Judita 10

Stari zavet

1

I dogodi se kada prestade da vapije ka Bogu Izrailjevu i kad okonča sve riječi ove,

ΚΑΙ ἐγένετο ὡς ἐπαύσατο βοῶσα πρὸς τὸν Θεὸν Ἰσραὴλ καὶ συνετέλεσε πάντα τὰ ρήματα ταῦτα,

0
2

I ustade od pada (ničice), i pozva sluškinju svoju i siđe u dom u kome je boravila u dane subotnje, u dane praznične svoje,

καὶ ἀνέστη ἀπὸ τῆς πτώσεως καὶ ἐκάλεσε τὴν ἅβραν αὐτῆς καὶ κατέβη εἰς τὸν οἶκον, ἐν ᾧ διέτριβεν ἐν αὐτῷ ἐν ταῖς ἡμέραις τῶν σαββάτων καὶ ἐν ταῖς ἑορταῖς αὐτῆς·

0
3

I skide haljinu od kostrijeti u koju se bila obukla, i svuče haljine udovištva svoga; i umi tijelo vodom i pomaza mirom jakim i raščešlja vlasi glave svoje, i položi krunu na nju, i obuče haljine radosti svoje kojima se ukrašavala u dane života muža svoga Manasije,

καὶ περιείλατο τὸν σάκκον, ὃν ἐνεδεδύκει, καὶ ἐξεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς καὶ περιεκλύσατο τὸ σῶμα ὕδατι καὶ ἐχρίσατο μύρῳ παχεῖ καὶ διέταξε τὰς τρίχας τῆς κεφαλῆς αὐτῆς καὶ ἐπέθετο μίτραν ἐπ᾿ αὐτῆς καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς εὐφροσύνης αὐτῆς, ἐν οἷς ἐστολίζετο ἐν ταῖς ἡμέραις τῆς ζωῆς τοῦ ἀνδρὸς αὐτῆς Μανασσῆ,

0
4

I obu sandale na noge svoje, i stavi ogrlice i narukvice i prstenje i naušnice i sve ukrase svoje, tako se ukrasila veoma na prelest očiju muških, koji je budu vidjeli.

καὶ ἔλαβε σανδάλια εἰς τοὺς πόδας αὐτῆς καὶ περιέθετο τοὺς χλιδῶνας καὶ τὰ ψέλλια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια καὶ πάντα τὸν κόσμον αὐτῆς καὶ ἐκαλλωπίσατο σφόδρα εἰς ἀπάτησιν ὀφθαλμῶν ἀνδρῶν, ὅσοι ἂν ἴδωσιν αὐτήν.

0
5

I dade sluškinji svojoj mješinu vina i sasud ulja, i vreću napunjenu brašna i smokve i hljebove čiste, i ostavi sve posude svoje i stavi na nju.

καὶ ἔδωκε τῇ ἅβρᾳ αὐτῆς ἀσκοπυτίνην οἴνου καὶ καψάκην ἐλαίου καὶ πήραν ἐπλήρωσεν ἀλφίτων καὶ παλάθης καὶ ἄρτων καθαρῶν καὶ περιεδίπλωσε πάντα τὰ ἀγγεῖα αὐτῆς καὶ ἐπέθηκεν ἐπ᾿ αὐτῇ.

0
6

I izađoše na vrata grada Vetiluje i nađoše kako stoji na njima Ozija i starješine grada Havrina i Harmina.

καὶ ἐξήλθοσαν ἐπὶ τὴν πύλην τῆς πόλεως Βαιτυλούα καὶ εὕροσαν ἐφεστῶτας ἐπ᾿ αὐτῆς Ὀζίαν καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως Χαβρὶν καὶ Χαρμίν.

0
7

A kad je vidješe, i bješe izmjenjeno lice njeno kao i haljina u koju se bila obukla, zadiviše se ljepoti njenoj izuzetnoj i rekoše joj:

ὡς δὲ εἶδον αὐτὴν καὶ ἦν ἠλλοιωμένον τὸ πρόσωπον αὐτῆς καὶ τὴν στολὴν μεταβεβληκυῖαν αὐτῆς, καὶ ἐθαύμασαν ἐπὶ τῷ κάλλει αὐτῆς ἐπὶ πολὺ σφόδρα καὶ εἶπαν αὐτῇ·

0
8

Bog otaca naših neka ti dade blagodati i neka svrši poduhvate tvoje na slavu sinova Izrailjevih i uzvišenje Jerusalima.

ὁ Θεὸς ὁ Θεὸς τῶν πατέρων ἡμῶν δῴη σε εἰς χάριν καὶ τελειώσαι τὰ ἐπιτηδεύματά σου εἰς γαυρίαμα υἱῶν Ἰσραὴλ καὶ ὕψωμα Ἱερουσαλήμ. καὶ προσεκύνησε τῷ Θεῷ

0
9

I pokloni se Bogu i reče im: Zapovijedite da mi otvore vrata grada i izaći ću na izvršenje riječi koje ste govorili sa mnom; i narediše mladićima da joj otvore kao što reče.

καὶ εἶπε πρὸς αὐτούς· ἐπιτάξατε ἀνοῖξαί μοι τὴν πύλην τῆς πόλεως, καὶ ἐξελεύσομαι εἰς τελείωσιν τῶν λόγων, ὧν ἐλαλήσατε μετ᾿ ἐμοῦ· καὶ συνέταξαν τοῖς νεανίσκοις ἀνοῖξαι αὐτῇ καθότι ἐλάλησε.

