Poslovice 2

Stari zavet

1

Sine moj, ako primiš riječi moje, i zapovijesti moje sahraniš kod sebe,

ΥΙΕ, ἐὰν δεξάμενος ρῆσιν ἐμῆς ἐντολῆς κρύψῃς παρὰ σεαυτῷ,

0
2

Da pazi uho tvoje na mudrost, i prigneš srce svoje k razumu,

ὑπακούσεται σοφία τὸ οὖς σου, καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν, παραβαλεῖς δὲ αὐτὴν ἐπὶ νουθέτησιν τῷ υἱῷ σου.

0
3

Ako prizoveš mudrost, i k razumu podigneš glas svoj,

ἐὰν γὰρ τὴν σοφίαν ἐπικαλέσῃ καὶ τῇ συνέσει δῷς φωνήν σου, τὴν δὲ αἴσθησιν ζητήσῃς μεγάλῃ τῇ φωνῇ,

1
4

Ako ga ustražiš kao srebro, i kao sakriveno blago ako dobro ustražiš;

καὶ ἐὰν ζητήσῃς αὐτὴν ὡς ἀργύριον καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν,

0
5

Tada ćeš razumjeti strah Gospodnji, i poznanje Božije naći ćeš.

τότε συνήσεις φόβον Κυρίου καὶ ἐπίγνωσιν Θεοῦ εὑρήσεις.

0
6

Jer Gospod daje mudrost, iz njegovijeh usta dolazi znanje i razum.

ὅτι Κύριος δίδωσι σοφίαν, καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις·

0
7

Čuva pravima što doista jest, štit je onima koji hode u bezazlenosti,

καὶ θησαυρίζει τοῖς κατορθοῦσι σωτηρίαν, ὑπερασπιεῖ τὴν πορείαν αὐτῶν

0
8

Da bi se držali staza pravijeh, a on čuva put svetaca svojih.

τοῦ φυλάξαι ὁδοὺς δικαιωμάτων καὶ ὁδὸν εὐλαβουμένων αὐτὸν διαφυλάξει.

0
9

Tada ćeš razumjeti pravdu i sud i što je pravo, i svaki dobri put.

τότε συνήσεις δικαιοσύνην καὶ κρίμα καὶ κατορθώσεις πάντας ἄξονας ἀγαθούς.

0
10

Kad dođe mudrost u srce tvoje, i znanje omili duši tvojoj,

ἐὰν γὰρ ἔλθῃ ἡ σοφία εἰς σὴν διάνοιαν, ἡ δὲ αἴσθησις τῇ σῇ ψυχῇ καλὴ εἶναι δόξῃ,

0
11

Pomnjivost će paziti na te, razum će te čuvati,

βουλὴ καλὴ φυλάξει σε, ἔννοια δὲ ὁσία τηρήσει σε,

0
12

Izbavljajući te od zla puta, od ljudi koji govore opake stvari,

ἵνα ρύσηταί σε ἀπὸ ὁδοῦ κακῆς καὶ ἀπὸ ἀνδρὸς λαλοῦντος μηδὲν πιστόν.

0
13

Koji ostavljaju prave pute da idu putovima mračnijem,

ὦ οἱ ἐγκαταλείποντες ὁδοὺς εὐθείας τοῦ πορεύεσθαι ἐν ὁδοῖς σκότους·

0
14

Koji se raduju zlo čineći, i igraju u zlijem opačinama;

οἱ εὐφραινόμενοι ἐπὶ κακοῖς καὶ χαίροντες ἐπὶ διαστροφῇ κακῆ·

0
15

Kojih su putovi krivi, i sami su opaki na stazama svojim;

ὧν αἱ τρίβοι σκολίαι καὶ καμπύλαι αἱ τροχιαὶ αὐτῶν

0
16

Izbavljajući te od žene tuđe, od tuđinke, koja laska svojim riječima,

τοῦ μακράν σε ποιῆσαι ἀπὸ ὁδοῦ εὐθείας καὶ ἀλλότριον τῆς δικαίας γνώμης.

0
17

Koja ostavlja vođa mladosti svoje, i zaboravlja zavjet Boga svojega.

υἱέ, μή σὲ καταλάβῃ κακὴ βουλή, ἡ ἀπολιποῦσα διδασκαλίαν νεότητος καὶ διαθήκην θείαν ἐπιλελησμένη·

0
18

Jer k smrti vodi dom njezin, i k mrtvima staze njezine.

ἔθετο γὰρ παρὰ τῷ θανάτῳ τὸν οἶκον αὐτῆς καὶ παρὰ τῷ ἅδῃ μετὰ τῶν γηγενῶν τοὺς ἄξονας αὐτῆς.

0
19

Ko god uđe k njoj ne vraća se, niti izlazi na put životni.

πάντες οἱ πορευόμενοι ἐν αὐτῇ οὐκ ἀναστρέψουσιν, οὐδὲ μὴ καταλάβωσι τρίβους εὐθείας· οὐ γὰρ καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς.

0
20

Zato hodi putem dobrijeh, i drži se staza pravedničkih.

εἰ γὰρ ἐπορεύοντο τρίβους ἀγαθάς, εὕροσαν ἂν τρίβους δικαιοσύνης λείας.

0
21

Jer će pravednici nastavati na zemlji, i bezazleni će ostati na njoj.

χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ· ὅτι εὐθεῖς κατασκηνώσουσι γῆν, καὶ ὅσιοι ὑπολειφθήσονται ἐν αὐτῇ.

0
22

A bezbožni će se istrijebiti sa zemlje, i bezakonici će se iščupati iz nje.

ὁδοὶ ἀσεβῶν ἐκ γῆς ὀλοῦνται, οἱ δὲ παράνομοι ἐξωσθήσονται ἀπ᾿ αὐτῆς.

0