Stari zavet
Trubu na usta, i reci: kao orao ide na dom Gospodnji; jer prestupiše zavjet moj i otpadiše se od zakona mojega.
ΕΙΣ κόλπον αὐτῶν ὡς γῆ, ὡς ἀετὸς ἐπὶ οἶκον Κυρίου, ἀνθ᾿ ὧν παρέβησαν τὴν διαθήκην μου καὶ κατὰ τοῦ νόμου μου ἠσέβησαν.
Izrailj će vikati k meni: Bože moj; poznajemo te.
ἐμὲ κεκράξονται· ὁ Θεός, ἐγνώκαμέν σε.
Izrailj je ostavio dobro; neprijatelj će ga goniti.
ὅτι Ἰσραὴλ ἀπεστρέψατο ἀγαθά, ἐχθρὸν κατεδίωξαν.
Postavljaju careve, ali ne od mene; podižu knezove, za koje ja ne znam; od srebra svojega i od zlata svojega grade sebi likove, da se istrijebe.
ἑαυτοῖς ἐβασίλευσαν καὶ οὐ δι᾿ ἐμοῦ· ἦρξαν καὶ οὐκ ἐγνώρισάν μοι· τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν ἐποίησαν ἑαυτοῖς εἴδωλα, ὅπως ἐξολοθρευθῶσιν.
Ostavilo te je tele tvoje, Samarijo; jarost se moja raspalila na njih; dokle se neće moći očistiti?
ἀπότριψαι τὸν μόσχον σου, Σαμάρεια· παρωξύνθη ὁ θυμός μου ἐπ᾿ αὐτούς· ἕως τίνος οὐ μὴ δύνωνται καθαρισθῆναι ἐν τῷ Ἰσραήλ;
Jer je i ono od Izrailja; načinio ga je umjetnik, i nije Bog; tele će Samarijsko otići u komade.
καὶ αὐτὸ τέκτων ἐποίησε, καὶ οὐ θεός ἐστι· διότι πλανῶν ἦν ὁ μόσχος σου, Σαμάρεια.
Jer siju vjetar, pa će žeti oluju; stabljike neće imati, klica neće dati brašna; da bi i dala, proždrijeće ga tuđinci.
ὅτι ἀνεμόφθορα ἔσπειραν, καὶ ἡ καταστροφὴ αὐτῶν ἐκδέξεται αὐτά· δράγμα οὐκ ἔχον ἰσχὺν τοῦ ποιῆσαι ἄλευρον· ἐὰν δὲ καὶ ποιήσῃ, ἀλλότριοι καταφάγονται αὐτό.
Proždrijeće se Izrailj, biće među narodima kao sud na kom nema miline.
κατεπόθη Ἰσραήλ, νῦν ἐγένετο ἐν τοῖς ἔθνεσιν ὡς σκεῦος ἄχρηστον,
Jer otidoše k Asircu, divljemu magarcu, koji je sam za se; Jefrem naima ljubavnike.
ὅτι αὐτοὶ ἀνέβησαν εἰς Ἀσσυρίους· ἀνέθαλε καθ᾿ ἑαυτὸν Ἐφραίμ, δῶρα ἠγάπησαν·
A što naimaše među narodima, ja ću ih sabrati; a već i okusiše malo radi bremena cara nad knezovima.
διὰ τοῦτο παραδοθήσονται ἐν τοῖς ἔθνεσι. νῦν εἰσδέξομαι αὐτούς, καὶ κοπάσουσι μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντας.
Što umnoži Jefrem oltare da griješi, biće mu oltari na grijeh.
ὅτι ἐπλήθυνεν Ἐφραὶμ θυσιαστήρια, εἰς ἁμαρτίας ἐγένοντο αὐτῷ θυσιαστήρια ἠγαπημένα.
Napisah mu velike stvari u zakonu svom; ali mu se čine kao nešto tuđe.
καταγράψω αὐτῷ πλῆθος καὶ τὰ νόμιμα αὐτοῦ, εἰς ἀλλότρια ἐλογίσθησαν θυσιαστήρια τὰ ἠγαπημένα.
Za žrtve, koje mi prinose, prinose meso, i jedu ga; Gospod ih ne prima; sada će se opomenuti bezakonja njihova i pohodiće grijehe njihove; oni će se vratiti u Misir.
διότι ἐὰν θύσωσι θυσίαν καὶ φάγωσι κρέα, Κύριος οὐ προσδέξεται αὐτά· νῦν μνησθήσεται τὰς ἀδικίας αὐτῶν καὶ ἐκδικήσει τὰς ἁμαρτίας αὐτῶν. αὐτοὶ εἰς Αἴγυπτον ἀπέστρεψαν καὶ ἐν Ἀσσυρίοις ἀκάθαρτα φάγονται.
Izrailj zaboravi tvorca svojega, i sagradi dvorove, i Juda umnoži tvrde gradove; ali ću pustiti oganj u gradove ovomu, i spaliće dvorove onomu.
καὶ ἐπελάθετο Ἰσραὴλ τοῦ ποιήσαντος αὐτὸν καὶ ᾠκοδόμησαν τεμένη, καὶ Ἰούδας ἐπλήθυνε πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις αὐτοῦ, καὶ καταφάγεται τὰ θεμέλια αὐτῶν.