Ponovljeni zakon 28

1

Ako dobro uzaslušaš glas Gospoda Boga svojega držeći i tvoreći sve zapovijesti njegove, koje ti ja danas zapovijedam, uzvisiće te Gospod Bog tvoj više svijeh naroda na zemlji.

ΚΑΙ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν ἣν Κύριος ὁ Θεὸς ὑμῶν δίδωσιν ὑμῖν, ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ δώσει σε Κύριος ὁ Θεός σου ὑπεράνω πάντων τῶν ἐθνῶν τῆς γῆς,

0
2

I doći će na te svi ovi blagoslovi, i steći će ti se, ako uzaslušaš glas Gospoda Boga svojega.

καὶ ἥξουσιν ἐπὶ σὲ πᾶσαι αἱ εὐλογίαι αὗται καὶ εὑρήσουσί σε, ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου.

0
3

Blagosloven ćeš biti u gradu, i blagosloven ćeš biti u polju,

εὐλογημένος σὺ ἐν πόλει καὶ εὐλογημένος σὺ ἐν ἀγρῷ·

0
4

Blagosloven će biti plod utrobe tvoje, i plod zemlje tvoje i plod stoke tvoje, mlad goveda tvojih i stada ovaca tvojih.

εὐλογημένα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου καὶ τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου·

0
5

Blagoslovena će biti kotarica tvoja i naćve tvoje.

εὐλογημέναι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου·

0
6

Blagosloven ćeš biti kad dolaziš i blagosloven ćeš biti kad polaziš.

εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε, καὶ εὐλογημένος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε.

0
7

Daće ti Gospod neprijatelje tvoje koji ustanu na te da ih biješ; jednijem će putem doći na te, a na sedam će putova bježati od tebe.

παραδῷ Κύριος ὁ Θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου· ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σὲ καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου.

0
8

Gospod će poslati blagoslov da bude s tobom u žitnicama tvojim i u svemu za što se prihvatiš rukom svojom, i blagosloviće te u zemlji koju ti daje Gospod Bog tvoj.

ἀποστείλαι Κύριος ἐπὶ σὲ τὴν εὐλογίαν ἐν τοῖς ταμιείοις σου καὶ ἐπὶ πάντα, οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου, ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι.

0
9

Postaviće te Gospod da mu budeš narod svet, kao što ti se zakleo, ako uzdržiš zapovijesti Gospoda Boga svojega i uzideš putovima njegovijem.

ἀναστήσαι σε Κύριος ἑαυτῷ λαὸν ἅγιον, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου καὶ πορευθῇς ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ·

0
10

I vidjeće svi narodi na zemlji da se ime Gospodnje priziva na tebe, i bojaće se tebe.

καὶ ὄψονταί σε πάντα τὰ ἔθνη τῆς γῆς, ὅτι τὸ ὄνομα Κυρίου ἐπικέκληταί σοι, καὶ φοβηθήσονταί σε.

0
11

I učiniće Gospod da si obilan svakim dobrom, plodom utrobe svoje i plodom stoke svoje i plodom zemlje svoje na zemlji za koju se zakleo Gospod ocima tvojim da će ti je dati.

καὶ πληθυνεῖ σε Κύριος ὁ Θεός σου εἰς ἀγαθὰ ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου, καὶ ἐπὶ τοῖς ἐκγόνοις τῶν κτηνῶν σου καὶ ἐπὶ τοῖς γενήμασι τῆς γῆς σου, ἐπὶ τῆς γῆς σου ἧς ὤμοσε Κύριος τοῖς πατράσι σου δοῦναί σοι.

0
12

Otvoriće ti Gospod dobru riznicu svoju, nebo, da da dažd zemlji tvojoj na vrijeme, i blagosloviće svako djelo ruku tvojih, te ćeš davati u zajam mnogim narodima, a sam nećeš uzimati u zajam.

ἀνοίξαι σοι Κύριος τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν, δοῦναι τὸν ὑετόν τῇ γῇ σου ἐπὶ καιροῦ αὐτοῦ· εὐλογήσαι πάντα τὰ ἔργα τῶν χειρῶν σου, καὶ δανειεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανειῇ, καὶ ἄρξεις σὺ ἐθνῶν πολλῶν, σοῦ δὲ οὐκ ἄρξουσι.

