Stari zavet
U to vrijeme ne bješe cara u Izrailju, i u to vrijeme pleme Danovo tražaše sebi našljedstvo gdje bi nastavalo, jer mu do tada ne bješe dopalo našljedstvo među plemenima Izrailjevijem.
ΕΝ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἡ φυλὴ Δὰν ἐζήτει ἑαυτῇ κληρονομίαν κατοικῆσαι, ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν υἱῶν Ἰσραὴλ κληρονομία.
Zato poslaše sinovi Danovi iz porodice svoje pet ljudi između sebe, hrabre ljude od Saraje i Estaola, da uhode zemlju i dobro razmotre, i rekoše im: idite, razmotrite zemlju. I oni otidoše u goru Jefremovu u kuću Mišinu i zanoćiše ondje.
καὶ ἀπέστειλαν οἱ υἱοὶ Δὰν ἀπὸ δήμων αὐτῶν πέντε ἄνδρας υἱοὺς δυνάμεως ἀπὸ Σαραὰ καὶ ἀπὸ Ἐσθαὸλ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς· πορεύεσθε καὶ ἐξιχνιάσατε τὴν γῆν. καὶ ἦλθον ἕως ὄρους Ἐφραὶμ ἕως οἴκου Μιχαία καὶ ηὐλίσθησαν αὐτοὶ ἐκεῖ
I kad bijahu kod kuće Mišine, poznaše glas onoga mladića Levita, i svrativši se onamo rekoše mu: ko te dovede ovamo? i šta radiš tu? i šta ćeš tu?
ἐν οἴκῳ Μιχαία, καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ νεανίσκου τοῦ Λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ· τίς ἤνεγκέ σε ὧδε, καὶ σὺ τί ποιεῖς ἐν τῷ τόπῳ τούτῳ, καὶ τί σοι ὧδε;
A on im reče: tako i tako učini mi Miha, i najmi me da mu budem sveštenik.
καὶ εἶπε πρὸς αὐτούς· οὕτω καὶ οὕτως ἐποίησέ μοι Μιχαίας καὶ ἐμισθώσατό με, καὶ ἐγενόμην αὐτῷ εἰς ἱερέα.
A oni mu rekoše: upitaj Boga da znamo hoće li nam biti srećan put na koji pođosmo.
καὶ εἶπαν αὐτῷ· ἐπερώτησον δὴ ἐν τῷ Θεῷ, καὶ γνωσόμεθα εἰ εὐοδωθήσεται ἡ ὁδὸς ἡμῶν, ἐν ᾗ ἡμεῖς πορευόμεθα ἐν αὐτῇ.
A sveštenik im reče: idite s mirom; po volji je Gospodu put kojim idete.
καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς· πορεύεσθε ἐν εἰρήνῃ· ἐνώπιον Κυρίου ἡ ὁδὸς ὑμῶν, ἐν ᾗ πορεύεσθε ἐν αὐτῇ.
I tako pošavši onijeh pet ljudi dođoše u Lais, i vidješe tamošnji narod gdje živi bez straha po običaju Sidonskom, mirno i bez straha, i da nema nikoga u zemlji ko bi im čimgod dosađivao ili otimao vlast, i da su daleko od Sidonjana niti imaju šta s kim.
καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ ἦλθον εἰς Λαισά· καὶ εἶδαν τὸν λαὸν τὸν ἐν μέσῳ αὐτῆς καθήμενον ἐπ᾿ ἐλπίδι, ὡς κρίσις Σιδωνίων ἡσυχάζουσα, καὶ οὐκ ἔστι διατρέπων ἢ καταισχύνων λόγον ἐν τῇ γῇ, κληρονόμος ἐκπιέζων θησαυρούς, καὶ μακράν εἰσι Σιδωνίων καὶ λόγον οὐκ ἔχουσι πρὸς ἄνθρωπον.
Pa kad se vratiše k braći svojoj u Saraju i Estaol, rekoše im braća: što je?
καὶ ἦλθον οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραὰ καὶ Ἐσθαὸλ καὶ εἶπον τοῖς ἀδελφοῖς αὐτῶν· τί ὑμεῖς κάθησθε;
A oni rekoše: ustajte da idemo na njih; jer vidjesmo zemlju, i vrlo je dobra. I vi ne marite? nemojte se lijeniti, nego pohitajte da uzmete zemlju.
καὶ εἶπαν· ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾿ αὐτούς, ὅτι εἴδομεν τὴν γῆν καὶ ἰδοὺ ἀγαθὴ σφόδρα· καὶ ὑμεῖς ἡσυχάζετε; μὴ ὀκνήσητε τοῦ πορευθῆναι καὶ εἰσελθεῖν τοῦ κληρονομῆσαι τὴν γῆν.
