ ὁ ἥλιος.

0
5

I vrativši se, umih se, i jedoh hljeb moj u tugi.

καὶ ἐπιστρέψας ἐλουσάμην καὶ ἤσθιον τὸν ἄρτον μου ἐν λύπῃ·

0
6

I sjetih se proroštva Amosova, kao što reče: Obratiće se praznici vaši u žalost, i sva veselja vaša u plač; i plakah.

καὶ ἐμνήσθην τῆς προφητείας Ἀμώς, καθὼς εἶπε· στραφήσονται αἱ ἑορταὶ ὑμῶν εἰς πένθος καὶ πᾶσαι αἱ εὐφροσύναι ὑμῶν εἰς θρῆνον,

0
7

I kada zađe sunce, otidoh i iskopavši (grob), sahranih ga.

καὶ ἔκλαυσα. καὶ ὅτε ἔδυ ὁ ἥλιος, ᾠχόμην καὶ ὀρύξας ἔθαψα αὐτόν.

0
8

Bližnji, pak, podsmijevahu se govoreći: Zar se ne boji da će biti ubijen za ovo djelo? I pobježe, i evo opet sahranjuje mrtve!

καὶ οἱ πλησίον ἐπεγέλων λέγοντες· οὐκ ἔτι φοβεῖται φονευθῆναι περὶ τοῦ πράγματος τούτου, καὶ ἀπέδρα, καὶ ἰδοὺ πάλιν θάπτει τοὺς νεκρούς.

0
9

I tu noć po pogrebu vratih se i legoh oskrvnavljen pored zida dvorišta, i lice moje bješe otkriveno.

καὶ ἐν αὐτῇ τῇ νυκτὶ ἀνέλυσα θάψας καὶ ἐκοιμήθην μεμιαμμένος παρὰ τὸν τοῖχον τῆς αὐλῆς, καὶ τὸ πρόσωπόν μου ἀκάλυπτον ἦν.

0
10

I ne vidjeh da su ptice na zidu, i kad se oči moje otvoriše, ispustiše ptice toplinu na oči moje, i pojaviše se bijele na očima mojim. I idoh k ljekarima i ne koristiše mi; Ahiahar pak me hranio, dok ne ode u Elimaidu.

καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐστί, καὶ τῶν ὀφθαλμῶν μου ἀνεῳγότων, ἀφώδευσαν τὰ στρουθία θερμὸν εἰς τοὺς ὀφθαλμούς μου, καὶ ἐγενήθη λευκώματα ἐν τοῖς ὀφθαλμοῖς μου. καὶ ἐπορεύθην πρὸς ἰατρούς, καὶ οὐκ ὠφέλησάν με· Ἀχιάχαρος δὲ ἔτρεφέ με, ἕως οὗ ἐπορεύθην εἰς τὴν Ἐλυμαΐδα.

0
11

I žena moja Ana prela je vunu sa ženama;

καὶ ἡ γυνή μου Ἄννα ἠριθεύετο ἐν τοῖς γυναικείοις·

0
12

I slala je gospodarima, a oni su joj davali platu, pridodavši joj i jare.

καὶ ἀπέστελλε τοῖς κυρίοις, καὶ ἀπέδωκαν αὐτῇ καὶ αὐτοὶ τὸν μισθὸν προσδόντες καὶ ἔριφον.

0
13

A kad dođe meni, poče vikati. I ja joj rekoh: Otkud jare? Da nije ukradeno? Vrati ga gospodarima. Jer nije pošteno jesti ukradeno.

ὅτε δὲ ἦλθε πρός με, ἤρξατο κράζειν· καὶ εἶπα αὐτῇ· πόθεν τὸ ἐρίφιον; μὴ κλεψιμαῖόν ἐστιν; ἀπόδος αὐτὸ τοῖς κυρίοις· οὐ γὰρ θεμιτόν ἐστι φαγεῖν κλεψιμαῖον.

0
14

A ona reče: Dato mi je na dar, kao plata. I ne vjerovah joj i rekoh da to vrati gospodarima, i gnjevih se na nju. A ona odgovorivši, reče mi: Gdje su milostinje tvoje i pravda tvoja? Gle, sve je to poznato o tebi.

ἡ δὲ εἶπε· δῶρον δέδοταί μοι ἐπὶ τῷ μισθῷ. καὶ οὐκ ἐπίστευον αὐτῇ καὶ ἔλεγον ἀποδιδόναι αὐτὸ τοῖς κυρίοις καί ἠρυθρίων πρὸς αὐτήν· ἡ δὲ ἀποκριθεῖσα εἶπέ μοι· ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου; ἰδοὺ γνωστὰ πάντα μετὰ σοῦ.

0