0
13

I učiniće te Gospod Bog tvoj da si glava a ne rep, i bićeš samo gore a nećeš biti dolje, ako uzaslušaš zapovijesti Gospoda Boga svojega, koje ti danas ja zapovijedam, da ih držiš i tvoriš,

καταστήσαι σε Κύριος ὁ Θεός σου εἰς κεφαλὴν καὶ μὴ εἰς οὐράν, καὶ ἔσῃ τότε ἐπάνω καὶ οὐκ ἔσῃ ὑποκάτω, ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον φυλάσσειν καὶ ποιεῖν·

0
14

I ne otstupiš ni od jedne riječi koju vam danas ja zapovijedam, ni nadesno ni nalijevo, pristajući za drugim bogovima da im služiš.

οὐ παραβήσῃ ἀπὸ πασῶν τῶν ἐντολῶν, ὧν ἐγὼ ἐντέλλομαί σοι σήμερον, δεξιὰ οὐδὲ ἀριστερὰ πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς.

0
15

Ali ako ne uzaslušaš glasa Gospoda Boga svojega da držiš i tvoriš sve zapovijesti njegove i uredbe njegove, koje ti ja danas zapovijedam, doći će na tebe sve ove kletve i stignuće te.

Καὶ ἔσται ἐὰν μὴ εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ ἐλεύσονται ἐπὶ σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταλήψονταί σε.

0
16

Proklet ćeš biti u gradu, i proklet ćeš biti u polju.

ἐπικατάρατος σὺ ἐν πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ·

0
17

Prokleta će biti kotarica tvoja i naćve tvoje.

ἐπικατάρατοι αἱ ἀποθῆκαί σου καὶ τὰ ἐγκαταλείμματά σου·

0
18

Proklet će biti plod utrobe tvoje i plod zemlje tvoje, mlad goveda tvojih i stada ovaca tvojih.

ἐπικατάρατα τὰ ἔκγονα τῆς κοιλίας σου καὶ τὰ γενήματα τῆς γῆς σου, τὰ βουκόλια τῶν βοῶν σου καὶ τὰ ποίμνια τῶν προβάτων σου·

0
19

Proklet ćeš biti kad dolaziš, i proklet ćeš biti kad polaziš.

ἐπικατάρατος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε καὶ ἐπικατάρατος σὺ ἐν τῷ ἐκπορεύεσθαί σε.

0
20

Poslaće Gospod na tebe kletvu, rasap i pogibao u svemu za što se prihvatiš rukom svojom i što uzradiš, dokle se ne zatreš i propadneš na prečac za zla djela svoja kojima si me odustavio.

ἀποστείλαι Κύριος ἐπὶ σὲ τὴν ἔνδειαν καὶ τὴν ἐκλιμίαν καὶ τὴν ἀνάλωσιν ἐπὶ πάντα, οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου, ἕως ἂν ἐξολοθρεύσῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει διὰ τὰ πονηρὰ ἐπιτηδεύματά σου, διότι ἐγκατέλιπές με.

0
21

Učiniće Gospod Bog tvoj da se prilijepi za te pomor, dokle te ne istrijebi sa zemlje u koju ideš da je naslijediš.

προσκολλήσαι Κύριος εἰς σὲ τὸν θάνατον, ἕως ἂν ἐξαναλώσῃ σε ἐπὶ τῆς γῆς, εἰς ἣν εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι αὐτήν.

0
22

Udariće te Gospod suhom bolešću i vrućicom, i groznicom i žegom i mačem, i sušom i medljikom, koje će te goniti dokle ne propadneš.

πατάξαι σε Κύριος ἐν ἀπορίᾳ καὶ πυρετῷ καὶ ρίγει καὶ ἐρεθισμῷ καὶ ἀνεμοφθορίᾳ καὶ τῇ ὤχρᾳ, καὶ καταδιώξονταί σε, ἕως ἂν ἀπολέσωσί σε.

0
23

A nebo nad glavom tvojom biće od mjedi a zemlja pod tobom od gvožđa.

καὶ ἔσται σοι ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς, καὶ ἡ γῆ ἡ ὑποκάτω σου σιδηρᾶ.

0
24

Učiniće Gospod da dažd zemlji tvojoj bude prah i pepeo, koji će padati s neba na te, dokle se ne istrijebiš.

