Sudije 15

Stari zavet

1

A poslije nekoliko dana, o pšeničnoj žetvi, dođe Samson da pohodi ženu svoju donesavši joj jare, i reče: idem k ženi svojoj u ložnicu. Ali mu otac njezin ne dade da uđe.

ΚΑΙ ἐγένετο μεθ᾿ ἡμέρας ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐπεσκέψατο Σαμψὼν τὴν γυναῖκα αὐτοῦ ἐν ἐρίφῳ αἰγῶν καὶ εἶπεν· εἰσελεύσομαι πρὸς τὴν γυναῖκά μου καὶ εἰς τὸ ταμιεῖον· καὶ οὐκ ἔδωκεν αὐτὸν ὁ πατὴρ αὐτῆς εἰσελθεῖν.

0
2

Jer reče otac njezin: ja mišljah zacijelo da ti nije po volji, pa je dadoh drugu tvojemu; nego mlađa sestra njezina nije li ljepša od nje? uzmi nju mjesto one.

καὶ εἶπεν ὁ πατὴρ αὐτῆς λέγων· εἶπα ὅτι μισῶν ἐμίσησας αὐτήν, καὶ ἔδωκα αὐτὴν ἑνὶ τῶν ἐκ τῶν φίλων σου· μὴ οὐχὶ ἡ ἀδελφὴ αὐτῆς ἡ νεωτέρα ἀγαθωτέρα ὑπὲρ αὐτήν; ἔστω δή σοι ἀντὶ αὐτῆς.

0
3

A Samson im reče: ja neću biti kriv Filistejima kad im učinim zlo.

καὶ εἶπεν αὐτοῖς Σαμψών· ἠθώωμαι καὶ τὸ ἅπαξ ἀπὸ ἀλλοφύλων, ὅτι ποιῶ ἐγὼ μετ᾿ αὐτῶν πονηρίαν.

0
4

I otišavši Samson uhvati trista lisica, i uze luča, i sveza po dvije za repove, i metnu po jedan luč među dva repa,

καὶ ἐπορεύθη Σαμψὼν καὶ συνέλαβε τριακοσίας ἀλώπεκας καὶ ἔλαβε λαμπάδας καὶ ἐπέστρεψε κέρκον πρὸς κέρκον καὶ ἔθηκε λαμπάδα μίαν ἀναμέσον τῶν δύο κέρκων καὶ ἔδησε·

0
5

Pa zapali lučeve, i pusti u ljetinu Filistejsku, i popali ljetinu požnjevenu i nepožnjevenu, i vinograde i maslinike.

καὶ ἐξέκαυσε πῦρ ἐν ταῖς λαμπάσι καὶ ἐξαπέστειλεν ἐν τοῖς στάχυσι τῶν ἀλλοφύλων, καὶ ἐκάησαν ἀπὸ ἅλωνος καὶ ἕως σταχύων ὀρθῶν καὶ ἕως ἀμπελῶνος καὶ ἐλαίας.

0
6

Tada Filisteji rekoše: ko je to učinio? I odgovoriše: Samson zet Tamnaćaninov, jer mu uze ženu i dade je drugu njegovu. Tada dođoše Filisteji i spališe ognjem nju i oca njezina.

καὶ εἶπαν οἱ ἀλλόφυλοι· τίς ἐποίησε ταῦτα; καὶ εἶπαν· Σαμψὼν ὁ νυμφίος τοῦ Θαμνί, ὅτι ἔλαβε τὴν γυναῖκα αὐτοῦ καὶ ἔδωκεν αὐτὴν τῷ ἐκ τῶν φίλων αὐτοῦ· καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ ἐνέπρησαν αὐτὴν καὶ τὸν οἶκον τοῦ πατρὸς αὐτῆς ἐν πυρί.

0
7

A Samson im reče: ako ste i učinili tako, opet ću vam se osvetiti, pa ću se onda okaniti.

καὶ εἶπεν αὐτοῖς Σαμψών· ἐὰν ποιήσητε οὕτως ταύτην, ὅτι ἦ μὴν ἐκδικήσω ἐν ὑμῖν καὶ ἔσχατον κοπάσω.

0
8

I polomi ih ljuto nogama po bedrima: potom otide i nastani se u pećini od stijene Itama.

καὶ ἐπάταξεν αὐτοὺς κνήμην ἐπὶ μηρὸν πληγὴν μεγάλην· καὶ κατέβη καὶ ἐκάθισεν ἐν τρυμαλιᾷ τῆς πέτρας Ἠτάμ.

0
9

Tada izidoše Filisteji i stadoše u oko prema Judi, i raširiše se do Lehije.

Καὶ ἀνέβησαν οἱ ἀλλόφυλοι καὶ παρενέβαλον ἐν Ἰούδᾳ καὶ ἐξερρίφησαν ἐν Λεχί.

0
10

A ljudi od Jude rekoše: što ste izašli na nas? I odgovoriše: izašli smo da svežemo Samsona i da mu učinimo kako je on nama učinio.

καὶ εἶπαν ἀνὴρ Ἰούδα· εἰς τί ἀνέβητε ἐφ᾿ ἡμᾶς; καὶ εἶπον οἱ ἀλλόφυλοι· δῆσαι τὸν Σαμψὼν ἀνέβημεν καὶ ποιῆσαι αὐτῷ ὃν τρόπον ἐποίησεν ἡμῖν.

0
11

Tada izide tri tisuće ljudi iz Jude k pećini u stijeni Itamu, i rekoše Samsonu: ne znaš li da Filisteji vladaju nad nama? zašto si nam dakle to učinio? A on im reče: kako su oni meni učinili tako ja učinih njima.

