Stari zavet
Sjećanje na Josiju je poput tamjana napravljenog trudom mirovarioca: u svakim ustima biće kao med sladosno i kao muzika na gozbi vina.
ΜΝΗΜΟΣΥΝΟΝ Ἰωσίου εἰς σύνθεσιν θυμιάματος ἐσκευασμένον ἔργῳ μυρεψοῦ· ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου.
On se usmjerio na obraćanje naroda i iskorijeni mrzost bezakonja;
αὐτὸς κατηυθύνθη ἐν ἐπιστροφῇ λαοῦ καὶ ἐξῇρε βδελύγματα ἀνομίας·
Usmjeri ka Gospodu srce svoje, u dane bezakonika utvrdi blagočešće.
κατεύθυνε πρὸς Κύριον τὴν καρδίαν αὐτοῦ, ἐν ἡμέραις ἀνόμων κατίσχυσε τὴν εὐσέβειαν.
Izuzev Davida i Jezekije i Josije, svi sagrješenjem sagriješiše; jer ostaviše Zakon Višnjega, a carevi Judini nestadoše:
Πάρεξ Δαυὶδ καὶ Ἐζεκίου καὶ Ἰωσίου, πάντες πλημμέλειαν ἐπλημμέλησαν· κατέλιπον γὰρ τὸν νόμον τοῦ Ὑψίστου, οἱ βασιλεῖς Ἰούδα ἐξέλιπον·
Jer dadoše moć svoju drugima i slavu svoju narodu tuđemu.
ἔδωκαν γὰρ τὸ κέρας αὐτῶν ἑτέροις καὶ τὴν δόξαν αὐτῶν ἔθνει ἀλλοτρίῳ.
Sažegoše izabrani grad svetinje i opustošiše puteve njegove,
ἐνεπύρισαν ἐκλεκτὴν πόλιν ἁγιάσματος καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς ἐν χειρὶ Ἱερεμίου·
Rukom Jeremijinom; jer zlo mu učiniše, a on u materici bi posvećen za proroka, da iskorjenjava, poražava i pogubljuje, a takođe da izgrađuje i zasađuje.
ἐκάκωσαν γὰρ αὐτόν, καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσθη προφήτης ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν, ὡσαύτως οἰκοδομεῖν καὶ καταφυτεύειν.
Jezekilj je vidio javljanje Slave koju mu (Bog) pokaza na kolesnici heruvimskoj;
Ἰεζεκιὴλ ὃς εἶδεν ὅρασιν δόξης, ἣν ὑπέδειξεν αὐτῷ ἐπὶ ἅρματος Χερουβίμ·
Jer se sjeti neprijatelja u vidu kiše i činjenja dobra ispravljajući puteve (naroda).
καὶ γὰρ ἐμνήσθη τῶν ἐχθρῶν ἐν ὄμβρῳ καὶ ἀγαθῶσαι τοὺς εὐθύνοντας ὁδούς.
A dvanaest proroka kosti neka procvjetaju na mjestu njihovom; jer utješi (Gospod) Jakova i njih izbavi vjerom nade.
καὶ τῶν δώδεκα προφητῶν τὰ ὀστᾶ ἀναθάλοι ἐκ τοῦ τόπου αὐτῶν· παρεκάλεσε δὲ τὸν Ἰακὼβ καὶ ἐλυτρώσατο αὐτοὺς ἐν πίστει ἐλπίδος.
Kako da proslavimo Zorovavelja? On je kao pečat na desnoj ruci,
Πῶς μεγαλύνωμεν τὸν Ζοροβάβελ; καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξιᾶς χειρός,
Tako i Isus, sin Josedekov; oni u dane svoje sagradiše dom i uzvisiše Hram sveti Gospodu, prigotovljen za slavu vječnu.
οὕτως Ἰησοῦς υἱὸς Ἰωσεδέκ, οἳ ἐν ἡμέραις αὐτῶν ᾠκοδόμησαν οἶκον καὶ ἀνύψωσαν λαὸν ἅγιον Κυρίῳ ἡτοιμασμένον εἰς δόξαν αἰῶνος.
Veliki je spomen i Neemije koji nam podiže zidove pale (Grada) i postavi vrata i prijevore i obnovi domove naše.
καὶ Νεεμίου ἐπὶ πολὺ τὸ μνημόσυνον τοῦ ἐγείραντος ἡμῖν τείχη πεπτωκότα καὶ στήσαντος πύλας καὶ μοχλοὺς καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμῶν.
Niko na zemlji nije bio sazdan takav kao Enoh; jer on bi uzet sa zemlje.
Οὐδὲ εἷς ἐκτίσθη οἷος Ἐνὼχ τοιοῦτος ἐπὶ τῆς γῆς· καὶ γὰρ αὐτὸς ἀνελήφθη ἀπὸ τῆς γῆς.
Niti se rodi muž ravan Josifu: vođa braće, tvrđa naroda, i kosti njegove biše sačuvane.
οὐδὲ ὡς Ἰωσὴφ ἐγεννήθη ἀνὴρ ἡγούμενος ἀδελφῶν, στήριγμα λαοῦ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπεσκέπησαν.
Sim i Sit među ljudima se proslaviše, i iznad svakog živog stvora, Adam pri stvaranju.
Σὴμ καὶ Σὴθ ἐν ἀνθρώποις ἐδοξάσθησαν καὶ ὑπὲρ πᾶν ζῷον ἐν τῇ κτίσει Ἀδάμ.