Kad dođete, doći ćete k narodu bezbrižnom i u zemlju prostranu; jer je predade Bog u vaše ruke; to je mjesto gdje nema nedostataka ni u čem što ima na zemlji.
καὶ ἡνίκα ἐὰν ἔλθητε, εἰσελεύσεσθε πρὸς λαὸν ἐπ᾿ ἐλπίδι, καὶ ἡ γῆ πλατεῖα, ὅτι ἔδωκεν αὐτὴν ὁ Θεός ἐν χειρὶ ὑμῶν, τόπος, ὅπου οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ρήματος τῶν ἐν τῇ γῇ.
Tada pođoše odande iz Saraje i Estaola šest stotina ljudi od porodice Danove naoružanijeh.
Καὶ ἀπῇραν ἐκεῖθεν ἀπὸ δήμων τοῦ Δὰν ἀπὸ Σαραὰ καὶ ἀπὸ Ἐσθαὸλ ἑξακόσιοι ἄνδρες ἐζωσμένοι σκεύη παρατάξεως.
I otišavši stadoše u oko kod Kirijat-Jarima u Judi; zato se prozva ono mjesto Mahane-Dan do danas, i jest iza Kirijat-Jarima.
καὶ ἀνέβησαν καὶ παρενέβαλον ἐν Καριαθιαρὶμ ἐν Ἰούδα· διὰ τοῦτο ἐκλήθη ἐν ἐκείνῳ τῷ τόπῳ Παρεμβολὴ Δὰν ἕως τῆς ἡμέρας ταύτης, ἰδοὺ ὀπίσω Καριαθιαρίμ.
A odande pošavši u goru Jefremovu dođoše u kuću Mišinu.
καὶ παρῆλθον ἐκεῖθεν ὄρος Ἐφραὶμ καὶ ἦλθον ἕως οἴκου Μιχαία.
Tada progovoriše petorica što bijahu išli da uhode zemlju Laisku, i rekoše braći svojoj: znate li da u ovijem kućama ima oplećak i likova, i lik rezan i lik liven? Sada dakle gledajte što ćete raditi.
καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασθαι τὴν γῆν Λαισὰ καὶ εἶπαν πρὸς τοὺς ἀδελφούς· ἔγνωτε ὅτι ἐστὶν ἐν τῷ οἴκῳ τούτῳ ἐφὼδ καὶ θεραφὶν καὶ γλυπτὸν καὶ χωνευτόν; καὶ νῦν γνῶτε ὅ,τι ποιήσετε.
A oni svrativši se onamo uđoše u kuću gdje bješe mladić Levit, u kuću Mišinu, i upitaše ga za zdravlje.
καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσῆλθον εἰς τόν οἶκον τοῦ νεανίσκου τοῦ Λευίτου, εἰς τὸν οἶκον Μιχαία, καὶ ἠρώτησαν αὐτὸν εἰς εἰρήνην.
A šest stotina ljudi naoružanijeh od sinova Danovijeh stadoše pred vratima.
καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ ἀνεζωσμένοι τὰ σκεύη τῆς παρατάξεως αὐτῶν ἑστῶτες παρὰ θύρας τῆς πύλης, οἱ ἐκ τῶν υἱῶν Δάν.
A pet ljudi što bjehu išli da uhode zemlju otišavši uđoše i uzeše lik rezan i oplećak i likove i lik liven; a sveštenik stajaše na vratima sa šest stotina ljudi naoružanijeh.
καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γῆν καὶ εἰσῆλθον ἐκεῖ εἰς οἶκον Μιχαία, καὶ ὁ ἱερεὺς ἑστώς·
I oni što uđoše u kuću Mišinu kad uzeše lik rezani, oplećak, likove i lik liveni, sveštenik im reče: šta radite?
καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ ἐφὼδ καὶ τὸ θεραφὶν καὶ τὸ χωνευτόν. καὶ εἶπε πρὸς αὐτοὺς ὁ ἱερεύς· τί ὑμεῖς ποιεῖτε;
A oni mu rekoše: muči, metni ruku na usta, pa hajde s nama, i budi nam otac i sveštenik. Što ti je bolje, biti sveštenik kući jednoga čovjeka ili biti sveštenik plemenu i porodici u Izrailju?
καὶ εἶπαν αὐτῷ· κώφευσον, ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ δεῦρο μεθ᾿ ἡμῶν καὶ γένου ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα· μὴ ἀγαθὸν εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς ἢ γενέσθαι σε ἱερέα φυλῆς καὶ οἴκου εἰς δῆμον Ἰσραήλ;
I sveštenik se obradova u srcu, i uze oplećak i likove i lik rezani, i uđe među narod.
καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως, καὶ ἔλαβε τὸ ἐφὼδ καὶ τὸ θεραφὶν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ ἦλθεν ἐν μέσῳ τοῦ λαοῦ.
I okrenuvši se pođoše pustivši djecu i stoku i zaklade naprijed.
