Tovit 1

Stari zavet

1

Knjiga riječi Tovita, sina Tovilijeva, sina Ananiileva, sina Aduileva, sina Gavaileva, od sjemena Asiileva, od plemena Neftalimova,

ΒΙΒΛΟΣ λόγων Τωβίτ, τοῦ Τωβιήλ, τοῦ Ἀνανιήλ, τοῦ Ἀδουήλ, τοῦ Γαβαήλ, ἐκ τοῦ σπέρματος Ἀσιήλ, ἐκ τῆς φυλῆς Νεφθαλίμ,

0
2

Koji bi zarobljen u dane Enemesara, cara asirskoga iz Tisve, što je s desne strane Kidija Neftalimova u Galileji iznad Asira.

ὃς ᾐχμαλωτεύθη ἐν ἡμέραις Ἐνεμεσσάρου τοῦ βασιλέως Ἀσσυρίων ἐκ Θίσβης, ἥ ἐστιν ἐκ δεξιῶν Κυδίως τῆς Νεφθαλὶ ἐν τῇ Γαλιλαίᾳ ὑπεράνω Ἀσήρ.  ἐγὼ Τωβὶτ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ δικαιοσύνης πάσας τὰς ἡμέρας τῆς ζωῆς μου

0
3

Ja Tovit hodih putevima istine i pravde, sve dane života moga, i milostinje mnoge činih braći mojoj i narodu koji su hodili sa mnom u zemlju Asirsku i Nineviju.

καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει, τοῖς προπορευθεῖσι μετ᾿ ἐμοῦ εἰς χώραν Ἀσσυρίων εἰς Νινευῆ.

0
4

I kada bijah u zemlji mojoj, u zemlji Izrailjevoj, dok sam bio mlad, sve pleme Neftalima, oca moga, odstupi od doma jerusalimskog, izabrano od svih plemena Izrailjevih da žrtvuje svim plemenima; i osveštan bi hram obitavanja Višnjemu i sazdan za sva pokoljenja vijeka.

καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν τῇ γῇ Ἰσραὴλ νεωτέρου μου ὄντος, πᾶσα φυλὴ τοῦ Νεφθαλὶμ τοῦ πατρός μου ἀπέστη ἀπὸ τοῦ οἴκου Ἱερουσολύμων, τῆς ἐκλεγείσης ἀπὸ πασῶν τῶν φυλῶν Ἰσραὴλ εἰς τὸ θυσιάζειν πάσας τὰς φυλάς· καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατασκηνώσεως τοῦ Ὑψίστου καὶ ᾠκοδομήθη εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος.

0
5

I sva plemena zajedno odstupivši, žrtvovahu Vaalovoj junici, i dom oca moga Neftalima.

καὶ πᾶσαι αἱ φυλαὶ αἱ συναποστᾶσαι ἔθυον τῇ Βάαλ τῇ δαμάλει καὶ ὁ οἶκος Νεφθαλὶμ τοῦ πατρός μου.

0
6

I ja sam hodih mnogo puta u Jerusalim na praznike, kao što je pisano svemu Izrailju u zapovijesti vječnoj, prvine i desetine plodova i prvostriženja imajući;

κἀγὼ μόνος ἐπορευόμην πλεονάκις εἰς Ἱεροσόλυμα ἐν ταῖς ἑορταῖς, καθὼς γέγραπται παντὶ τῷ Ἰσραὴλ ἐν προστάγματι αἰωνίῳ, τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας τῶν γεννημάτων καὶ τὰς πρωτοκουρίας ἔχων·

0
7

I davah ih sveštenicima, sinovima Aronovim na oltar, od svih plodova: desetinu sam davao sinovima Levijevim bogoslužećim u Jerusalimu, i drugu desetinu sam prodavao, i odlazio i to trošio u Jerusalimu svake godine;

καὶ ἐδίδουν αὐτὰς τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν πρὸς τὸ θυσιαστήριον πάντων τῶν γεννημάτων. τὴν δεκάτην ἐδίδουν τοῖς υἱοῖς Λευὶ τοῖς θεραπεύουσιν εἰς Ἱερουσαλήμ, καὶ τὴν δευτέραν δεκάτην ἀπεπρατιζόμην καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ἱεροσολύμοις καθ᾿ ἕκαστον ἐνιαυτόν.

0
8

I treću sam davao potrebitim, kao što zapovijedi Devora, mati oca moga, jer sam bio ostao siroče bez oca svoga.

καὶ τὴν τρίτην ἐδίδουν οἷς καθήκει, καθὼς ἐνετείλατο Δεββώρα ἡ μήτηρ τοῦ πατρός μου, διότι ὀρφανὸς κατελείφθην ὑπὸ τοῦ πατρός μου.

0
9

I kad stasah, uzeh Anu ženu od otačastva našega, i rodih od nje Toviju.

καὶ ὅτε ἐγενόμην ἀνήρ, ἔλαβον Ἄνναν γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν καὶ ἐγέννησα ἐξ αὐτῆς Τωβίαν.

