Stari zavet
A kad ču Hananej car Aradski, koji življaše na jugu, da ide Izrailj putem kojim idoše uhode, on se pobi s njima i zarobi ih nekoliko.
ΚΑΙ ἤκουσεν ὁ Χανανεὶς βασιλεὺς Ἀρὰδ ὁ κατοικῶν κατὰ τὴν ἔρημον, ὅτι ἦλθεν Ἰσραὴλ ὁδὸν Ἀθαρείν, καὶ ἐπολέμησε πρὸς Ἰσραὴλ καὶ καταπροενόμευσεν ἐξ αὐτῶν αἰχμαλωσίαν.
Tada se Izrailj zavjetova Gospodu i reče: ako daš ovaj narod meni u ruke, do temelja ću raskopati gradove njihove.
καὶ ηὔξατο Ἰσραὴλ εὐχὴν Κυρίῳ καὶ εἶπεν· ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ.
I usliši Gospod glas Izrailjev i dade mu Hananeje, a on zatr njih i gradove njihove, i prozva ono mjesto Orma.
καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς Ἰσραὴλ καὶ παρέδωκε τὸν Χανανεὶν ὑποχείριον αὐτοῦ, καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ· καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἀνάθεμα.
Potom pođoše od gore Ora k Crvenom Moru obilazeći zemlju Edomsku, i oslabi duh narodu od puta.
Καὶ ἀπάραντες ἐξ Ὢρ τοῦ ὄρους ὁδὸν ἐπὶ θάλασσαν ἐρυθρὰν περιεκύκλωσαν γῆν Ἐδώμ· καὶ ὠλιγοψύχησεν ὁ λαὸς ἐν τῇ ὁδῷ.
I vikaše narod na Boga i na Mojsija: zašto nas izvedoste iz Misira da izginemo u ovoj pustinji? Jer nema ni hljeba ni vode, a ovaj se nikaki hljeb već ogadio duši našoj.
καὶ κατελάλει ὁ λαὸς πρὸς τὸν Θεὸν καὶ κατὰ Μωυσῆ λέγοντες· ἱνατί τοῦτο; ἐξήγαγες ἡμᾶς ἐξ Αἰγύπτου, ἀποκτεῖναι ἐν τῇ ἐρήμῳ; ὅτι οὐκ ἔστιν ἄρτος οὐδὲ ὕδωρ, ἡ δὲ ψυχὴ ἡμῶν προσώχθισεν ἐν τῷ ἄρτῳ τῷ διακένῳ τούτῳ.
A Gospod pusti na narod zmije vatrene, koje ih ujedahu, te pomrije mnogo naroda u Izrailju.
καὶ ἀπέστειλε Κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας, καὶ ἔδακνον τὸν λαόν, καὶ ἀπέθανε λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ.
Tada dođe narod k Mojsiju i rekoše: zgriješismo što vikasmo na Gospoda i na tebe; moli Boga neka ukloni zmije od nas. I Mojsije se pomoli za narod.
καὶ παραγενόμενος ὁ λαὸς πρὸς Μωυσῆν ἔλεγον· ὅτι ἡμάρτομεν, ὅτι κατελαλήσαμεν κατὰ τοῦ Κυρίου καὶ κατὰ σοῦ· εὖξαι οὖν πρὸς Κύριον, καὶ ἀφελέτω ἀφ' ἡμῶν τὸν ὄφιν. καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον περὶ τοῦ λαοῦ.
I Gospod reče Mojsiju: načini zmiju vatrenu, i metni je na motku, i koga ujede zmija, neka pogleda u nju, pa će ozdraviti.
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου, καὶ ἔσται ἐὰν δάκῃ ὄφις ἄνθρωπον, πᾶς ὁ δεδηγμένος ἰδὼν αὐτὸν ζήσεται.
I načini Mojsije zmiju od mjedi, i metnu je na motku, i koga god ujede zmija on pogleda u zmiju od mjedi, i ozdravi.
καὶ ἐποίησε Μωυσῆς ὄφιν χαλκοῦν καὶ ἔστησεν αὐτὸν ἐπὶ σημείου, καὶ ἐγένετο ὅταν ἔδακνεν ὄφις ἄνθρωπον, καὶ ἐπέβλεψεν ἐπὶ τὸν ὄφιν τὸν χαλκοῦν καὶ ἔζη.
Potom pođoše sinovi Izrailjevi, i stadoše u oko u Ovotu.
Καὶ ἀπῇραν οἱ υἱοὶ Ἰσραὴλ καὶ παρενέβαλον ἐν Ὠβώθ.
