Judita 9

Stari zavet

1

Judita, pak, pade na lice i posu prah na glavu svoju, i skide haljinu od kostrijeti u koju se bila obukla. I prinošaše se od nedavno u domu Gospodnjem kad one večeri; i zavapi glasom velikim Judita ka Gospodu i reče:

ΙΟΥΔΙΘ δὲ ἔπεσεν ἐπὶ πρόσωπον καὶ ἐπέθετο σποδὸν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐγύμνωσεν ὃν ἐνεδιδύσκετο σάκκον, καὶ ἦν ἄρτι προσφερόμενον ἐν Ἱερουσαλὴμ εἰς τὸν οἶκον τοῦ Θεοῦ τὸ θυμίαμα τῆς ἑσπέρας ἐκείνης, καὶ ἐβόησε φωνῇ μεγάλῃ Ἰουδὶθ πρὸς Κύριον καὶ εἶπε·

0
2

Gospode Bože oca moga Simeona, kome si dao u ruku mač na osvetu inorodnim, koji razriješiše matericu djevstvenu na oskvrnavljenje i obnažiše njedra na sramotu i uprljaše matericu na porugu. Jer si rekao: Da ne bude tako, a oni učiniše.

Κύριε ὁ Θεὸς τοῦ πατρός μου Συμεών, ᾧ ἔδωκας ἐν χειρὶ ρομφαίαν εἰς ἐκδίκησιν ἀλλογενῶν, οἳ ἔλυσαν μήτραν παρθένου εἰς μίασμα καὶ ἐγύμνωσαν μηρὸν εἰς αἰσχύνην καὶ ἐβεβήλωσαν μήτραν εἰς ὄνειδος· εἶπας γάρ, οὐχ οὕτως ἔσται· καὶ ἐποίησαν

0
3

Zbog toga predao si knezove njihove na pogibiju, i postelju njihovu, koja je poznala prevaru njihovu, prevarenu krvlju, i porazio si robove sa gospodarima, i gospodare na prijestolima njihovim,

ἀνθ᾿ ὧν ἔδωκας ἄρχοντας αὐτῶν εἰς φόνον καὶ τὴν στρωμνὴν αὐτῶν, ἣ ᾐδέσατο τὴν ἀπάτην αὐτῶν, εἰς αἷμα, καὶ ἐπάταξας δούλους ἐπὶ δυνάσταις καὶ δυνάστας ἐπὶ θρόνους αὐτῶν.

0
4

I dao si žene njihove na razgrabljenje, i kćeri njihove u ropstvo i sva dobra njihova na diobu sinova miljenika tvojih koji revnovaše revnošću tvojom, i pretrpješe mrzost skvrnavljenja krvi svoje i prizvaše te u pomoć; Bože, Bože moj, usliši i mene udovicu!

καὶ ἔδωκας γυναῖκας αὐτῶν εἰς προνομὴν καὶ θυγατέρας εἰς αἰχμαλωσίαν καὶ πάντα τὰ σκῦλα εἰς διαίρεσιν υἱῶν ἠγαπημένων ὑπὸ σοῦ, οἳ καὶ ἐζήλωσαν τὸν ζῆλόν σου καὶ ἐβδελύξαντο μίασμα αἵματος αὐτῶν καὶ ἐπεκαλέσαντό σε εἰς βοηθόν. ὁ Θεὸς ὁ Θεὸς ὁ ἐμός, καὶ εἰσάκουσον ἐμοῦ τῆς χήρας·

0
5

Jer ti si učinio ona prije ovih i ova, i ona poslije i sadašnja, i ono što će doći predvidio si, i dogodiše se ona koja si zamislio,

σὺ γὰρ ἐποίησας τὰ πρότερα ἐκείνων καὶ ἐκεῖνα καὶ τὰ μετέπειτα καὶ τὰ νῦν καὶ τὰ ἐπερχόμενα διενοήθης, καὶ ἐγενήθησαν ἃ ἐνενοήθης,

0
6

I ostvariše se stvari što si zahtio i rekoše: Evo, tu smo! Jer svi putevi tvoji su gotovi, i sud tvoj u predznanju.

καὶ παρέστησαν ἃ ἐβουλεύσω καὶ εἶπαν· ἰδοὺ πάρεσμεν· πᾶσαι γὰρ αἱ ὁδοί σου ἕτοιμοι, καὶ ἡ κρίσις σου ἐν προγνώσει·

0
7

Jer, evo, Asirci se umnožiše u sili svojoj, uzniješe se na konju i konjaniku, pogordiše se u mišici pješačkoj, pouzdaše se u štit i koplje i luk i praćku, i ne poznaše da si ti Gospod koji mrziš ratove.

