Stari zavet
Teško onima koji smišljaju bezakonje i o zlu se trude na posteljama svojim, i kad svane izvršuju, jer im je sila u ruci.
ΕΓΕΝΟΝΤΟ λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἐν ταῖς κοίταις αὐτῶν καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτά, διότι οὐκ ᾖραν πρὸς τὸν Θεὸν χεῖρας αὐτῶν.
Žele njive, i otimaju ih; žele kuće, i uzimaju; čine silu čovjeku i kući njegovoj, čovjeku i našljedstvu njegovu.
καὶ ἐπεθύμουν ἀγροὺς καὶ διήρπαζον ὀρφανοὺς καὶ οἴκους κατεδυνάστευον καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.
Zato ovako veli Gospod: evo, ja mislim zlo tome rodu, iz kojega nećete izvući vratova svojih, niti ćete hoditi ponosito, jer će biti zlo vrijeme.
διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ λογίζομαι ἐπὶ τὴν φυλὴν ταύτην κακά, ἐξ ὧν οὐ μὴ ἄρητε τοὺς τραχήλους ὑμῶν καὶ οὐ μὴ πορευθῆτε ὀρθοὶ ἐξαίφνης, ὅτι καιρὸς πονηρός ἐστιν.
U ono vrijeme govoriće se priča o vama, i naricaće se žalosno govoreći: propadosmo; promijeni dio naroda mojega; kako mi uze! uzevši njive naše razdijeli.
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ληφθήσεται ἐφ᾿ ὑμᾶς παραβολή, καὶ θρηνηθήσεται θρῆνος ἐν μέλει λέγων· ταλαιπωρίᾳ ἐταλαιπωρήσαμεν· μερὶς λαοῦ μου κατεμετρήθη ἐν σχοινίῳ, καὶ οὐκ ἦν ὁ κωλύων αὐτὸν τοῦ ἀποστρέψαι· οἱ ἀγροὶ ὑμῶν διεμερίσθησαν.
Zato nećeš imati nikoga ko bi ti povukao uže za ždrijeb u zboru Gospodnjem.
διὰ τοῦτο οὐκ ἔσται σοι βάλλων σχοινίον ἐν κλήρῳ ἐν ἐκκλησίᾳ Κυρίου.
Nemojte prorokovati, neka oni prorokuju; ako im ne prorokuju, neće otstupiti sramota.
μὴ κλαίετε δάκρυσι, μηδὲ δακρυέτωσαν ἐπὶ τούτοις· οὐδὲ γὰρ ἀπώσεται ὀνείδη.
O ti, koji se zoveš dom Jakovljev, je li se umalio duh Gospodnji? jesu li to djela njegova? eda li moje riječi nijesu dobre onome koji hodi pravo?
ὁ λέγων· οἶκος Ἰακὼβ παρώργισε πνεῦμα Κυρίου· οὐ ταῦτα τὰ ἐπιτηδεύματα αὐτοῦ ἐστιν; οὐχ οἱ λόγοι αὐτοῦ εἰσι καλοὶ μετ᾿ αὐτοῦ καὶ ὀρθοὶ πεπόρευνται;
A narod se moj prije podiže kao neprijatelj; preko haljine skidate plašt s onijeh koji prolaze ne bojeći se, koji se vraćaju iz boja.
καὶ ἔμπροσθεν ὁ λαός μου εἰς ἔχθραν ἀντέστη· κατέναντι τῆς εἰρήνης αὐτοῦ τὴν δορὰν αὐτοῦ ἐξέδειραν τοῦ ἀφελέσθαι ἐλπίδα συντριμμὸν πολέμου.
Žene naroda mojega izgonite iz milijeh kuća njihovijeh, od djece njihove otimate slavu moju navijek.
διὰ τοῦτο ἡγούμενοι λαοῦ μου ἀπορριφήσονται ἐκ τῶν οἰκιῶν τρυφῆς αὐτῶν, διὰ τὰ πονηρὰ ἐπιτηδεύματα αὐτῶν ἐξώσθησαν· ἐγγίσατε ὄρεσιν αἰωνίοις.
Ustanite i idite, jer ovo nije počivalište; što se oskvrni, pogubiće vas pogiblju velikom.
ἀνάστηθι καὶ πορεύου, ὅτι οὐκ ἔστι σοι αὕτη ἀνάπαυσις ἕνεκεν ἀκαθαρσίας. διεφθάρητε φθορᾷ,
Ako ko hodi za vjetrom i kazuje laži govoreći: prorokovaću ti za vino i za silovito piće; taj će biti prorok ovome narodu.
κατεδιώχθητε οὐδενὸς διώκοντος· πνεῦμα ἔστησε ψεῦδος, ἐστάλαξέ σοι εἰς οἶνον καὶ μέθυσμα. καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου.
Doista ću te sabrati svega, Jakove, doista ću skupiti ostatak Izrailjev; postaviću ih zajedno kao ovce Vosorske, kao stado usred tora njihova, biće vreva od ljudstva.
συναγόμενος συναχθήσεται Ἰακὼβ σὺν πᾶσιν· ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραήλ, ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτοῦ· ὡς πρόβατα ἐν θλίψει, ὡς ποίμνιον ἐν μέσῳ κοίτης αὐτῶν ἐξαλοῦνται ἐξ ἀνθρώπων·
Pred njima će ići koji razbija; oni će razbiti i proći kroz vrata, i izaći će; i car će njihov ići pred njima, i Gospod će biti pred njima.
διά τῆς διακοπῆς πρὸ προσώπου αὐτῶν διέκοψαν καὶ διῆλθον πύλην καὶ ἐξῆλθον δι᾿ αὐτῆς, καὶ ἐξῆλθεν ὁ βασιλεὺς αὐτῶν πρὸ προσώπου αὐτῶν, ὁ δὲ Κύριος ἡγήσεται αὐτῶν.