Stari zavet
Riječ Gospodnja koja dođe Sofoniji sinu Husija sina Godolije sina Amarije sina Jezekijina, za vremena Josije sina Amonova, cara Judina.
ΛΟΓΟΣ Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφονίαν τὸν τοῦ Χουσί, υἱὸν Γοδολίου, τοῦ Ἀμορίου, τοῦ Ἐζεκίου, ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἀμὼν βασιλέως Ἰούδα.
Sve ću uzeti sa zemlje, govori Gospod;
Ἐκλείψει ἐκλιπέτω ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος,
Uzeću ljude i stoku, uzeću ptice nebeske i ribe morske i sablazni s bezbožnicima, i istrijebiću ljude sa zemlje, govori Gospod.
ἐκλιπέτω ἄνθρωπος καὶ κτήνη, ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης, καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος.
Jer ću mahnuti rukom svojom na Judu i na sve stanovnike Jerusalimske, i istrijebiću iz mjesta ovoga ostatak Valov i ime sveštenika idolskih s drugim sveštenicima,
καί ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ Ἰούδαν καὶ ἐπί πάντας τοὺς κατοικοῦντας Ἱερουσαλὴμ καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῆς Βάαλ καὶ τὰ ὀνόματα τῶν ἱερέων
I one koji se klanjaju na krovovima vojsci nebeskoj i koji se klanjaju i kunu se Gospodom i koji se kunu Melhomom.
καὶ τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ Κυρίου καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν
I one koji se odvraćaju od Gospoda i koji ne traže Gospoda niti pitaju za nj.
καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ Κυρίου καὶ τοὺς μή ζητοῦντας τὸν Κύριον καὶ τοὺς μὴ ἀντεχομένους τοῦ Κυρίου.
Muči pred Gospodom Gospodom, jer je blizu dan Gospodnji, jer je Gospod prigotovio žrtvu i pozvao svoje zvanice.
Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ, διότι ἐγγὺς ἡμέρα τοῦ Κυρίου, ὅτι ἡτοίμακε Κύριος τὴν θυσίαν αὐτοῦ, καὶ ἡγίακε τοὺς κλητοὺς αὐτοῦ.
I u dan žrtve Gospodnje pohodiću knezove i carske sinove i sve koji nose tuđinsko odijelo.
καὶ ἔσται ἐν ἡμέρᾳ θυσίας Κυρίου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια·
I pohodiću u taj dan sve koji skaču preko praga, koji pune kuću gospodara svojih grabežem i prijevarom.
καὶ ἐκδικήσω ἐπὶ πάντας ἐμφανῶς ἐπὶ τὰ πρόπυλα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοὺς πληροῦντας τὸν οἶκον Κυρίου Θεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου.
I u taj će dan, veli Gospod, biti vika od ribljih vrata, i jauk s druge strane, i polom velik s humova.
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, φωνὴ κραυγῆς ἀπὸ πύλης ἀποκεντούντων καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν.
Ridajte koji živite u Maktesu, jer izgibe sav narod trgovački, istrijebiše se svi koji nose srebro.
θρηνήσατε, οἱ κατοικοῦντες τὴν κατακεκομμένην, ὅτι ὡμοιώθη πᾶς ὁ λαὸς Χαναάν, ἐξωλοθρεύθησαν πάντες οἱ ἐπῃρμένοι ἀργυρίῳ.
I u to ću vrijeme razgledati Jerusalim sa žišcima, i pohodiću ljude koji leže na svojoj droždini, koji govore u srcu svom: Gospod ne čini ni dobro ni zlo.
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξερευνήσω τὴν Ἱερουσαλὴμ μετὰ λύχνου καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας ἐπὶ τὰ φυλάγματα αὐτῶν. οἱ δὲ λέγοντες ἐν ταῖς καρδίαις αὐτῶν· οὐ μὴ ἀγαθοποιήσῃ Κύριος, οὐδ᾿ οὐ μὴ κακώσῃ,
I blago će se njihovo razgrabiti i kuće njihove opustošiti; grade kuće, ali neće sjedjeti u njima; i sade vinograde, ali neće piti vina iz njih.
καὶ ἔσται ἡ δύναμις αὐτῶν εἰς διαρπαγὴν καὶ οἱ οἶκοι αὐτῶν εἰς ἀφανισμόν, καὶ οἰκοδομήσουσιν οἰκίας καὶ οὐ μὴ κατοικήσουσιν ἐν αὐταῖς καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ οὐ μὴ πίωσι τὸν οἶνον αὐτῶν.
Blizu je veliki dan Gospodnji, blizu je i ide vrlo brzo; glas će biti dana Gospodnjega, gorko će tada vikati junak.
¨Οτι ἐγγὺς ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα· φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται.
Taj je dan dan, kada će biti gnjev, dan, kada će biti tuga i muka, dan, kada će biti pustošenje i zatiranje, dan, kada će biti mrak i tama, dan, kada će biti oblak i magla,
δυνατὴ ἡμέρα ὀργῆς ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα γνόφου καὶ σκότους, ἡμέρα νεφέλης καὶ ὁμίχλης,
Dan, kada će biti trubljenje i poklič na tvrde gradove i na visoke uglove.
ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς.
I pritijesniću ljude, te će ići kao slijepi, jer zgriješiše Gospodu; i krv će se njihova prosuti kao prah i tjelesa njihova kao gnoj.
καὶ ἐκθλίψω τοὺς ἀνθρώπους, καὶ πορεύσονται ὡς τυφλοί, ὅτι τῷ Κυρίῳ ἐξήμαρτον· καὶ ἐκχεεῖ τὸ αἷμα αὐτῶν ὡς χοῦν καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα.
Ni srebro njihovo ni zlato njihovo neće ih moći izbaviti u dan gnjeva Gospodnjega; i svu će zemlju proždrijeti oganj revnosti njegove; jer će brzo učiniti kraj svjema stanovnicima zemaljskim.
καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου, καὶ ἐν πυρὶ ζήλου αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ, διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.