δῴη Κύριος ὁ Θεός σου τὸν ὑετὸν τῆς γῆς σου κονιορτόν, καὶ χοῦς ἐκ τοῦ οὐρανοῦ καταβήσεται ἐπὶ σέ, ἕως ἂν ἐκτρίψῃ σε καὶ ἕως ἂν ἀπολέσῃ σε ἐν τάχει.

0
25

Daće te Gospod Bog tvoj neprijateljima tvojim da te biju; jednijem ćeš putem izaći na njih, a na sedam ćeš putova bježati od njih, i potucaćeš se po svijem carstvima na zemlji.

δῴη σε Κύριος ἐπισκοπὴν ἐναντίον τῶν ἐχθρῶν σου· ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτούς, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξῃ ἀπὸ προσώπου αὐτῶν· καὶ ἔσῃ ἐν διασπορᾷ ἐν πάσαις βασιλείαις τῆς γῆς.

0
26

I mrtvo tijelo tvoje biće hrana svijem pticama nebeskim i zvijerju zemaljskom, niti će biti ko da ih poplaši.

καὶ ἔσονται οἱ νεκροὶ ὑμῶν κατάβρωμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ οὐκ ἔσται ὁ ἀποσοβῶν.

0
27

Udariće te Gospod prištevima Misirskim i šuljevima i šugom i krastama, da se nećeš moći iscijeliti.

πατάξαι σε Κύριος ἕλκει Αἰγυπτίῳ εἰς τὴν ἕδραν καὶ ψώρᾳ ἀγρίᾳ καὶ κνήφῃ, ὥστε μὴ δύνασθαί σε ἰαθῆναι.

0
28

Udariće te Gospod ludilom i šljepotom i bjesnilom.

πατάξαι σε Κύριος παραπληξίᾳ καὶ ἀορασίᾳ καὶ ἐκστάσει διανοίας,

0
29

I pipaćeš u podne, kao što pipa slijepac po mraku, niti ćeš imati napretka na putovima svojim; i činiće ti se krivo i otimaće se od tebe jednako, i neće biti nikoga da ti pomože.

καὶ ἔσῃ ψηλαφῶν μεσημβρίας, ὡσεί τις ψηλαφήσαι τυφλὸς ἐν τῷ σκότει, καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου· καὶ ἔσῃ τότε ἀδικούμενος καὶ διαρπαζόμενος πάσας τὰς ἡμέρας, καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν.

0
30

Oženićeš se, a drugi će spavati sa tvojom ženom; sazidaćeš kuću, a nećeš sjedjeti u njoj; posadićeš vinograd, a nećeš ga brati.

γυναῖκα λήψῃ, καὶ ἀνὴρ ἕτερος ἕξει αὐτήν· οἰκίαν οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις ἐν αὐτῇ· ἀμπελῶνα φυτεύσεις, καὶ οὐ μὴ τρυγήσῃς αὐτόν·

0
31

Vo tvoj klaće se na tvoje oči, a ti ga nećeš jesti; magarac tvoj oteće se pred tobom, i neće ti se vratiti; ovce tvoje daće se neprijatelju tvojemu, i neće biti nikoga da ti pomože.

ὁ μόσχος σου ἐσφαγμένος ἐναντίον σου, καὶ οὐ φάγῃ ἐξ αὐτοῦ· ὁ ὄνος σου ἡρπασμένος ἀπὸ σοῦ, καὶ οὐκ ἀποδοθήσεταί σοι· τὰ πρόβατά σου δεδομένα τοῖς ἐχθροῖς σου, καὶ οὐκ ἔσται σοι ὁ βοηθῶν·

0
32

Sinovi tvoji i kćeri tvoje daće se drugomu narodu, a oči će tvoje gledati i kapaće jednako za njima, a neće biti snage u ruci tvojoj.

οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου δεδομέναι ἔθνει ἑτέρῳ καὶ οἱ ὀφθαλμοί σου βλέψονται σφακελίζοντες εἰς αὐτά, οὐκ ἰσχύσει ἡ χείρ σου·

0
33

Rod zemlje tvoje i svu muku tvoju izješće narod, kojega ne znaš, i činiće ti krivo i gaziće te jednako.

