Stari zavet
I siđe Samson u Tamnat, i vidje ondje jednu djevojku između kćeri Filistejskih.
ΚΑΙ κατέβη Σαμψὼν εἰς Θαμναθὰ καὶ εἶδε γυναῖκα ἐν Θαμναθὰ ἀπὸ τῶν θυγατέρων τῶν ἀλλοφύλων.
I vrativši se kaza ocu svojemu i materi svojoj govoreći: vidjeh djevojku u Tamnatu između kćeri Filistejskih; oženite me njom.
καὶ ἀνέβη καὶ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ καὶ εἶπε· γυναῖκα ἑώρακα ἐν Θαμναθὰ ἀπὸ τῶν θυγατέρων Φυλιστιΐμ, καὶ νῦν λάβετε αὐτὴν ἐμοὶ εἰς γυναῖκα.
A otac i mati rekoše mu: zar nema djevojke među kćerima tvoje braće u svem narodu mom, da ideš da se oženiš između Filisteja neobrezanijeh? A Samson odgovori ocu svojemu: njom me oženi, jer mi je ona omiljela.
καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ· μὴ οὐκ εἰσὶ θυγατέρες τῶν ἀδελφῶν σου καὶ ἐκ παντὸς τοῦ λαοῦ μου γυνή, ὅτι σὺ πορεύῃ λαβεῖν γυναῖκα ἀπὸ τῶν ἀλλοφύλων τῶν ἀπεριτμήτων; καὶ εἶπε Σαμψὼν πρὸς τὸν πατέρα αὐτοῦ· ταύτην λάβε μοι, ὅτι αὔτη εὐθεῖα ἐν ὀφθαλμοῖς μου.
A otac i mati njegova ne znadijahu da je to od Gospoda, i da traži zadjevicu s Filistejima; jer u ono vrijeme Filisteji vladahu sinovima Izrailjevijem.
καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ οὐκ ἔγνωσαν ὅτι παρὰ Κυρίου ἐστίν, ὅτι ἐκδίκησιν αὐτὸς ζητεῖ ἐκ τῶν ἀλλοφύλων· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ οἱ ἀλλόφυλοι κυριεύοντες ἐν Ἰσραήλ.
I tako side Samson s ocem svojim i s materom svojom u Tamnat, i kad dođoše do vinograda Tamnatskih, gle, mlad lav ričući sukobi ga.
καὶ κατέβη Σαμψὼν καὶ ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ εἰς Θαμναθά. καὶ ἦλθεν ἕως τοῦ ἀμπελῶνος Θαμναθά, καὶ ἰδοὺ σκύμνος λέοντος ὠρυόμενος εἰς συνάντησιν αὐτοῦ·
I duh Gospodnji side na nj, te rastrže lava kao jare nemajući ništa u ruci: i ne kaza ocu ni materi šta je učinio.
καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα Κυρίου, καὶ συνέτριψεν αὐτόν, ὡσεὶ συντρίψει ἔριφον αἰγῶν, καὶ οὐδὲν ἦν ἐν ταῖς χερσὶν αὐτοῦ. καὶ οὐκ ἀπήγγειλε τῷ πατρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ ὃ ἐποίησε.
I tako došavši govori s djevojkom, i ona omilje Samsonu.
καὶ κατέβησαν καὶ ἐλάλησαν τῇ γυναικί, καὶ ηὐθύνθη ἐν ὀφθαλμοῖς Σαμψών.
A poslije nekoliko dana idući opet da je odvede, svrne da vidi mrtvoga lava; a gle, u mrtvom lavu roj pčela i med.
καὶ ὑπέστρεψε μεθ᾿ ἡμέρας λαβεῖν αὐτὴν καὶ ἐξέκλινεν ἰδεῖν τὸ πτῶμα τοῦ λέοντος, καὶ ἰδοὺ συναγωγὴ μελισσῶν ἐν τῷ στόματι τοῦ λέοντος καὶ μέλι.
I izvadi ga u ruku, i pođe putem jedući; i kad dođe k ocu i materi, dade im te jedoše; ali im ne reče da je iz mrtvoga lava izvadio med.
καὶ ἐξεῖλεν αὐτὸ εἰς χεῖρας αὐτοῦ καὶ ἐπορεύετο πορευόμενος καὶ ἐσθίων· καὶ ἐπορεύθη πρὸς τὸν πατέρα αὐτοῦ καὶ πρὸς τὴν μητέρα αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς, καὶ ἔφαγον· καὶ οὐκ ἀνήγγειλεν αὐτοῖς ὅτι ἀπὸ στόματος τοῦ λέοντος ἐξεῖλε τὸ μέλι.
I tako dođe otac njegov k onoj djevojci, i Samson učini ondje veselje, jer tako činjahu momci.
καὶ κατέβη ὁ πατὴρ αὐτοῦ πρὸς τὴν γυναῖκα· καὶ ἐποίησεν ἐκεῖ Σαμψὼν πότον ἡμέρας ἑπτά, ὅτι οὕτως ποιοῦσιν οἱ νεανίσκοι.
I kad ga vidješe Filisteji, izabraše trideset druga da budu s njim.
καὶ ἐγένετο ὅτε εἶδον αὐτόν, καὶ ἔλαβον τριάκοντα κλητούς, καὶ ἦσαν μετ᾿ αὐτοῦ.
