Stari zavet
A kad uđeš u zemlju koju ti daje Gospod Bog tvoj u našljedstvo, i naslijediš je i naseliš se u njoj,
ΚΑΙ ἔσται ἐὰν εἰσέλθῃς εἰς τὴν γῆν, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομῆσαι, καὶ κατακληρονομήσῃς αὐτὴν καὶ κατοικήσῃς ἐπ᾿ αὐτῆς,
Uzmi prvina od svakoga voća one zemlje, koje ćeš prinositi od zemlje svoje koju ti Gospod Bog tvoj daje, i metnuvši u kotaricu idi na mjesto koje Gospod Bog tvoj izabere da ondje nastani ime svoje,
καὶ λήψῃ ἀπὸ τῆς ἀπαρχῆς τῶν καρπῶν τῆς γῆς σου, ἧς Κύριος ὁ Θεός σου δίδωσί σοι, καὶ ἐμβαλεῖς εἰς κάρταλλον καὶ πορεύσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ,
I došavši k svešteniku koji bude onda reci mu: priznajem danas pred Gospodom Bogom tvojim da sam ušao u zemlju za koju se Gospod Bog zakleo ocima našim da će nam je dati.
καὶ ἐλεύσῃ πρὸς τὸν ἱερέα, ὃς ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐρεῖς πρὸς αὐτόν· ἀναγγέλλω σήμερον Κυρίῳ τῷ Θεῷ μου ὅτι εἰσελήλυθα εἰς τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν.
A sveštenik neka uzme kotaricu iz tvoje ruke i metne je pred oltarom Gospoda Boga tvojega.
καὶ λήψεται ὁ ἱερεὺς τὸν κάρταλλον ἐκ τῶν χειρῶν σου καὶ θήσει αὐτὸν ἀπέναντι τοῦ θυσιαστηρίου Κυρίου τοῦ Θεοῦ σου,
Tada progovori i reci pred Gospodom Bogom svojim: otac moj bijaše siromah Sirin i siđe u Misir s malo čeljadi, i bi ondje došljak, pa posta narod velik i silan i obilan na broju.
καὶ ἀποκριθεὶς ἐρεῖς ἔναντι Κυρίου τοῦ Θεοῦ σου· Συρίαν ἀπέβαλεν ὁ πατήρ μου καὶ κατέβη εἰς Αἴγυπτον καὶ παρῴκησεν ἐκεῖ ἐν ἀριθμῷ βραχεῖ καὶ ἐγένετο ἐκεῖ εἰς ἔθνος μέγα καὶ πλῆθος πολύ·
Ali Misirci stadoše zlo postupati s nama, mučiše nas i udaraše na nas teške poslove.
καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ ἐταπείνωσαν ἡμᾶς καὶ ἐπέθηκαν ἡμῖν ἔργα σκληρά·
I mi zavapismo ka Gospodu Bogu otaca svojih, i Gospod ču glas naš, i pogleda na muku našu, na trud naš i na nevolju našu.
καὶ ἀνεβοήσαμεν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν καὶ εἶδε τὴν ταπείνωσιν ἡμῶν καὶ τὸν μόχθον ἡμῶν καὶ τὸν θλιμμὸν ἡμῶν·
I izvede nas Gospod iz Misira rukom krjepkom i mišicom podignutom, i strahotom velikom i znacima i čudesima.
καὶ ἐξήγαγεν ἡμᾶς Κύριος ἐξ Αἰγύπτου αὐτὸς ἐν ἰσχύϊ αὐτοῦ τῇ μεγάλῃ καὶ ἐν χειρὶ κραταιᾷ καὶ βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασι μεγάλοις καὶ ἐν σημείοις καὶ ἐν τέρασι
I dovede nas na ovo mjesto, i dade nam zemlju ovu, zemlju u kojoj teče mlijeko i med.
καὶ εἰσήγαγεν ἡμᾶς εἰς τὸν τόπον τοῦτον καί ἔδωκεν ἡμῖν τὴν γῆν ταύτην, γῆν ρέουσαν γάλα καὶ μέλι·
Zato sad evo donesoh prvine od roda ove zemlje koju si mi dao, Gospode. I ostavi ih pred Gospodom Bogom svojim, i pokloni se pred Gospodom Bogom svojim.
καὶ νῦν ἰδοὺ ἐνήνοχα τὴν ἀπαρχὴν τῶν γενημάτων τῆς γῆς, ἧς ἔδωκάς μοι, Κύριε, γῆν ρέουσαν γάλα καὶ μέλι. καὶ ἀφήσεις αὐτὰ ἀπέναντι Κυρίου τοῦ Θεοῦ σου καὶ προσκυνήσεις ἔναντι Κυρίου τοῦ Θεοῦ σου·
I veseli se svakim dobrom koje ti da Gospod Bog tvoj i domu tvojemu, ti i Levit i došljak koji je kod tebe.
