Mihej 1

Stari zavet

1

Riječ Gospodnja koja dođe Miheju Moresećaninu za vremena Joatama, Ahaza i Jezekije, careva Judinijeh, što vidje za Samariju i za Jerusalim.

ΚΑΙ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωρασθεὶ ἐν ἡμέραις Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου βασιλέων Ἰούδα, ὑπὲρ ὧν εἶδε περὶ Σαμαρείας καὶ περὶ Ἱερουσαλήμ.

0
2

Čujte, svi narodi, slušaj, zemljo i što je na njoj, i Gospod Bog da vam je svjedok, Gospod iz svete crkve svoje.

Ἀκούσατε, λαοί, λόγους, καὶ προσεχέτω ἡ γῆ καὶ πάντες οἱ ἐν αὐτῇ, καὶ ἔσται Κύριος ἐν ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ.

0
3

Jer, gle, Gospod izlazi iz mjesta svojega, i sići će, i hodiće po visinama zemaljskim.

διότι ἰδοὺ Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ καὶ καταβήσεται καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς,

0
4

I gore će se rastopiti pred njim, i doline će se rasjesti, kao vosak od ognja i kao voda što teče niz strmen.

καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει.

0
5

Sve je to za zločinstvo Jakovljevo i za grijehe doma Izrailjeva. Koje je zločinstvo Jakovljevo? nije li Samarija? koje su visine Judine? nije li Jerusalim?

δι᾿ ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα καὶ δι᾿ ἁμαρτίαν οἴκου Ἰσραήλ. τίς ἡ ἀσέβεια τοῦ Ἰακώβ; οὐ Σαμάρεια; καὶ τίς ἡ ἁμαρτία οἴκου Ἰούδα; οὐχὶ Ἱερουσαλήμ;

0
6

Zato ću učiniti od Samarije gomilu u polju da se sade vinogradi, i pobacaću kamenje njezino u dolinu i otkriću joj temelje.

καὶ θήσομαι Σαμάρειαν εἰς ὀπωροφυλάκιον ἀγροῦ καὶ εἰς φυτείαν ἀμπελῶνος καὶ κατασπάσω εἰς χάος τοὺς λίθους αὐτῆς καὶ τὰ θεμέλια αὐτῆς ἀποκαλύψω.

0
7

I svi rezani likovi njezini razbiće se, i svi će se darovi njezini sažeći ognjem, i sve ću idole njezine potrti, jer od plate kurvarske nakupi, i opet će biti plata kurvarska.

καὶ πάντα τὰ γλυπτὰ αὐτῆς κατακόψουσι καὶ πάντα τὰ μισθώματα αὐτῆς ἐμπρήσουσιν ἐν πυρί, καὶ πάντα τὰ εἴδωλα αὐτῆς θήσομαι εἰς ἀφανισμόν· διότι ἐκ μισθωμάτων πορνείας συνήγαγε καὶ ἐκ μισθωμάτων πορνείας συνέστρεψεν.

0
8

Zato ću plakati i ridati; hodiću svučen i go; plakaću kao zmajevi i tužiću kao sove.

ἕνεκεν τούτου κόψεται καὶ θρηνήσει, πορεύσεται ἀνυπόδετος καὶ γυμνή, ποιήσεται κοπετὸν ὡς δρακόντων καὶ πένθος ὡς θυγατέρων σειρήνων·

0
9

Jer joj se rane ne mogu iscijeliti, dođoše do Jude, dopriješe do vrata mojega naroda, do Jerusalima.

ὅτι κατεκράτησεν ἡ πληγὴ αὐτῆς, διότι ἦλθεν ἕως Ἰούδα καὶ ἥψατο ἕως πύλης λαοῦ μου, ἕως Ἱερουσαλήμ.

0
10

Ne javljajte u Gatu, ne plačite; u Vit-Afri valjaj se po prahu.

οἱ ἐν Γέθ, μὴ μεγαλύνεσθε· οἱ ἐν Ἀκείμ, μὴ ἀνοικοδομεῖτε ἐξ οἴκου κατὰ γέλωτα, γῆν καταπάσασθε κατὰ γέλωτα ὑμῶν.

0
11

Izidi, stanovnice Safirska, s golom sramotom; stanovnica Sananska neće izaći; žalost Vet-ezilska neće vam dati stanka.

κατοικοῦσα καλῶς τὰς πόλεις αὐτῆς, οὐκ ἐξῆλθε κατοικοῦσα Σενναὰν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς, λήψεται ἐξ ὑμῶν πληγὴν ὀδύνης.

0
12

Jer stanovnica Marotska tuži za svojim dobrom. Jer siđe zlo od Gospoda do vrata Jerusalimskih.

τίς ἤρξατο εἰς ἀγαθὰ κατοικούσῃ ὀδύνας; ὅτι κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ,

0
13

Upregni brze konje u kola, stanovnice Lahiska, koja si početak grijehu kćeri Sionskoj, jer se u tebi nađoše zločinstva Izrailjeva.

ψόφος ἁρμάτων καὶ ἱππευόντων. κατοικοῦσα Λαχίς, ἀρχηγὸς ἁμαρτίας αὐτή ἐστι τῇ θυγατρὶ Σιών, ὅτι ἐν σοὶ εὑρέθησαν ἀσέβειαι τοῦ Ἰσραήλ.

0
14

Zato pošlji dare Moresetu Gatskom; domovi Ahsivski prevariće careve Izrailjeve.

διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ οἴκους ματαίους· εἰς κενὸν ἐγένοντο τοῖς βασιλεῦσι τοῦ Ἰσραήλ,

0
15

Još ću ti dovesti našljednika, stanovnice Mariska; doći će do Odolama, slave Izrailjeve.

ἕως τοὺς κληρονόμους ἀγάγωσι, κατοικοῦσα Λαχὶς κληρονομία, ἕως Ὀδολλὰμ ἥξει ἡ δόξα τῆς θυγατρὸς Ἰσραήλ.

0
16

Načini se ćelava i ostrizi se za milom djecom svojom; raširi ćelu svoju kao orao, jer se vode od tebe u ropstvo.

ξύρησαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα τὰ τρυφερά σου, ἐμπλάτυνον τὴν χηρείαν σου ὡς ἀετός, ὅτι ᾐχμαλωτεύθησαν ἀπὸ σοῦ.

0