I iz Ovota otišavši stadoše u oko na brdima Avarimskim u pustinji koja je prema Moavskoj s istoka.
καὶ ἐξάραντες ἐξ Ὠβώθ, καὶ παρενέβαλον ἐν Ἀχαλγαὶ ἐκ τοῦ πέραν ἐν τῇ ἐρήμῳ, ἥ ἐστι κατὰ πρόσωπον Μωάβ, κατ' ἀνατολὰς ἡλίου.
Odande otišavši stadoše u oko u dolini Zaredu.
καὶ ἐκεῖθεν ἀπῇραν καὶ παρενέβαλον εἰς φάραγγα Ζαρέδ.
I odatle otišavši stadoše u oko na brodu na Arnonu, koji je u pustinji i izlazi od međe Amorejske. Jer je Arnon međa Moavska između Moavaca i Amorejaca.
καὶ ἐκεῖθεν ἀπάραντες παρενέβαλον εἰς τὸ πέραν Ἀρνῶν ἐν τῇ ἐρήμῳ, τὸ ἐξέχον ἀπὸ τῶν ὁρίων τῶν Ἀμορραίων· ἔστι γὰρ Ἀρνῶν ὅρια Μωὰβ ἀνὰ μέσον Μωὰβ καὶ ἀνὰ μέσον τοῦ Ἀμορραίου.
Zato se kaže u knjizi o ratovima Gospodnjim: na Vajeva u Sufi i na potoke Arnonske.
διὰ τοῦτο λέγεται ἐν βιβλίῳ· πόλεμος τοῦ Κυρίου τὴν Ζωὸβ ἐφλόγιζε, καὶ τοὺς χειμάρρους Ἀρνῶν,
Jer ti potoci, koji dopiru do mjesta Ara, teku pokraj međe Moavske.
καὶ τοὺς χειμάρρους κατέστησε κατοικίσαι Ἤρ, καὶ πρόσκειται τοῖς ὁρίοις Μωάβ.
A otuda dođoše k Viru; to je studenac za koji bješe rekao Gospod Mojsiju: skupi narod, i daću im vode.
καὶ ἐκεῖθεν τὸ φρέαρ· τοῦτο τὸ φρέαρ, ὃ εἶπε Κύριος πρὸς Μωυσῆν· συνάγαγε τὸν λαόν, καὶ δώσω αὐτοῖς ὕδωρ πιεῖν.
Tada pjeva Izrailj pjesmu ovu: Diži se, studenče; pripijevajte ga;
τότε ᾖσεν Ἰσραὴλ τὸ ᾆσμα τοῦτο ἐπὶ τοῦ φρέατος· ἐξάρχετε αὐτῷ· φρέαρ,
Studenče, koji kopaše knezovi, koji iskopaše poglavari narodni s onijem koji postavi zakon, palicama svojim. A iz pustinje otidoše u Mantanail,
ὤρυξαν αὐτὸ ἄρχοντες, ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν ἐν τῇ βασιλείᾳ αὐτῶν, ἐν τῷ κυριεῦσαι αὐτῶν. καὶ ἀπὸ φρέατος εἰς Μανθαναείν·
A iz Mantanaila u Nadil, a iz Nadila u Vamot,
καὶ ἀπὸ Μανθαναεὶν εἰς Νααλιήλ· καὶ ἀπὸ Νααλιὴλ εἰς Βαμώθ· καὶ ἀπὸ Βαμὼθ εἰς Ἰανήν, ἥ ἐστιν ἐν τῷ πεδίῳ Μωὰβ ἀπὸ κορυφῆς τοῦ λελαξευμένου τὸ βλέπον κατὰ πρόσωπον τῆς ἐρήμου.
A iz Vamota u dolinu koja je u polju Moavskom kod gore Fazge i gleda u pustinju.
Καὶ ἀπέστειλε Μωυσῆς πρέσβεις πρὸς Σηὼν βασιλέα Ἀμορραίων λόγοις εἰρηνικοῖς λέγων·
Tada posla Izrailj poslanike k Sionu caru Amorejskom govoreći:
παρελευσόμεθα διὰ τῆς γῆς σου· τῇ ὁδῷ πορευσόμεθα, οὐκ ἐκκλινοῦμεν οὔτε εἰς ἀγρὸν οὔτε εἰς ἀμπελῶνα,
Pusti da prođemo kroz tvoju zemlju, nećemo svrtati ni u polje ni u vinograd, niti ćemo piti vode iz studenaca; ići ćemo carskim putem dokle ne prijeđemo među tvoju.
οὐ πιόμεθα ὕδωρ ἐκ φρέατός σου· ὁδῷ βασιλικῇ πορευσόμεθα, ἕως παρέλθωμεν τὰ ὅριά σου.