ἰδοὺ γὰρ Ἀσσύριοι ἐπληθύνθησαν ἐν δυνάμει αὐτῶν, ὑψώθησαν ἐφ᾿ ἵππῳ καὶ ἀναβάτῃ ἐγαυρίασαν ἐν βραχίονι πεζῶν, ἤλπισαν ἐν ἀσπίδι καὶ ἐν γαισῷ καὶ τόξῳ καὶ σφενδόνῃ καὶ οὐκ ἔγνωσαν ὅτι σὺ εἶ Κύριος συντρίβων πολέμους.

0
8

Gospod je Ime tvoje; ti skrši njihovu snagu silom tvojom i porazi moć njihovu jarošću svojom; jer smišljahu da oskvrnave svetinju tvoju, da zagade obitavalište pokoja Imena slave tvoje, da obore gvožđem rog žrtvenika tvoga.

Κύριος ὄνομά σοι· σὺ ράξον αὐτῶν τὴν ἰσχὺν ἐν δυνάμει σου καὶ κάταξον τὸ κράτος αὐτῶν ἐν τῷ θυμῷ σου· ἐβουλεύσαντο γὰρ βεβηλῶσαι τὰ ἅγιά σου, μιᾶναι τὸ σκήνωμα τῆς καταπαύσεως τοῦ ὀνόματος τῆς δόξης σου καὶ καταβαλεῖν σιδήρῳ κέρας θυσιαστηρίου σου.

0
9

Pogledaj na gordost njihovu, pošalji gnjev tvoj na glave njihove, daj u ruku moju udovičku, u onome što namislih - krjepost.

βλέψον εἰς ὑπερηφανίαν αὐτῶν, ἀπόστειλον τὴν ὀργήν σου εἰς κεφαλὰς αὐτῶν, δὸς ἐν χειρί μου τῆς χήρας ὃ διενοήθην κράτος.

0
10

Udari roba usnama lukavstva moga, po knezu i od kneza po slugi njegovom, porazi njihovu nadmenost rukom ženskom.

πάταξον δοῦλον ἐκ χειλέων ἀπάτης μου ἐπ᾿ ἄρχοντι καὶ ἄρχοντα ἐπὶ θεράποντι αὐτοῦ, θραῦσον αὐτῶν τὸ ἀνάστημα ἐν χειρὶ θηλείας·

0
11

Jer nije u mnoštvu krjepost tvoja, niti vladanje tvoje u moćnima, nego si Bog smirenih, malih si Pomoćnik, Zastupnik nemoćnih, očajnika Pokrovitelj, beznadežnih Spasitelj.

οὐ γὰρ ἐν πλήθει τὸ κράτος σου, οὐδὲ ἡ δυναστεία σου ἐν ἰσχύουσιν, ἀλλὰ ταπεινῶν εἶ Θεός, ἐλαττόνων εἶ βοηθός, ἀντιλήπτωρ ἀσθενούντων, ἀπεγνωσμένων σκεπαστής, ἀπηλπισμένων σωτήρ.

0
12

Da, da, Bože oca moga i Bože nasleđa Izrailjeva, Vladaru nebesa i zemlje, Tvorče voda, Care sve tvorevine tvoje, ti usliši molitvu moju,

ναὶ ναὶ ὁ Θεὸς τοῦ πατρός μου καὶ Θεὸς κληρονομίας Ἰσραήλ, δέσποτα τῶν οὐρανῶν καὶ τῆς γῆς, κτίστα τῶν ὑδάτων, βασιλεῦ πάσης κτίσεώς σου, σὺ εἰσάκουσον τῆς δεήσεώς μου

0
13

I daj mi riječ i lukavost da ih ranim i smoždim, one koji protiv Zavjeta tvoga i Doma osvećenja tvoga i vrha Sionskog i doma opstanka sinova tvojih smišljahu surovosti.

καὶ δὸς λόγον μου καὶ ἀπάτην εἰς τραῦμα καὶ μώλωπα αὐτῶν, οἳ κατὰ τῆς διαθήκης σου καὶ οἴκου ἡγιασμένου σου καὶ κορυφῆς Σιὼν καὶ οἴκου κατασχέσεως υἱῶν σου ἐβουλεύσαντο σκληρά.

0
14

I učini u svemu narodu svome i svakom plemenu poznanje da znaju da si ti Bog, Bog svake sile i moći, i da nema drugog zaštitnika roda Izrailjeva osim tebe.

καὶ ποίησον ἐπὶ πᾶν τὸ ἔθνος σου, καὶ πάσης φυλῆς ἐπίγνωσιν τοῦ εἰδῆσαι ὅτι σὺ εἶ ὁ Θεὸς πάσης δυνάμεως καὶ κράτους, καὶ οὐκ ἔστιν ἄλλος ὑπερασπίζων τοῦ γένους Ἰσραήλ, εἰ μὴ σύ.

0