τὰ ἐκφόρια τῆς γῆς σου καὶ πάντας τοὺς πόνους σου φάγεται ἔθνος, ὃ οὐκ ἐπίστασαι, καὶ ἔσῃ ἀδικούμενος καὶ τεθραυσμένος πάσας τὰς ἡμέρας·

0
34

I poludjećeš od onoga što ćeš gledati svojim očima.

καὶ ἔσῃ παράκλητος διὰ τὰ ὁράματα τῶν ὀφθαλμῶν σου, ἃ βλέψῃ.

0
35

Udariće te Gospod prištem zlim u koljenima i na golijenima, da se nećeš moći iscijeliti, od stopala noge tvoje do tjemena.

πατάξαι σε Κύριος ἐν ἕλκει πονηρῷ ἐπὶ τὰ γόνατα καὶ ἐπὶ τὰς κνήμας, ὥστε μὴ δύνασθαι ἰαθῆναί σε ἀπὸ ἴχνους τῶν ποδῶν σου ἕως τῆς κορυφῆς σου.

0
36

Odvešće Gospod tebe i cara tvojega, kojega postaviš nad sobom, u narod kojega nijesi znao ti ni stari tvoji, i ondje ćeš služiti drugim bogovima, drvetu i kamenu.

ἀπαγάγοι Κύριός σε καὶ τοὺς ἄρχοντάς σου, οὓς ἂν καταστήσῃς ἐπὶ σεαυτόν, ἐπ᾿ ἔθνος, ὃ οὐκ ἐπίστασαι σὺ καὶ οἱ πατέρες σου, καὶ λατρεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις.

0
37

I bićeš čudo i priča i potsmijeh svijem narodima, u koje te odvede Gospod.

καὶ ἔσῃ ἐκεῖ ἐν αἰνίγματι καὶ παραβολῇ καὶ διηγήματι ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς ἂν ἀπαγάγῃ σε Κύριος ἐκεῖ.

0
38

Mnogo ćeš sjemena iznijeti u polje, a malo ćeš sabrati, jer će ga izjesti skakavci.

σπέρμα πολὺ ἐξοίσεις εἰς τὸ πεδίον καὶ ὀλίγα εἰσοίσεις, ὅτι κατέδεται αὐτὰ ἡ ἀκρίς.

0
39

Vinograde ćeš saditi i radićeš ih, a nećeš piti vina niti ćeš ih brati, jer će izjesti crvi.

ἀμπελῶνα φυτεύσεις καὶ κατεργᾷ, καὶ οἶνον οὐ πίεσαι, οὐδὲ εὐφρανθήσῃ ἐξ αὐτοῦ, ὅτι καταφάγεται αὐτὰ ὁ σκώληξ.

0
40

Imaćeš maslina po svijem krajevima svojim, ali se nećeš uljem namazati, jer će opasti masline tvoje.

ἐλαῖαι ἔσονταί σοι ἐν πᾶσι τοῖς ὁρίοις σου, καὶ ἔλαιον οὐ χρίσῃ, ὅτι ἐκρυήσεται ἡ ἐλαία σου.

0
41

Rodićeš sinove i kćeri, ali neće biti tvoji; jer će otići u ropstvo.

υἱοὺς καὶ θυγατέρας γεννήσεις καὶ οὐκ ἔσονταί σοι, ἀπελεύσονται γὰρ ἐν αἰχμαλωσίᾳ.

0
42

Sve voće tvoje i rod zemlje tvoje izješće bube.

πάντα τὰ ξύλινά σου καὶ τὰ γενήματα τῆς γῆς σου ἐξαναλώσει ἡ ἐρισύβη.

0
43

Stranac koji je kod tebe popeće se nada te visoko, a ti ćeš sići dolje veoma nisko.

ὁ προσήλυτος, ὅς ἐστιν ἐν σοί, ἀναβήσεται ἐπὶ σὲ ἄνω ἄνω, σὺ δὲ καταβήσῃ κάτω κάτω·

0
44

On će ti davati u zajam, a ti nećeš njemu davati u zajam; on će postati glava, a ti ćeš postati rep.

οὗτος δανειεῖ σοι, σὺ δὲ τούτῳ οὐ δανειεῖς, σὺ δὲ τούτῳ οὐ δανειεῖς· οὗτος ἔσται κεφαλή, σὺ δὲ ἔσῃ οὐρά.