Ali ne dade Sion Izrailju da prođe kroz zemlju njegovu, nego sabra Sion sav narod svoj, i izađe na Izrailja u pustinju, i dođe u Jasu, i pobi se s Izrailjem.
καὶ οὐκ ἔδωκε Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ, καὶ συνήγαγε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐξῆλθε παρατάξασθαι τῷ Ἰσραὴλ εἰς τὴν ἔρημον καὶ ἦλθεν εἰς Ἰασσὰ καὶ παρετάξατο τῷ Ἰσραήλ.
Ali ga isiječe Izrailj oštrim mačem, i osvoji zemlju njegovu od Arnona pa do Javoka do sinova Amonovijeh, jer tvrda bješe međa sinova Amonovijeh.
καὶ ἐπάταξεν αὐτὸν Ἰσραὴλ φόνῳ μαχαίρας καὶ κατεκυρίευσαν τῆς γῆς αὐτοῦ ἀπὸ Ἀρνῶν ἕως Ἰαβόκ, ἕως υἱῶν Ἀμμάν· ὅτι Ἰαζὴρ ὅρια υἱῶν Ἀμμάν ἐστι.
I uze Izrailj sva ona mjesta i naseli se u svijem gradovima Amorejskim, u Esevonu i u svijem selima njegovijem.
καὶ ἔλαβεν Ἰσραὴλ πάσας τὰς πόλεις ταύτας, καὶ κατῴκησεν Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν Ἀμορραίων, ἐν Ἐσεβὼν καὶ ἐν πάσαις ταῖς συγκυρούσαις αὐτῇ.
Jer Esevon bješe grad Siona cara Amorejskoga, koji bješe prvi zavojštio na cara Moavskoga i bješe mu uzeo svu zemlju njegovu do Arnona.
ἔστι γὰρ Ἐσεβὼν πόλις Σηὼν τοῦ βασιλέως τῶν Ἀμορραίων, καὶ οὗτος ἐπολέμησε βασιλέα Μωὰβ τὸ πρότερον καὶ ἔλαβον πᾶσαν τὴν γῆν αὐτοῦ ἀπὸ Ἀροὴρ ἕως Ἀρνῶν.
Zato govore u priči: hodite u Esevon, da se sagradi i podigne grad Sionov.
διὰ τοῦτο ἐροῦσιν οἱ αἰνιγματισταί· ἔλθετε εἰς Ἐσεβών, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών.
Jer oganj izađe iz Esevona, plamen iz grada Sionova, i spali Ar Moavski i stanovnike na visini Arnonskoj.
ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἐσεβών, φλὸξ ἐκ πόλεως Σηὼν καὶ κατέφαγεν ἕως Μωὰβ καὶ κατέπιε στήλας Ἀρνῶν.
Teško tebi, Moave; propao si, narode Hamosov; dao je sinove svoje koji utekoše i kćeri svoje u ropstvo Sionu caru Amorejskom.
οὐαί σοι, Μωάβ· ἀπώλου, λαὸς Χαμώς. ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν διασῴζεσθαι καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Ἀμορραίων Σηών·
Ali ih postrijeljasmo, propade Esevon do Devona, i potrsmo ih do Nofe, koja dopire do Medeve.
καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται, Ἐσεβὼν ἕως Δαιβών, καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ.
I tako živje Izrailj u zemlji Amorejskoj.
Κατώκησε δὲ Ἰσραὴλ ἐν πάσαις ταῖς πόλεσι τῶν Ἀμορραίων.
Potom posla Mojsije da uhode Jazir, i uzeše sela oko njega, i izagnaše Amorejce koji bijahu ondje.
καὶ ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν Ἰαζήρ, καὶ κατελάβοντο αὐτὴν καὶ τὰς κώμας αὐτῆς καὶ ἐξέβαλον τὸν Ἀμορραῖον τὸν κατοικοῦντα ἐκεῖ.
Potom obrativši se pođoše u Vasan; i izide Og car Vasanski pred njih, on i sav narod njegov na boj u Edrajin.
καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν Ὢγ βασιλεὺς τῆς Βασὰν εἰς συνάντησιν αὐτοῖς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Ἐδραείν.
A Gospod reče Mojsiju: ne boj ga se; jer sam ga dao u tvoje ruke i sav narod njegov i zemlju njegovu; i učini mu kako si učinio Sionu caru Amorejskom koji življaše u Esevonu.
καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ, καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηὼν βασιλεῖ τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἐσεβών.
I pobiše ga i sinove njegove i sav narod njegov, da ne osta nijedan, i osvojiše zemlju njegovu.