Stari zavet
I zapovjedi Mojsije sa starješinama Izrailjevijem narodu govoreći: držite sve ove zapovijesti koje vam ja danas zapovijedam.
ΚΑΙ προσέταξε Μωυσῆς καὶ ἡ γερουσία Ἰσραὴλ λέγων· φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.
I kad prijeđeš preko Jordana u zemlju koju ti daje Gospod Bog tvoj, podigni sebi kamenje veliko i namaži ga krečem.
καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν Ἰορδάνην εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ
I napiši na njemu sve riječi ovoga zakona, kad prijeđeš da uđeš u zemlju koju ti daje Gospod Bog tvoj, u zemlju gdje teče mlijeko i med, kao što ti je kazao Gospod Bog otaca tvojih.
καὶ γράψεις ἐπὶ τῶν λίθων τούτων πάντας τοὺς λόγους τοῦ νόμου τούτου, ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, ἡνίκα ἂν εἰσέλθητε εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεὸς τῶν πατέρων σου δίδωσί σοι, γῆν ρέουσαν γάλα καὶ μέλι, ὃν τρόπον εἶπε Κύριος ὁ Θεὸς τῶν πατέρων σού σοι·
Kada dakle prijeđeš preko Jordana, podigni to kamenje, za koje ti zapovijedam danas, na gori Evalu, i namaži ga krečem.
καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν Ἰορδάνην, στήσετε τοὺς λίθους τούτους, οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν ὄρει Γαιβὰλ καὶ κονιάσεις αὐτοὺς κονίᾳ.
I načini ondje oltar Gospodu Bogu svojemu, oltar od kamenja, ali ga nemoj gvožđem tesati.
καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου, θυσιαστήριον ἐκ λίθων, οὐκ ἐπιβαλεῖς ἐπ᾿ αὐτὸ σίδηρον·
Od cijela kamenja načini oltar Gospodu Bogu svojemu, i na njemu prinesi Gospodu Bogu svojemu žrtve paljenice.
λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον Κυρίῳ τῷ Θεῷ σου καὶ ἀνοίσεις ἐπ᾿ αὐτὸ ὁλοκαυτώματα Κυρίῳ τῷ Θεῷ σου
Prinesi i zahvalne žrtve, i jedi ih ondje, i veseli se pred Gospodom Bogom svojim.
καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου καὶ φαγῇ καὶ ἐμπλησθήσῃ και εὐφρανθήσῃ ἔναντι Κυρίου τοῦ Θεοῦ σου.
I napiši na tom kamenju sve riječi ovoga zakona dobro i razgovijetno.
καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα.
I reče Mojsije i sveštenici Leviti svemu Izrailju govoreći: pazi i čuj Izrailju, danas si postao narod Gospoda Boga svojega.
Καὶ ἐλάλησε Μωυσῆς καὶ οἱ ἱερεῖς οἱ Λευῖται παντὶ Ἰσραὴλ λέγοντες· σιώπα καὶ ἄκουε, Ἰσραήλ· ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν Κυρίῳ τῷ Θεῷ σου·
Zato slušaj glas Gospoda Boga svojega, i tvori zapovijesti njegove i uredbe njegove, koje ti ja danas zapovijedam.
καὶ εἰσακούσῃ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον.
I zapovjedi Mojsije u onaj dan narodu govoreći:
Καὶ ἐνετείλατο Μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων·
Ovi neka stanu da blagosiljaju narod na gori Garizinu, kad prijeđete preko Jordana: Simeun, Levije, Juda, Isahar, Josif i Venijamin.
οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει Γαριζὶν διαβάντες τὸν Ἰορδάνην· Συμεών, Λευί, Ἰούδας, Ἰσσάχαρ, Ἰωσὴφ καὶ Βενιαμίν.
A ovi neka stanu da proklinju na gori Evalu: Ruvim, Gad, Asir, Zavulon, Dan i Neftalim.
καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει Γαιβάλ· Ρουβήν, Γὰδ καὶ Ἀσήρ, Ζαβουλών, Δὰν καὶ Νεφθαλί.
I neka progovore Leviti glasovito i reku svjema u Izrailju:
καὶ ἀποκριθέντες ἐροῦσιν οἱ Λευῖται παντὶ Ἰσραὴλ φωνῇ μεγάλῃ·
Proklet da je čovjek koji bi načinio lik rezan ili liven, stvar gadnu pred Gospodom, djelo ruku umjetničkih, ako bi i na skrivenu mjestu metnuo. A sav narod odgovarajući neka reče: amin.
Ἐπικατάρατος ἄνθρωπος, ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν, βδέλυγμα Κυρίῳ, ἔργον χειρῶν τεχνιτῶν, καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ· καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς ἐροῦσι· γένοιτο.
Proklet da je koji bi ružio oca svojega ili mater svoju. A sav narod neka reče: amin.
ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Proklet da je koji bi pomakao među bližnjega svojega. A sav narod neka reče: amin.
ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Proklet da je koji bi zaveo slijepca s puta. A sav narod neka reče: amin.
ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Proklet da je koji bi izvrnuo pravicu došljaku, siroti ili udovici. A sav narod neka reče: amin.
ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Proklet da je koji bi obležao ženu oca svojega, te otkrio skut oca svojega. A sav narod neka reče: amin.
ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀπεκάλυψε συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Proklet da je koji bi obležao kakvo god živinče. A sav narod neka reče: amin.
ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Proklet da je koji bi obležao sestru svoju, kćer oca svojega ili kćer matere svoje. A sav narod neka reče: amin.
ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς ἐκ πατρὸς ἢ μητρὸς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Proklet da je koji bi obležao taštu svoju. A sav narod neka reče: amin.
ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο. ἐπικατάρατος ὁ κοιμώμενος μετὰ τῆς ἀδελφῆς τῆς γυναικὸς αὐτοῦ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Proklet da je koji bi ubio bližnjega svojega iz potaje. A sav narod neka reče: amin.
ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον δόλῳ· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Proklet da je koji bi primio kakav poklon da ubije čovjeka prava. A sav narod neka reče: amin.
ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.
Proklet da je koji ne bi ostao na riječima ovoga zakona, i tvorio ih. A sav narod neka reče: amin.
ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς λόγοις τοῦ νόμου τούτου ποιῆσαι αὐτούς· καὶ ἐροῦσι πᾶς ὁ λαός· γένοιτο.