Psalam 72

Stari zavet

1

Bože, daj caru sud svoj, i pravdu svoju sinu carevu:

Εἰς Σαλωμών. Ο ΘΕΟΣ, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως

0
2

On će suditi narodu tvojemu po pravdi, i nevoljnicima tvojim po pravici.

κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει.

0
3

Rodiće narodu gore mirom, i humovi pravdom.

ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ σου καὶ οἱ βουνοὶ δικαιοσύνην.

0
4

On će suditi nevoljnima u narodu, pomoći će sinovima ništega, i nasilnika će oboriti,

κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων καὶ ταπεινώσει συκοφάντην

0
5

Bojaće se tebe dok je sunca i mjeseca, od koljena do koljena.

καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν.

0
6

Sići će kao dažd na pokošenu livadu, kao kaplje koje porašaju zemlju.

καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.

0
7

Procvjetaće u dane njegove pravednik i svuda mir dokle teče mjeseca.

ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη.

0
8

Vladaće od mora do mora, i od rijeke do krajeva zemaljskih.

καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.

0
9

Pred njim će popadati divljaci, i neprijatelji njegovi prah će lizati.

ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι.

0
10

Carevi Tarsiski i ostrvljani donijeće dare, carevi Šavski i Savski daće danak.

βασιλεῖς Θαρσὶς καὶ νῆσοι δῶρα προσοίσουσι, βασιλεῖς Ἀράβων καὶ Σαβᾶ δῶρα προσάξουσι.

0
11

Klanjaće mu se svi carevi, svi narodi biće mu pokorni.

καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.

0
12

Jer će izbaviti ubogoga koji cvili i nevoljnoga koji nema pomoćnika.

ὅτι ἐρρύσατο πτωχὸν ἐκ δυνάστου καὶ πένητα, ᾧ οὐχ ὑπῆρχε βοηθός.

0
13

Biće milostiv ništemu i ubogom, i duše će jadnima spasti.

φείσεται πτωχοῦ καὶ πένητος καὶ ψυχὰς πενήτων σώσει.

0
14

Od prijevare i nasilja iskupiće duše njihove, i skupa će biti krv njihova pred očima njegovima.

ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν, καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον αὐτῶν.

0
15

Oni će dobro živjeti, i donijeće mu zlato iz Šave; i svagda će se moliti za njega, i svaki će ga dan blagosiljati.

καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός, ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν.

0
16

Biće pšenice na zemlji izobila; po vrhovima gorskim lelijaće se klasje njezino kao Livanska šuma, i po gradovima cvjetaće ljudi kao trava na zemlji.

ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ᾿ ἄκρων τῶν ὀρέων· ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.

0
17

Ime će njegovo biti uvijek; dokle teče sunca, ime će njegovo rasti. Blagosloviće se u njemu, svi će ga narodi zvati blaženim.

ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.

0
18

Blagosloven Gospod Bog, Bog Izrailjev, koji jedan čini čudesa!

εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος,

0
19

I blagosloveno slavno ime njegovo uvijek! slave njegove napuniće se sva zemlja. Amin i amin.

καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. γένοιτο, γένοιτο. Ἐξέλιπον οἱ ὕμνοι Δαυΐδ τοῦ υἱοῦ Ἰεσσαί.

0
20

Svršiše se molitve Davida, sina Jesejeva.

0