Stari zavet
I sinovi Izrailjevi, sav zbor njihov, dođoše u pustinju Sinsku prvoga mjeseca, i stade narod u Kadisu; i ondje umrije Marija, i bi pogrebena ondje.
ΚΑΙ ἦλθον οἱ υἱοὶ Ἰσραὴλ πᾶσα ἡ συναγωγὴ εἰς τὴν ἔρημον Σίν, ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν ὁ λαὸς ἐν Κάδης, καὶ ἐτελεύτησεν ἐκεῖ Μαριὰμ καὶ ἐτάφη ἐκεῖ.
A ondje nemaše zbor vode, te se skupiše na Mojsija i na Arona.
καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἠθροίσθησαν ἐπὶ Μωυσῆν καὶ Ἀαρών.
I svađaše se narod s Mojsijem, i govorahu: kamo da smo pomrli kad pomriješe braća naša pred Gospodom!
καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες· ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλείᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι Κυρίου·
Zašto dovedoste zbor Gospodnji u ovu pustinju da izginemo ovdje i mi i stoka naša?
καὶ ἱνατί ἀνηγάγετε τὴν συναγωγὴν Κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν;
I zašto nas izvedoste iz Misira da nas dovedete na ovo zlo mjesto, gdje ne rodi ni žito ni smokva ni grožđe ni šipak, a ni vode nema za piće?
καὶ ἱνατί τοῦτο; ἀνηγάγετε ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τὸν πονηρὸν τοῦτον, τόπος οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ, οὐδὲ ἄμπελοι, οὔτε ροαί, οὔτε ὕδωρ ἐστὶ πιεῖν.
I dođe Mojsije i Aron ispred zbora na vrata šatora od sastanka, i padoše ničice; i pokaza im se slava Gospodnja.
καὶ ἦλθε Μωυσῆς καὶ Ἀαρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἔπεσον ἐπὶ πρόσωπον, καὶ ὤφθη ἡ δόξα Κυρίου πρὸς αὐτούς.
I reče Gospod Mojsiju govoreći:
καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
Uzmi štap, i sazovite zbor ti i Aron brat tvoj, i progovorite stijeni pred njima, te će dati vodu svoju; tako ćeš im izvesti vodu iz stijene, i napojićeš zbor i stoku njihovu.
λάβε τὴν ράβδον σου καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς, καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν.
I Mojsije uze štap ispred Gospoda, kako mu zapovjedi Gospod.
καὶ ἔλαβε Μωυσῆς τὴν ράβδον τὴν ἀπέναντι Κυρίου, καθὰ συνέταξε Κύριος,
I sazvaše Mojsije i Aron zbor pred stijenu, i on im reče: slušajte odmetnici! hoćemo li vam iz ove stijene izvesti vodu?
καὶ ἐξεκλησίασε Μωυσῆς καὶ Ἀαρὼν τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας καὶ εἶπε πρὸς αὐτούς· ἀκούσατέ μου, οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ;
I diže Mojsije ruku svoju i udari u stijenu štapom svojim dva puta, i izide voda mnoga, te se napoji narod i stoka njihova.
καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξε τὴν πέτραν τῇ ράβδῳ δίς, καὶ ἐξῆλθεν ὕδωρ πολύ, καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν.
A Gospod reče Mojsiju i Aronu: što mi ne vjerovaste i ne proslaviste me pred sinovima Izrailjevim, zato nećete odvesti zbora toga u zemlju koju sam im dao.
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρών· ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον τῶν υἱῶν Ἰσραήλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν δέδωκα αὐτοῖς.
To je voda od svađe, gdje se svađaše sinovi Izrailjevi s Gospodom, i on se proslavi među njima.
τοῦτο τὸ ὕδωρ ἀντιλογίας, ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι Κυρίου καὶ ἡγιάσθη ἐν αὐτοῖς.
Iza toga posla Mojsije poslanike iz Kadisa k caru Edomskom da mu reku: ovako kaže brat tvoj Izrailj: ti znaš sve nevolje koje nas snađoše:
Καὶ ἀπέστειλε Μωυσῆς ἀγγέλους ἐκ Κάδης πρὸς βασιλέα Ἐδὼμ λέγων· τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ· σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς,
Kako naši oci siđoše u Misir, i bijasmo u Misiru dugo vremena, i kako Misirci zlo činiše nama i ocima našim;
καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν,
I vikasmo ka Gospodu, i Gospod ču glas naš, i posla anđela, koji nas izvede iz Misira; i evo smo u Kadisu, gradu na tvojoj međi.
καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς ἡμῶν καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου, καὶ νῦν ἐσμεν ἐν Κάδης πόλει, ἐκ μέρους τῶν ὁρίων σου·
Pusti nas da prođemo kroz tvoju zemlju; nećemo ići preko polja ni preko vinograda, niti ćemo piti vode iz kojega studenca; ići ćemo carskim putem, nećemo svrtati ni nadesno ni nalijevo dok ne prijeđemo među tvoju.
παρελευσόμεθα διὰ τῆς γῆς σου, οὐ διελευσόμεθα δι' ἀγρῶν, οὐδὲ δι' ἀμπελώνων, οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου, ὁδῷ βασιλικῇ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου.
A Edom mu odgovori: ne idi preko moje zemlje, da ne izidem s mačem preda te.
καὶ εἶπε πρὸς αὐτὸν Ἐδώμ· οὐ διελεύσῃ δι' ἐμοῦ, εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι.
A sinovi Izrailjevi rekoše mu: ići ćemo utrenikom, i ako se napijemo vode tvoje, mi ili stoka naša, platićemo je; ništa više, samo da pješice prođemo.
καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ· παρά τὸ ὄρος παρελευσόμεθα, ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω τιμήν σοι· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι, παρὰ τὸ ὄρος παρελευσόμεθα.
A on im odgovori: nećete proći. I izide Edom pred njih s mnogo naroda i s velikom silom.
ὁ δὲ εἶπεν· οὐ διελεύσῃ δι' ἐμοῦ. καὶ ἐξῆλθεν Ἐδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ.
I kad ne htje Edom dopustiti Izrailju da prijeđe preko međe njegove, Izrailj otide od njega.
καὶ οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπ' αὐτοῦ.
I krenuvši se od Kadisa dođoše sinovi Izrailjevi, sav zbor njihov, ka gori Oru.
Καὶ ἀπῇραν ἐκ Κάδης· καὶ παρεγένοντο οἱ υἱοὶ Ἰσραήλ, πᾶσα ἡ συναγωγὴ εἰς Ὢρ τὸ ὄρος.
I Gospod reče Mojsiju i Aronu na gori Oru kod međe Edomske govoreći:
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν ἐν Ὢρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων τῆς γῆς Ἐδὼμ λέγων·
Aron valja da se pribere k rodu svojemu, jer neće ući u zemlju koju sam dao sinovima Izrailjevijem, jer ne poslušaste zapovijesti moje na vodi od svađe.
προστεθήτω Ἀαρὼν πρὸς τὸν λαὸν αὐτοῦ, ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν, ἣν δέδωκα τοῖς υἱοῖς Ἰσραήλ, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας.
Uzmi Arona i Eleazara sina njegova, i izvedi ih na goru Or.
λάβε τὸν Ἀαρὼν καὶ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ καὶ ἀναβίβασον αὐτοὺς εἰς Ὢρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς
I svuci Aronu haljine njegove i obuci ih Eleazaru sinu njegovu, pa će se Aron pribrati i umrijeti ondje.
καὶ ἔκδυσον Ἀαρὼν τὴν στολὴν αὐτοῦ καὶ ἔνδυσον Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ Ἀαρὼν προστεθεὶς ἀποθανέτω ἐκεῖ.
I učini Mojsije kako zapovjedi Gospod; i izidoše na goru Or pred svijem zborom.
καὶ ἐποίησε Μωυσῆς καθὰ συνέταξε Κύριος αὐτῷ, καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ὢρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς.
I svuče Mojsije s Arona haljine njegove i obuče ih Eleazaru sinu njegovu, i umrije ondje Aron navrh gore, a Mojsije i Eleazar sidoše s gore.
καὶ ἐξέδυσε τὸν Ἀαρὼν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ· καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, καὶ κατέβη Μωυσῆς καὶ Ἐλεάζαρ ἐκ τοῦ ὄρους.
A kad vidje sav zbor da umrije Aron, plaka sav dom Izrailjev za Aronom trideset dana.
καὶ εἶδε πᾶσα ἡ συναγωγή, ὅτι ἀπελύθη Ἀαρών, καὶ ἔκλαυσαν τὸν Ἀαρὼν τριάκοντα ἡμέρας πᾶς οἶκος Ἰσραήλ.