καὶ ἐπέστρεψαν καὶ ἀπῆλθαν· καὶ ἔθηκαν τὰ τέκνα καὶ τὴν κτῆσιν καὶ τὸ βάρος ἔμπροσθεν αὐτῶν.
A kad bijahu daleko od kuće Mišine, onda ljudi koji življahu u kućama blizu kuće Mišine skupiše se i pođoše u potjeru za sinovima Danovijem.
αὐτοὶ ἐμάκρυναν ἀπὸ οἴκου Μιχαία καὶ ἰδοὺ Μιχαίας καὶ οἱ ἄνδρες οἱ ἐν ταῖς οἰκίαις ταῖς μετὰ οἴκου Μιχαία ἐβόησαν καὶ κατελάβοντο τοὺς υἱοὺς Δάν.
I vikaše za sinovima Danovijem, a oni obazrevši se rekoše Miši: što ti je, te si skupio tolike ljude?
καὶ ἐπέστρεψαν οἱ υἱοὶ Δὰν τὸ πρόσωπον αὐτῶν καὶ εἶπαν τῷ Μιχαίᾳ· τί ἐστί σοι, ὅτι ἐβόησας;
A on reče: uzeli ste moje bogove koje sam načinio, i sveštenika, pa otidoste. Šta još imam? pa još kažete: što ti je?
καὶ εἶπε Μιχαίας· ὅτι τὸ γλυπτόν μου, ὃ ἐποίησα, ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἐπορεύθητε· καὶ τί μοι ἔτι; καὶ τί τοῦτο λέγετε πρός με· τί κράζεις;
A sinovi Danovi rekoše mu: nemoj da ti se čuje glas za nama, da ne bi udarili na vas ljudi gnjevni, te ćeš izgubiti dušu svoju i dušu doma svojega.
καὶ εἶπαν πρὸς αὐτὸν οἱ υἱοὶ Δάν· μὴ ἀκουσθήτω δὴ φωνή σου μεθ᾿ ἡμῶν, μή ποτε συναντήσωσιν ἡμῖν ἄνδρες πικροὶ ψυχῇ καὶ προσθήσουσι ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ οἴκου σου.
I sinovi Danovi otidoše svojim putem, a Miha videći da su jači od njega vrati se i otide kući svojoj.
καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δὰν εἰς ὁδὸν αὐτῶν· καὶ εἶδε Μιχαίας ὅτι δυνατώτεροί εἰσιν ὑπὲρ αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ.
I oni uzevši što bješe načinio Miha, i sveštenika, kojega imaše, dođoše u Lais k narodu mirnom i bezbrižnom; pa ih isjekoše oštrijem mačem, a grad upališe ognjem.
καὶ οἱ υἱοὶ Δὰν ἔλαβον ὃ ἐποίησε Μιχαίας, καὶ τὸν ἱερέα, ὃς ἦν αὐτῷ, καὶ ἦλθον ἐπὶ Λαισά, ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα ἐπ᾿ ἐλπίδι καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ρομφαίας καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί·
I ne bješe nikoga da ih izbavi; jer bijahu daleko od Sidona i ne imahu ništa ni s kim; a grad bijaše u dolini koja je kod Vet-Reova. Poslije sazidaše grad i naseliše se u njemu.
καὶ οὐκ ἦν ὁ ρυόμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπου, καὶ αὐτὴ ἐν τῇ κοιλάδι τοῦ οἴκου Ραάβ. καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατεσκήνωσαν ἐν αὐτῇ
I nazvaše grad Dan po imenu Dana oca svojega, koji se rodi Izrailju; a prije se grad zvaše Lais.
καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δὰν ἐν ὀνόματι Δὰν πατρὸς αὐτῶν, ὃς ἐτέχθη τῷ Ἰσραήλ· καὶ ἦν Οὐλαμαΐς ὄνομα τῆς πόλεως τὸ πρότερον.
I sinovi Danovi namjestiše sebi onaj lik rezani; a Jonatan sin Girsona sina Manasijina i sinovi njegovi bijahu sveštenici plemenu Danovu dokle se god ne iseli iz zemlje.
καὶ ἔστησαν ἑαυτοῖς οἱ υἱοὶ Δὰν τὸ γλυπτόν· καὶ Ἰωνάθαν υἱὸς Γηρσὼν υἱὸς Μανασσῆ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δὰν ἕως ἡμέρας τῆς ἀποικίας τῆς γῆς.
I namješten im stajaše onaj lik rezani, koji načini Miha, za sve vrijeme dokle dom Božji bijaše u Silomu.
καὶ ἔθηκαν ἑαυτοῖς τὸ γλυπτόν, ὃ ἐποίησε Μιχαίας πάσας τὰς ἡμέρας, ἃς ἦν ὁ οἶκος τοῦ Θεοῦ ἐν Σηλώμ.