Sudije 17

Stari zavet

1

A bijaše jedan čovjek iz gore Jefremove po imenu Miha.

ΚΑΙ ἐγένετο ἀνὴρ ἀπὸ ὄρους Ἐφραίμ, καὶ ὄνομα αὐτῷ Μιχαίας.

0
2

On reče materi svojoj: tisuća i sto srebrnika, što su ti ukradeni, za koje si klela i govorila preda mnom, evo, to je srebro u mene, ja sam ga uzeo. A mati mu reče: Gospod da te blagoslovi, sine!

καὶ εἶπε τῇ μητρὶ αὐτοῦ· οἱ χίλιοι καὶ ἑκατόν, οὓς ἔλαβες ἀργυρίου σεαυτῇ καί με ἠράσω καὶ προσεῖπας ἐν ὠσί μου, ἰδοὺ τὸ ἀργύριον παρ᾿ ἐμοί, ἐγὼ ἔλαβον αὐτό. καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ· εὐλογητὸς ὁ υἱός μου τῷ Κυρίῳ.

0
3

A kad vrati tisuću i sto srebrnika materi svojoj, reče mati njegova: to sam srebro posvetila Gospodu iz svoje ruke za tebe, sine moj, da se načini od njega lik rezan i liven; zato ti ga sada dajem natrag.

καὶ ἀπέδωκε τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ· ἁγιάζουσα ἡγίασα τὸ ἀργύριον τῷ Κυρίῳ ἐκ τῆς χειρός μου τῷ υἱῷ μου τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν, καὶ νῦν ἀποδώσω αὐτό σοι.

0
4

Ali on opet dade srebro materi svojoj, a mati uze dvjesta srebrnika i dade zlataru, a on načini od njega lik rezan i liven, te bijaše u kući Mišinoj.

καὶ ἀπέδωκε τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ· καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ διακοσίους ἀργυρίου καὶ ἔδωκεν αὐτὸ ἀργυροκόπῳ, καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν· καὶ ἐγενήθη ἐν οἴκῳ Μιχαία.

0
5

I taj Miha imaše kuću za bogove, i načini oplećak i likove, i posveti jednoga između sinova svojih da mu bude sveštenik.

καὶ ὁ οἶκος Μιχαία, αὐτῷ οἶκος Θεοῦ· καὶ ἐποίησεν ἐφὼδ καὶ θεραφὶν καὶ ἐπλήρωσε τὴν χεῖρα ἀπὸ ἑνὸς υἱῶν αὐτοῦ, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα.

0
6

U to vrijeme ne bješe cara u Izrailju: svaki činjaše što mu bijaše drago.

ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει.

0
7

A bješe jedan mladić iz Vitlejema Judina, od porodice Judine, koji bješe Levit i ondje boravljaše.

Καὶ ἐγενήθη νεανίας ἐκ Βηθλεὲμ δήμου Ἰούδα, καὶ αὐτὸς Λευίτης, καὶ οὗτος παρῴκει ἐκεῖ.

0
8

On otide iz toga grada, Vitlejema Judina, da se nastani gdje može; i idući svojim putem dođe u goru Jefremovu do kuće Mišine.

καὶ ἐπορεύθη ὁ ἀνὴρ ἀπὸ Βηθλεὲμ τῆς πόλεως Ἰούδα παροικῆσαι ἐν ᾧ ἐὰν εὕρῃ τόπῳ, καὶ ἦλθεν ἕως ὄρους Ἐφραὶμ καὶ ἕως οἴκου Μιχαία τοῦ ποιῆσαι ὁδὸν αὐτοῦ.

0
9

A Miha mu reče: otkuda ideš? Odgovori mu Levit: iz Vitlejema Judina, idem da se nastanim gdje mogu.

καὶ εἶπεν αὐτῷ Μιχαίας· πόθεν ἔρχῃ; καὶ εἶπε πρὸς αὐτόν· Λευίτης εἰμὶ ἐκ Βηθλεὲμ Ἰούδα, καὶ ἐγὼ πορεύομαι παροικῆσαι ἐν ᾧ ἐὰν εὕρω τόπῳ.

0
10

A Miha mu reče: ostani kod mene, i budi mi otac i sveštenik, a ja ću ti dati deset srebrnika na godinu i dvoje haljine i hranu. I otide Levit k njemu.

καὶ εἶπεν αὐτῷ Μιχαίας· κάθου μετ᾿ ἐμοῦ καὶ γίνου μοι εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέραν καὶ στολὴν ἱματίων καὶ τὰ πρὸς ζωήν σου.

0
11

I Levitu bi po volji da ostane kod njega, i bi mu taj mladić kao da mu je sin.

καὶ ἐπορεύθη ὁ Λευίτης καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί, καὶ ἐγενήθη ὁ νεανίας αὐτῷ ὡς εἷς ἀπὸ υἱῶν αὐτοῦ.

0
12

I Miha posveti Levita da mu je sveštenik taj mladić, i osta u kući Mišinoj.

καὶ ἐπλήρωσε Μιχαίας τὴν χεῖρα τοῦ Λευίτου, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα καὶ ἐγένετο ἐν τῷ οἴκῳ Μιχαία.

0
13

Tada reče Miha: sada znam da će mi Gospod učiniti dobro zato što imam Levita sveštenika.

καὶ εἶπε Μιχαίας· νῦν ἔγνων ὅτι ἀγαθυνεῖ μοι Κύριος, ὅτι ἐγένετό μοι ὁ Λευίτης εἰς ἱερέα.

0