I reče im Samson: ja ću vam zagonenuti zagonetku, pa ako mi je odgonenete za sedam dana dok je veselje i pogodite, daću vam trideset košulja i tridesetore svečane haljine.
καὶ εἶπεν αὐτοῖς Σαμψών· πρόβλημα ὑμῖν προβάλλομαι· ἐὰν ἀπαγγέλλοντες ἀπαγγείλητε αὐτὸ ἐν ταῖς ἑπτὰ ἡμέραις τοῦ πότου καὶ εὕρητε, δώσω ὑμῖν τριάκοντα σινδόνας καὶ τριάκοντα στολὰς ἱματίων·
Ako li ne odgonenete, vi ćete dati meni trideset košulja i tridesetore svečane haljine. A oni mu rekoše: zagoneni zagonetku svoju, da čujemo.
καὶ ἐὰν μὴ δύνησθε ἀπαγγεῖλαί μοι, δώσετε ὑμεῖς ἐμοὶ τριάκοντα ὀθόνια καὶ τριάκοντα ἀλλασσομένας στολὰς ἱματίων· καὶ εἶπαν αὐτῷ· προβάλλου τὸ πρόβλημά σου, καὶ ἀκουσόμεθα αὐτό.
Tada im reče: od onoga koji jede izide jelo, i od ljutoga izide slatko. I ne mogoše odgonenuti zagonetke tri dana.
καὶ εἶπεν αὐτοῖς· τί βρωτὸν ἐξῆλθεν ἐκ βιβρώσκοντος καὶ ἀπὸ ἰσχυροῦ γλυκύ; καὶ οὐκ ἠδύναντο ἀπαγγεῖλαι τὸ πρόβλημα ἐπί τρεῖς ἡμέρας.
I sedmi dan rekoše ženi Samsonovoj: nagovori muža svojega da nam kaže zagonetku, ili ćemo spaliti ognjem tebe i dom oca tvojega. Jeste li nas zato pozvali da nam uzmete imanje? je li tako?
καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ εἶπαν τῇ γυναικὶ Σαμψών· ἀπάτησον δὴ τὸν ἄνδρα σου καὶ ἀπαγγειλάτω σοι τὸ πρόβλημα, μή ποτε κατακαύσωμέν σε καὶ τὸν οἶκον τοῦ πατρός σου ἐν πυρί· ἦ ἐκβιάσαι ἡμᾶς κεκλήκατε;
I stade plakati žena Samsonova pred njim govoreći: ti mrziš na me, i ti me ne ljubiš; zagonenuo si zagonetku sinovima naroda mojega, a nećeš meni da je kažeš. A on joj reče: gle, ni ocu svojemu ni materi svojoj nijesam je kazao, a tebi da je kažem?
καὶ ἔκλαυσεν ἡ γυνὴ Σαμψὼν πρὸς αὐτὸν καὶ εἶπε· πλὴν μεμίσηκάς με καὶ οὐκ ἠγάπησάς με, ὅτι τὸ πρόβλημα, ὃ προεβάλου τοῖς υἱοῖς τοῦ λαοῦ μου, οὐκ ἀπήγγειλάς μοι αὐτό· καὶ εἶπεν αὐτῇ Σαμψών· εἰ τῷ πατρί μου καὶ τῇ μητρί μου οὐκ ἀπήγγελκα, σοὶ ἀπαγγείλω;
I ona plaka pred njim za sedam dana dokle trajaše veselje. A sedmi dan kaza joj, jer bješe navalila na nj; a ona kaza zagonetku sinovima naroda svojega.
καὶ ἔκλαυσε πρὸς αὐτὸν ἐπὶ τὰς ἑπτὰ ἡμέρας, ἃς ἦν αὐτοῖς ὁ πότος· καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπήγγειλεν αὐτῇ, ὅτι παρηνώχλησεν αὐτῷ· καὶ αὐτὴ ἀπήγγειλε τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς.
Tada mu rekoše ljudi grada onoga sedmi dan dok sunce ne zađe: šta je slađe od meda, i šta je ljuće od lava? A on im reče: da nijeste orali na mojoj junici, ne biste pogodili moje zagonetke.
καὶ εἶπαν αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον· τί γλυκύτερον μέλιτος, καὶ τί ἰσχυρότερον λέοντος; καὶ εἶπεν αὐτοῖς Σαμψών· εἰ μὴ ἠροτριάσατε ἐν τῇ δαμάλει μου, οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου.
I dođe na nj duh Gospodnji, te siđe u Askalon, i pobi ondje trideset ljudi, i uze odijelo s njih i dade svečane haljine onima koji odgonenuše zagonetku; i rasrdi se vrlo i otide kući oca svojega.
καὶ ἥλατο ἐπ᾿ αὐτὸν πνεῦμα Κυρίου, καὶ κατέβη εἰς Ἀσκάλωνα καὶ ἐπάταξεν ἐξ αὐτῶν τριάκοντα ἄνδρας καὶ ἔλαβε τὰ ἱμάτια αὐτῶν καὶ ἔδωκε τὰς στολὰς τοῖς ἀπαγγείλασι τὸ πρόβλημα. καὶ ὠργίσθη θυμῷ Σαμψὼν καὶ ἀνέβη εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ.
A žena Samsonova udade se za druga njegova, s kojim se bijaše udružio.
καὶ ἐγένετο ἡ γυνὴ Σαμψὼν ἑνὶ τῶν φίλων αὐτοῦ, ὧν ἐφιλίασεν.