0
45

I doći će na te sve ove kletve i goniće te i stizaće te, dokle se ne istrijebiš, jer nijesi slušao glasa Gospoda Boga svojega i držao zapovijesti njegove i uredbe njegove, koje ti je zapovjedio.

καὶ ἐλεύσονται ἐπί σὲ πᾶσαι αἱ κατάραι αὗται καὶ καταδιώξονταί σε καὶ καταλήψονταί σε, ἕως ἂν ἐξολοθρεύσῃ σε καὶ ἓως ἂν ἀπολέσῃ σε, ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου, φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα, ὅσα ἐνετείλατό σοι.

0
46

I one će biti znak i čudo na tebi i na sjemenu tvojemu dovijeka.

καὶ ἔσται ἐν σοὶ σημεῖα καὶ τέρατα ἐν τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος,

0
47

Jer nijesi služio Bogu svojemu radosna i vesela srca u svakom obilju.

ἀνθ᾿ ὧν οὐκ ἐλάτρευσας Κυρίῳ τῷ Θεῷ σου ἐν εὐφροσύνῃ καὶ ἀγαθῇ διανοίᾳ διὰ τὸ πλῆθος πάντων.

0
48

I služićeš neprijatelju svojemu, kojega će Gospod poslati na tebe, u gladi i u žeđi, u golotinji i u svakoj oskudici; i metnuće ti gvozden jaram na vrat, dokle te ne satre.

καὶ λατρεύσεις τοῖς ἐχθροῖς σου, οὓς ἐξαποστελεῖ Κύριος ἐπὶ σέ, ἐν λιμῷ καὶ ἐν δίψει καὶ ἐν γυμνότητι καὶ ἐν ἐκλείψει πάντων· καὶ ἐπιθήσῃ κλοιὸν σιδηροῦν ἐπὶ τὸν τράχηλόν σου, ἕως ἂν ἐξολοθρεύσῃ σε.

0
49

Podignuće Gospod na tebe narod iz daleka, s kraja zemlje, koji će doletjeti kao orao, narod, kojemu jezika nećeš razumjeti,

ἐπάξει ἐπὶ σὲ Κύριος ἔθνος μακρόθεν ἀπ᾿ ἐσχάτου τῆς γῆς ὡσεί ὅρμημα ἀετοῦ, ἔθνος, ὃ οὐκ ἀκούσῃ τῆς φωνῆς αὐτοῦ,

0
50

Narod bezdušan, koji neće mariti za starca niti će djeteta žaliti.

ἔθνος ἀναιδὲς προσώπῳ, ὅστις οὐ θαυμάσει πρόσωπον πρεσβύτου καὶ νέον οὐκ ἐλεήσει,

0
51

I izješće plod stoke tvoje i plod zemlje tvoje, dokle se ne istrijebiš; i neće ti ostaviti ništa, ni žita ni vina ni ulja, ni ploda goveda tvojih ni stada ovaca tvojih, dokle te ne zatre.

καὶ κατέδεται τὰ ἔκγονα τῶν κτηνῶν σου καὶ τὰ γενήματα τῆς γῆς σου, ὥστε μὴ καταλιπεῖν σοι σῖτον, οἶνον, ἔλαιον, τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν προβάτων σου, ἕως ἂν ἀπολέσῃ σε

0
52

I stegnuće te po svijem mjestima tvojim, dokle ne popadaju zidovi tvoji visoki i tvrdi, u koje se uzdaš, po svoj zemlji tvojoj; stegnuće te po svijem mjestima tvojim, po svoj zemlji tvojoj, koju ti da Gospod Bog tvoj;

καὶ ἐκτρίψῃ σε ἐν ταῖς πόλεσί σου, ἕως ἂν καθαιρεθῶσι τὰ τείχη τὰ ὑψηλὰ καὶ τὰ ὀχυρά, ἐφ᾿ οἷς σὺ πέποιθας ἐπ᾿ αὐτοῖς, ἐν πάσῃ τῇ γῇ σου, καὶ θλίψει σε ἐν ταῖς πόλεσί σου, αἷς ἔδωκέ σοι.

0
53

Te ćeš u tjeskobi i u nevolji kojom će ti pritužiti neprijatelji tvoji jesti plod utrobe svoje, meso od sinova svojih i od kćeri svojih, koje ti da Gospod Bog tvoj.

