Stari zavet
I putovao je dok se oni ne približiše Nineviji.
ΚΑΙ ἐπορεύετο μέχρις οὗ ἐγγίσαι αὐτοὺς εἰς Νινευῆ. καὶ εἶπε Ραφαὴλ πρὸς Τωβίαν· οὐ γινώσκεις, ἀδελφέ, πῶς ἀφῆκας τὸν πατέρα σου;
I reče Rafailo Toviji: Zar ne znaš, brate, kako ostavi oca svoga?
προδράμωμεν ἔμπροσθεν τῆς γυναικός σου καὶ ἑτοιμάσωμεν τὴν οἰκίαν·
Da pohitamo ispred žene tvoje i pripremimo dom.
λαβὲ δὲ παρὰ χεῖρα τὴν χολὴν τοῦ ἰχθῦος. καὶ ἐπορεύθησαν, καὶ συνῆλθεν ὁ κύων ὄπισθεν αὐτῶν.
Neka ti bude pri ruci žuč od ribe. I putovaše, i priključi se pas iza njih.
καὶ Ἄννα ἐκάθητο περιβλεπομένη εἰς τὴν ὁδὸν τὸν παῖδα αὐτῆς·
A Ana je sjedjela pogledajući na put sina svoga.
καὶ προσενόησεν αὐτὸν ἐρχόμενον καὶ εἶπε τῷ πατρὶ αὐτοῦ· ἰδοὺ ὁ υἱός μου ἔρχεται καὶ ὁ ἄνθρωπος ὁ πορευθεὶς μετ᾿ αὐτοῦ.
I ugleda ga kako dolazi i reče ocu njegovom: Evo, sin tvoj dolazi i čovjek koji je pošao s njim.
καὶ Ραφαὴλ εἶπεν· ἐπίσταμαι ἐγὼ ὅτι ἀνοίξει τοὺς ὀφθαλμοὺς ὁ πατήρ σου.
I Rafailo reče: Ja znam da će otvoriti oči otac tvoj.
σὺ ἔγχρισον τὴν χολὴν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ δηχθεὶς διατρίψει καὶ ἀποβαλεῖται τὰ λευκώματα καὶ ὄψεταί σε.
Ti, dakle, pomaži žučem oči njegove, i ugrizen protrljaće (ih) i odbaciće bijelu i vidjeće te.
καὶ προσδραμοῦσα Ἄννα ἐπέπεσεν ἐπὶ τὸν τράχηλον τοῦ υἱοῦ αὐτῆς καὶ εἶπεν αὐτῷ· εἶδόν σε, παιδίον, ἀπὸ τοῦ νῦν ἀποθανοῦμαι καὶ ἔκλαυσαν ἀμφότεροι.
I potrčavši, Ana pade oko vrata sina svoga i reče mu: Vidjeh te, čedo, od sad (ne žalim) da umrem. I zaplakaše obadvoje.
καὶ Τωβὶτ ἐξήρχετο πρὸς τὴν θύραν καὶ προσέκοπτεν, ὁ δὲ υἱὸς αὐτοῦ προσέδραμεν αὐτῷ
A Tovit izlažaše prema vratima i spotače se; sin pak mu pritrča.
καὶ ἐπελάβετο τοῦ πατρὸς αὐτοῦ καὶ προσέπασε τὴν χολὴν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς αὐτοῦ λέγων· θάρσει, πάτερ.
I pridrža oca svoga i posu žuč na oči oca svoga govoreći: Budi hrabar, oče.
ὡς δὲ συνεδήχθησαν, διέτριψε τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ἐλεπίσθη ἀπὸ τῶν κάνθων τῶν ὀφθαλμῶν αὐτοῦ τὰ λευκώματα.
A kada biše ugrizene, on protrlja oči svoje, i odlijepi se od uglova očiju njegovih bijela.
καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ
I ugledavši sina svoga, pade mu oko vrata i zaplaka i reče:
καὶ ἔκλαυσε καὶ εἶπεν· εὐλογητὸς εἶ, ὁ Θεός, καὶ εὐλογητὸν τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας, καὶ εὐλογημένοι πάντες οἱ ἅγιοί σου ἄγγελοι· ὅτι ἐμαστίγωσας καὶ ἠλέησάς με, ἰδοὺ βλέπω Τωβίαν τὸν υἱόν μου.
Blagosloven si, Bože, i blagosloveno ime Tvoje u vjekove i blagosloveni svi sveti Tvoji anđeli; jer si me kaznio i pomilovao me; evo, vidim, Toviju sina svoga.
καὶ εἰσῆλθεν ὁ υἱὸς αὐτοῦ χαίρων καὶ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ τὰ μεγαλεῖα τὰ γενόμενα αὐτῷ ἐν τῇ Μηδίᾳ.
I uđe sin njegov radujući se i objavi ocu svome veličanstvena (djela) što mu se dogodiše u Midiji.
καὶ ἐξῆλθε Τωβὶτ εἰς συνάντησιν τῇ νύμφῃ αὐτοῦ χαίρων καὶ εὐλογῶν τὸν Θεὸν πρὸς τῇ πύλῃ Νινευῆ· καὶ ἐθαύμαζον οἱ θεωροῦντες αὐτὸν πορευόμενον, ὅτι ἔβλεψε.
I iziđe Tovit u sretanje snahi svojoj radujući se i blagosiljajući Boga, prema vratima Ninevije; divljahu se oni koji su ga vidjeli da ide, kako progleda, i Tovit svjedočaše pred njima da mu se smilova Bog.
καὶ Τωβὶτ ἐξωμολογεῖτο ἐνώπιον αὐτοῦ, ὅτι ἠλέησεν αὐτοὺς ὁ Θεός· καὶ ὡς ἤγγισε Τωβὶτ Σάρρᾳ τῇ νύμφῃ αὐτοῦ, κατευλόγησεν αὐτὴν λέγων· ἔλθοις ὑγιαίνουσα, θύγατερ· εὐλογητὸς ὁ Θεός, ὃς ἤγαγέ σε πρὸς ἡμᾶς, καὶ ὁ πατήρ σου καὶ ἡ μήτηρ σου. καὶ ἐγένετο χαρὰ πᾶσι τοῖς ἐν Νινευῆ ἀδελφοῖς αὐτοῦ.
I kada se približi Tovit Sari, snahi svojoj, blagoslovi je govoreći: Zdravo došla, kćeri; blagosloven Bog koji nam te dovede, i otac tvoj i majka tvoja.
καὶ παρεγένετο Ἀχιάχαρος καὶ Νασβὰς ὁ ἐξάδελφος αὐτοῦ,
I bi radost u Nineviji svoj braći njegovoj.
καὶ ἤχθη ὁ γάμος Τωβία μετ᾿ εὐφροσύνης ἡμέρας ἑπτά.
I dođe Ahiahar i Nasvas, sinovac njegov, i bi svadba Tovijina s veseljem sedam dana.