καὶ κατέβησαν τρισχίλιοι ἀπὸ Ἰούδα ἄνδρες εἰς τρυμαλιὰν πέτρας Ἠτὰμ καὶ εἶπαν πρὸς Σαμψών· οὐκ οἶδας ὅτι κυριεύουσιν οἱ ἀλλόφυλοι ἡμῶν, καὶ τί τοῦτο ἐποίησας ἡμῖν; καὶ εἶπεν αὐτοῖς Σαμψών· ὃν τρόπον ἐποίησάν μοι, οὕτως ἐποίησα αὐτοῖς.

0
12

Oni mu rekoše: došli smo da te svežemo i predamo u ruke Filistejima. A Samson im reče: zakunite mi se da nećete vi uložiti na me.

καὶ εἶπαν αὐτῷ· δῆσαί σε κατέβημεν τοῦ δοῦναί σε ἐν χειρὶ ἀλλοφύλων. καὶ εἶπεν αὐτοῖς Σαμψών· ὀμόσατέ μοι μή ποτε συναντήσητε ἐν ἐμοὶ ὑμεῖς.

0
13

Oni mu odgovoriše i rekoše: nećemo; nego ćemo te samo svezati i predati u njihove ruke, ali te nećemo pogubiti. I svezaše ga u dva nova uža i odvedoše ga iz stijene.

καὶ εἶπον αὐτῷ λέγοντες· οὐχί, ὅτι ἀλλ᾿ ἢ δεσμῷ δήσομέν σε καὶ παραδώσομέν σε ἐν χειρὶ αὐτῶν καὶ θανάτῳ οὐ θανατώσομέν σε· καὶ ἔδησαν αὐτὸν ἐν δυσὶ καλωδίοις καινοῖς καὶ ἀνήνεγκαν αὐτὸν ἀπὸ τῆς πέτρας ἐκείνης.

0
14

I kad on dođe do Lehije, Filisteji ga sretoše vičući od radosti; a duh Gospodnji siđe na nj, i uža na rukama njegovima postaše kao konci izgorjeli od vatre, i spadoše sveze s ruku njegovijeh.

καὶ ἦλθον ἕως Σιαγόνος· καὶ οἱ ἀλλόφυλοι ἠλάλαξαν καὶ ἔδραμον εἰς συνάντησιν αὐτοῦ· καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα Κυρίου, καὶ ἐγενήθη τὰ καλώδια τὰ ἐπὶ βραχίοσιν αὐτοῦ ὡσεὶ στυππίον, ὃ ἐξεκαύθη ἐν πυρί, καὶ ἐτάκησαν δεσμοὶ αὐτοῦ ἀπὸ χειρῶν αὐτοῦ.

0
15

I on nađe čeljust magareću još sirovu, i pruživ ruku svoju uze je, i pobi njom tisuću ljudi.

καὶ εὗρε σιαγόνα ὄνου ἐξερριμένη καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ καὶ ἔλαβεν αὐτὴν καὶ ἐπάταξεν ἐν αὐτῇ χιλίους ἄνδρας.

0
16

Potom reče Samson: čeljušću magarećom jednu gomilu, dvije gomile, čeljušću magarećom pobih tisuću ljudi.

καὶ εἶπε Σαμψών· ἐν σιαγόνι ὄνου ἐξαλείφων ἐξήλειψα αὐτούς, ὅτι ἐν τῇ σιαγόνι τοῦ ὄνου ἐπάταξα χιλίους ἄνδρας.

0
17

A kad izreče, baci čeljust iz ruke svoje, i nazva ono mjesto Ramat-Lehija.

καὶ ἐγένετο ὡς ἐπαύσατο λαλῶν, καὶ ἔρριψε τὴν σιαγόνα ἐκ τῆς χειρὸς αὐτοῦ· καὶ ἐκάλεσε τὸν τόπον ἐκεῖνον Ἀναίρεσις σιαγόνος.

0
18

I bijaše žedan jako, te zavapi ka Gospodu i reče: ti si učinio rukom sluge svojega ovo izbavljenje veliko; a sada hoću li umrijeti od žeđi, ili ću pasti u ruke neobrezanima?

καὶ ἐδίψησε σφόδρα, καὶ ἔκλαυσε πρὸς Κύριον καὶ εἶπε· σὺ εὐδόκησας ἐν χειρὶ δούλου σου τὴν σωτηρίαν τὴν μεγάλην ταύτην, καὶ νῦν ἀποθανοῦμαι τῷ δίψει καὶ ἐμπεσοῦμαι ἐν χειρὶ τῶν ἀπεριτμήτων.

0
19

Tada Bog rascijepi stijenu u Lehiji, i proteče voda iz nje, te se napi, i povrati mu se duh i oživje. Zato se prozva onaj izvor En-Akore, koji je u Lehiji do današnjega dana.

καὶ ἔρρηξεν ὁ Θεὸς τὸν λάκκον τὸν ἐν τῇ σιαγόνι, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδωρ, καὶ ἔπιε, καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτοῦ καὶ ἔζησε. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς Πηγὴ τοῦ ἐπικαλουμένου, ἥ ἐστιν ἐν Σιαγόνι, ἕως τῆς ἡμέρας ταύτης.

0
20

I bi sudija Izrailju za vremena Filistejskoga dvadeset godina.

καὶ ἔκρινε τὸν Ἰσραὴλ ἐν ἡμέραις ἀλλοφύλων εἴκοσιν ἔτη.

0