καὶ φαγῇ τὰ ἔκγονα τῆς κοιλίας σου, κρέα υἱῶν σου καὶ θυγατέρων σου, ὅσα ἔδωκέ σοι Κύριος ὁ Θεός σου, ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου, ᾗ θλίψει σε ὁ ἐχθρός σου.

0
54

Čovjek koji je bio mek i vrlo nježan među vama prozliće se prema bratu svojemu i prema miloj ženi svojoj i prema ostalijem sinovima, koji mu ostanu,

ὁ ἁπαλὸς ὁ ἐν σοὶ καὶ ὁ τρυφερὸς σφόδρα βασκανεῖ τῷ ὀφθαλμῷ τὸν ἀδελφὸν καὶ τὴν γυναῖκα τὴν ἐν τῷ κόλπῳ αὐτοῦ καὶ τὰ καταλελειμμένα τέκνα, ἃ ἂν καταλειφθῇ αὐτῷ,

0
55

Te neće dati nikome između njih mesa od sinova svojih koje će jesti, jer neće imati ništa drugo u nevolji i tjeskobi, kojom će ti pritužiti neprijatelj tvoj po svijem mjestima tvojim.

ὥστε δοῦναι ἑνὶ αὐτῶν ἀπὸ τῶν σαρκῶν τῶν τέκνων αὐτοῦ, ὧν ἂν κατέσθῃ, διὰ τὸ μὴ καταλειφθῆναι αὐτῷ οὐδὲν ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου, ᾗ ἂν θλίψωσί σε οἱ ἐχθροί σου ἐν πάσαις ταῖς πόλεσί σου.

0
56

Žena koja je bila meka i vrlo nježna među vama, koja od mekote i nježnosti nije bila navikla stajati nogom svojom na zemlju, prozliće se prema milome mužu svom i prema sinu svom i prema kćeri svojoj,

καὶ ἡ ἁπαλὴ ἐν ὑμῖν καὶ ἡ τρυφερά, ἧς οὐχὶ πεῖραν ἔλαβεν ὁ ποὺς αὐτῆς βαίνειν ἐπὶ τῆς γῆς διὰ τὴν τρυφερότητα καὶ διὰ τὴν ἁπαλότητα, βασκανεῖ τῷ ὀφθαλμῷ αὐτῆς τὸν ἄνδρα αὐτῆς τὸν ἐν κόλπῳ αὐτῆς καὶ τὸν υἱὸν καὶ τὴν θυγατέρα αὐτῆς

0
57

I posteljici, koja izide između nogu njezinijeh, i djeci koju rodi; jer će ih jesti krišom u oskudici svakoj od nevolje i od tjeskobe, kojom će ti pritužiti neprijatelj tvoj po svijem mjestima tvojim.

καὶ τὸ χόριον αὐτῆς τὸ ἐξελθὸν διὰ τῶν μηρῶν αὐτῆς καὶ τὸ τέκνον, ὃ ἐὰν τέκῃ· καταφάγεται γὰρ αὐτὰ διά τὴν ἔνδειαν πάντων κρυφῇ ἐν τῇ στενοχωρίᾳ σου καὶ ἐν τῇ θλίψει σου, ᾗ θλίψει σε ὁ ἐχθρός σου ἐν ταῖς πόλεσί σου.

0
58

Ako ne uzdržiš i ne ustvoriš sve riječi ovoga zakona, koje su napisane u ovoj knjizi, ne bojeći se slavnoga i strašnoga imena Gospoda Boga svojega,

ἐὰν μὴ εἰσακούσῃς ποιεῖν πάντα τὰ ρήματα τοῦ νόμου τούτου τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ φοβεῖσθαι τὸ ὄνομα τὸ ἔντιμον τὸ θαυμαστὸν τοῦτο, Κύριον τὸν Θεόν σου,

0
59

Pustiće Gospod na tebe i na sjeme tvoje zla čudesna, velika i duga, bolesti ljute i duge.

καὶ παραδοξάσει Κύριος τὰς πληγάς σου καὶ τὰς πληγὰς τοῦ σπέρματός σου, πληγὰς μεγάλας καὶ θαυμαστάς, καὶ νόσους πονηρὰς καὶ πιστὰς

0
60

I obratiće na tebe sve pomore Misirske, od kojih si se plašio, i prilijepiće se za tebe.

καὶ ἐπιστρέψει πᾶσαν τὴν ὀδύνην Αἰγύπτου τὴν πονηράν, ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολληθήσονται ἐν σοί.