0
10

I kad bih zarobljen, u Nineviji, sva braća moja i koji su od roda moga jedoše od hljebova mnogobožačkih;

καὶ ὅτε ᾐχμαλωτίσθημεν εἰς Νινευῆ, πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν·

0
11

A ja sačuvah dušu moju i ne jedoh,

ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν,

0
12

Jer sam se sjećao Boga svom dušom svojom.

καθότι ἐμεμνήμην τοῦ Θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου.

0
13

I dade Višnji blagodat i dobrotu pred Enemesarom, i postadoh njegov trgovac;

καὶ ἔδωκεν ὁ ¨Υψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ἐνεμεσσάρου, καὶ ἤμην αὐτοῦ ἀγοραστής·

0
14

I idoh u Midiju i dadoh Gavailu, bratu Gavrija, u Ragama midijskim, srebra deset talanata.

καὶ ἐπορευόμην εἰς τὴν Μηδίαν καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρία ἐν Ράγοις τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα.

0
15

I kada umrije Enemesar, zacari se Senahirim, sin njegov, umjesto njega, i putevi njegovi biše nepostojani, i više ne mogoh ići u Midiju.

Καὶ ὅτε ἀπέθανεν Ἐνεμεσσάρ, ἐβασίλευσε Σενναχηρὶμ ὁ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ, καὶ αἱ ὁδοὶ αὐτοῦ ἠκαταστάθησαν, καὶ οὐκ ἔτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδίαν.

0
16

I u dane Enemesara milostinje mnoge činih braći mojoj:

καὶ ἐν ταῖς ἡμέραις Ἐνεμεσσάρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοῖς ἀδελφοῖς μου·

0
17

Hljebove davah gladnima i haljine moje nagima, i ako bih vidio koga od roda moga umrla, i bačena iza zidova Ninevije, pogrebao bih ga.

τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσι καὶ ἱμάτια τοῖς γυμνοῖς, καὶ εἴ τινα ἐκ τοῦ γένους μου ἐθεώρουν τεθνηκότα καὶ ἐρριμμένον ὀπίσω τοῦ τείχους Νινευῆ, ἔθαπτον αὐτόν.

0
18

I ako bi koga ubio Senahirim car, koji bi došao bježeći iz Judeje, pogrebao bih ih tajno, jer mnoge je pobio u gnjevu svome; i tražio je car tijela i nije ih nalazio.

καὶ εἴ τινα ἀπέκτεινε Σενναχηρὶμ ὁ βασιλεύς, ὅτε ἦλθε φεύγων ἐκ τῆς Ἰουδαίας, ἔθαψα αὐτοὺς κλέπτων· πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ· καὶ ἐζητήθη ὑπὸ τοῦ βασιλέως τὰ σώματα, καὶ οὐχ εὑρέθη.

0
19

A otišavši jedan od Ninevljana, kaza caru za mene da ih sahranjujem. I sakrih se. Saznavši pak da traže da me ubiju, uplašivši se otidoh.

πορευθεὶς δὲ εἷς τῶν ἐν Νινευῆ, ὑπέδειξε τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι θάπτω αὐτούς, καὶ ἐκρύβην· ἐπιγνοὺς δὲ ὅτι ζητοῦμαι ἀποθανεῖν, φοβηθεὶς ἀνεχώρησα.

0
20

I bi razgrabljena sva imovina moja, i ne ostade mi ništa osim Ane, žene moje, i Tovije, sina moga.

καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου, καὶ οὐ κατελείφθη μοι οὐδὲν πλὴν Ἄννας τῆς γυναικός μου καὶ Τωβίου τοῦ υἱοῦ μου.

0
21

I ne prođoše pedeset dana dok njega ne ubiše dva sina njegova; i pobjegoše na gore Ararata, i zacari se Saherdan, sin njegov, namjesto njega, i postavi Ahiahara Anaila, sina brata moga, nad svim poslovima carstva svoga i nad svom upravom.

καὶ οὐ διῆλθον ἡμέρας πεντήκοντα, ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ καὶ ἔφυγον εἰς τὰ ὄρη Ἀραράθ, καὶ ἐβασίλευσε Σαχερδονὸς υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ, καὶ ἔταξεν Ἀχιάχαρον τὸν Ἀναὴλ υἱὸν τοῦ ἀδελφοῦ μου ἐπὶ πᾶσαν τὴν ἐκλογιστίαν τῆς βασιλείας αὐτοῦ καὶ ἐπὶ πᾶσαν τήν διοίκησιν.

0
22

I zauze se Ahiahar za mene, i dođoh u Nineviju. A Ahiahar bješe vinotočac i (čuvar) prstena i upravitelj i blagajnik, i postavi ga Saherdan drugim (iza sebe), a bio je sin brata moga.

καὶ ἠξίωσεν Ἀχιάχαρος περὶ ἐμοῦ, καὶ ἦλθον εἰς Νινευῆ. Ἀχιάχαρος δὲ ἦν ὁ οἰνοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστής, καὶ κατέστησεν αὐτὸν ὁ Σαχερδονὸς ἐκ δευτέρας· ἦν δὲ ἐξάδελφός μου.

0