καὶ εὐφρανθήσῃ ἐν πᾶσι τοῖς ἀγαθοῖς, οἷς ἔδωκέ σοι Κύριος ὁ Θεός σου, καὶ ἡ οἰκία σου καὶ ὁ Λευίτης καὶ ὁ προσήλυτος ὁ ἐν σοί.
A kad daš sve desetke od dohodaka svojih treće godine, koje je godina desetka, i daš Levitu, došljaku, siroti i udovici da jedu u mjestima tvojim i nasite se,
Ἐὰν δὲ συντελέσῃς ἀποδεκατῶσαι πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου ἐν τῷ ἔτει τῷ τρίτῳ, τὸ δεύτερον ἐπιδέκατον δώσεις τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ, καὶ φάγονται ἐν ταῖς πόλεσί σου καὶ εὐφρανθήσονται.
Onda reci pred Gospodom Bogom svojim: iznesoh iz doma svojega što je sveto, i dadoh Levitu i došljaku, siroti i udovici sasvijem po zapovijesti koju si mi zapovjedio; ne prestupih zapovijesti tvojih niti zaboravih;
καὶ ἐρεῖς ἔναντι Κυρίου τοῦ Θεοῦ σου· ἐξεκάθαρα τὰ ἅγια ἐκ τῆς οἰκίας μου καὶ ἔδωκα αὐτὰ τῷ Λευίτῃ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ κατὰ πάσας τάς ἐντολάς, ἃς ἐνετείλω μοι, οὐ παρῆλθον τὴν ἐντολήν σου καὶ οὐκ ἐπελαθόμην·
Ne jedoh od toga u žalosti svojoj, niti uzeh od toga na potrebu nečistu, niti dadoh od toga na mrtvaca; slušah Gospoda Boga svojega, učinih sve kako si mi zapovjedio.
καὶ οὐκ ἔφαγον ἐν ὀδύνῃ μου ἀπ᾿ αὐτῶν, οὐκ ἐκάρπωσα ἀπ᾿ αὐτῶν εἰς ἀκάθαρτον, οὐκ ἔδωκα ἀπ᾿ αὐτῶν τῷ τεθνηκότι· ὑπήκουσα τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐποίησα καθὰ ἐνετείλω μοι.
Pogledaj iz svetoga stana svojega s neba, i blagoslovi narod svoj Izrailja i zemlju koju si nam dao kao što si se zakleo ocima našim, zemlju u kojoj teče mlijeko i med.
κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου ἐκ τοῦ οὐρανοῦ καὶ εὐλόγησον τὸν λαόν σου τὸν Ἰσραὴλ καὶ τὴν γῆν, ἣν ἔδωκας αὐτοῖς, καθὰ ὤμοσας τοῖς πατράσιν ἡμῶν δοῦναι ἡμῖν γῆν ρέουσαν γάλα καὶ μέλι.
Danas ti Gospod Bog tvoj zapovijeda da izvršuješ ove uredbe i ove zakone. Pazi dakle i izvršuj ih od svega srca svojega i od sve duše svoje.
Ἐν τῇ ἡμέρᾳ ταύτῃ Κύριος ὁ Θεός σου ἐνετείλατό σοι ποιῆσαι πάντα τὰ δικαιώματα καὶ τὰ κρίματα, καὶ φυλάξεσθε καὶ ποιήσετε αὐτὰ ἐξ ὅλης τῆς καρδίας ὑμῶν καὶ ἐξ ὅλης τῆς ψυχῆς ὑμῶν.
Danas si se zarekao Gospodu da će ti biti Bog i da ćeš ići putovima njegovijem i držati uredbe njegove, i zapovijesti njegove i zakone njegove, i da ćeš slušati glas njegov.
τὸν Θεὸν εἵλου σήμερον εἶναί σου Θεὸν καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ φυλάσσεσθαι τὰ δικαιώματα καὶ τὰ κρίματα καὶ ὑπακούειν τῆς φωνῆς αὐτοῦ.
A Gospod se tebi danas zarekao da ćeš mu biti narod osobit, kao što ti je govorio, da bi držao sve zapovijesti njegove;
καὶ Κύριος εἵλατό σε σήμερον γενέσθαι σε αὐτῷ λαὸν περιούσιον, καθάπερ εἶπέ σοι, φυλάττειν τὰς ἐντολὰς αὐτοῦ
I da će te podignuti nad sve narode, koje je stvorio hvalom, imenom i slavom, da budeš narod svet Gospodu Bogu svojemu, kao što ti je govorio.
καὶ εἶναί σε ὑπεράνω πάντων τῶν ἐθνῶν, ὡς ἐποίησέ σε ὀνομαστὸν καὶ καύχημα καὶ δοξαστόν, εἶναί σε λαὸν ἅγιον Κυρίῳ τῷ Θεῷ σου, καθὼς ἐλάλησε.