0
61

I sve bolesti i sva zla, koja nijesu zapisana u knjizi ovoga zakona, pustiće Gospod na tebe, dokle se ne istrijebiš.

καὶ πᾶσαν μαλακίαν καὶ πᾶσαν πληγὴν τὴν μὴ γεγραμμένην καὶ πᾶσαν τὴν γεγραμμένην ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου ἐπάξει Κύριος ἐπὶ σέ, ἕως ἂν ἐξολοθρεύσῃ σε.

0
62

I ostaće vas malo, a pređe vas bijaše mnogo kao zvijezda nebeskih; jer nijesi slušao glasa Gospoda Boga svojega.

καὶ καταλειφθήσεσθε ἐν ἀριθμῷ βραχεῖ, ἀνθ᾿ ὧν ὅτι ἦτε ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, ὅτι οὐκ εἰσήκουσας τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου.

0
63

I kao što vam se Gospod radovao dobro vam čineći i množeći vas, tako će vam se Gospod radovati zatirući vas i istrebljujući vas; i nestaće vas sa zemlje u koju idete da je naslijedite.

καὶ ἔσται ὃν τρόπον εὐφράνθη Κύριος ἐφ᾿ ὑμῖν εὖ ποιῆσαι ὑμᾶς καὶ πληθῦναι ὑμᾶς, οὕτως εὐφρανθήσεται Κύριος ἐφ᾿ ὑμῖν ἐξολοθρεῦσαι ὑμᾶς, καὶ ἐξαρθήσεσθε ἐν τάχει ἀπὸ τῆς γῆς, εἰς ἣν εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν.

0
64

I rasijaće te Gospod po svima narodima s jednoga kraja zemlje do drugoga, i ondje ćeš služiti drugim bogovima, kojih nijesi znao ti ni oci tvoji, drvetu i kamenu.

καὶ διασπερεῖ σε Κύριος ὁ Θεός σου εἰς πάντα τὰ ἔθνη ἀπ᾿ ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς, καὶ δουλεύσεις ἐκεῖ θεοῖς ἑτέροις, ξύλοις καὶ λίθοις, οὕς οὐκ ἠπίστω σὺ καὶ οἱ πατέρες σου.

0
65

Ali u onijem narodima nećeš odahnuti, niti će se stopalo noge tvoje odmoriti; nego će ti Gospod dati ondje srce plašljivo, oči iščiljele i dušu iznemoglu.

ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσει σε, οὐδ᾿ οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου, καὶ δώσει σοι Κύριος ἐκεῖ καρδίαν ἀθυμοῦσαν καὶ ἐκλείποντας ὀφθαλμοὺς καὶ τηκομένην ψυχήν.

0
66

I život će tvoj biti kao da visi prema tebi, i plašićeš se noću i danju, i nećeš biti miran životom svojim.

καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτὸς καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου·

0
67

Jutrom ćeš govoriti: kamo da je veče! a večerom ćeš govoriti: kamo da je jutro! od straha kojim će se strašiti srce tvoje, i od onoga što ćeš gledati očima svojima.

τὸ πρωΐ ἐρεῖς· πῶς ἂν γένοιτο ἑσπέρα; καὶ τὸ ἑσπέρας ἐρεῖς· πῶς ἂν γένοιτο πρωΐ; ἀπὸ τοῦ φόβου τῆς καρδίας σου, ἃ φοβηθήση, καὶ ἀπὸ τῶν ὁραμάτων τῶν ὀφθαλμῶν σου, ὧν ὄψῃ.

0
68

I vratiće te Gospod u Misir na lađama, putem za koji ti rekoh: nećeš ga više vidjeti. I ondje ćete se prodavati neprijateljima svojim da budete robovi i robinje, a neće biti kupca.

καὶ ἀποστρέψει σε Κύριος εἰς Αἴγυπτον ἐν πλοίοις καὶ ἐν τῇ ὁδῷ, ᾗ εἶπα· οὐ προσθήσῃ ἔτι ἰδεῖν αὐτήν· καὶ πραθήσεσθε ἐκεῖ τοῖς ἐχθροῖς ὑμῶν εἰς παῖδας καὶ παιδίσκας, καὶ οὐκ ἔσται ὁ κτώμενος.

0