0
10

I učiniše tako. I izađe Judita, ona i sluškinja njena sa njom; i nadgledahu je ljudi iz grada dokle ne siđe sa gore i dok ne prođe dolinu, i više je ne viđahu.

καὶ ἐποίησαν οὕτως. καὶ ἐξῆλθεν Ἰουδίθ, αὐτὴ καὶ ἡ παιδίσκη αὐτῆς μετ᾿ αὐτῆς· ἀπεσκόπευον δὲ αὐτὴν οἱ ἄνδρες τῆς πόλεως ἕως οὗ κατέβη τὸ ὄρος, ἕως διῆλθε τὸν αὐλῶνα καὶ οὐκέτι ἐθεώρουν αὐτήν.

0
11

I iđahu dolinom pravo, i susrete je predstraža asirska.

καὶ ἐπορεύοντο ἐν τῷ αὐλῶνι εἰς εὐθεῖαν, καὶ συνήντησεν αὐτῇ προφυλακὴ τῶν Ἀσσυρίων.

0
12

I uhvatiše je i zapitaše: Čija si i otkud dolaziš i kud ideš? I reče: Kći sam jevrejska i bježim od lica njihovog, jer će biti predani vama na uništenje;

καὶ συνέλαβον αὐτὴν καὶ ἐπηρώτησαν· τίνων εἶ καὶ πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; καὶ εἶπε· θυγάτηρ εἰμὶ τῶν Ἑβραίων καὶ ἀποδιδράσκω ἀπὸ προσώπου αὐτῶν, ὅτι μέλλουσι δίδοσθαι ὑμῖν εἰς κατάβρωμα·

0
13

I ja dolazim pred lice Oloferna, vojskovođe sile vaše, da mu javim riječi istine; i pokazaću pred licem njegovim put kojim će ići i zagospodariti svim Gorskim (krajem) i neće poginuti od ljudi njegovih ni jedno tijelo, ni duh života.

κἀγὼ ἔρχομαι εἰς τὸ πρόσωπον Ὀλοφέρνου ἀρχιστρατήγου δυνάμεως ὑμῶν τοῦ ἀναγγεῖλαι ρήματα ἀληθείας καὶ δείξω πρὸ προσώπου αὐτοῦ ὁδόν, καθ᾿ ἣν πορεύσεται καὶ κυριεύσει πάσης τῆς ὀρεινῆς, καὶ οὐ διαφωνήσει τῶν ἀνδρῶν αὐτοῦ σάρξ μία οὐδὲ πνεῦμα ζωῆς.

0
14

Kada ljudi čuše riječi njene, i vidješe lice njeno - bješe pred njima divno krasotom veoma - rekoše joj:

ὡς δὲ ἤκουσαν οἱ ἄνδρες τὰ ρήματα αὐτῆς καὶ κατενόησαν τὸ πρόσωπον αὐτῆς  καὶ ἦν ἐναντίον αὐτῶν θαυμάσιον τῷ κάλλει σφόδρα  καὶ εἶπαν πρὸς αὐτήν·

0
15

Spasila si dušu svoju pohitavši da siđeš pred lice gospodara našeg; i sada priđi do šatora njegovog, i od nas će te provesti dok te ne predaju u ruke njegove.

σέσωκας τὴν ψυχήν σου σπεύσασα καταβῆναι εἰς πρόσωπον τοῦ κυρίου ἡμῶν· καὶ νῦν πρόσελθε ἐπὶ τὴν σκηνὴν αὐτοῦ, καὶ ἀφ᾿ ἡμῶν προπέμψουσί σε, ἕως παραδώσουσί σε εἰς τὰς χεῖρας αὐτοῦ·

0
16

A ako staneš pred njega, nemoj se uplašiti srcem svojim, nego mu javi po riječima tvojim, i dobro će ti učiniti.

ἐὰν δὲ στῇς ἐναντίον αὐτοῦ, μὴ φοβηθῇς τῇ καρδίᾳ σου, ἀλλὰ ἀνάγγειλον κατὰ τὰ ρήματά σου, καὶ εὖ σε ποιήσει.

0
17

I izabraše između sebe muževa sto i pripojiše njoj i sluškinji njenoj, i dovedoše ih na šator Oloferna.

καὶ ἐπέλεξαν ἐξ αὐτῶν ἄνδρας ἑκατὸν καὶ παρέζευξαν αὐτῇ καὶ τῇ ἅβρᾳ αὐτῆς, καὶ ἤγαγον αὐτὰς ἐπὶ τὴν σκηνὴν Ὀλοφέρνου.

0
18

I bi sabranje u cijelom logoru, jer se razglasi po šatorima o prisustvu njenom; i došavši, opkoliše je, pošto je stojala izvan šatora Olofernova dok mu ne najaviše o njoj.

καὶ ἐγένετο συνδρομὴ πάσῃ τῇ παρεμβολῇ, διεβοήθη γὰρ εἰς τὰ σκηνώματα ἡ παρουσία αὐτῆς· καὶ ἐλθόντες ἐκύκλουν αὐτὴν ὡς εἱστήκει ἔξω τῆς σκηνῆς Ὀλοφέρνου, ἕως προσήγγειλαν αὐτῷ περὶ αὐτῆς.

0
19

I divljahu se ljepoti njenoj, i divljahu se sinovima Izrailjevim zbog nje, i reče svaki bližnjem svome: Ko će prezreti narod ovaj koji ima u sebi žene ovakve? Zato nije dobro ostaviti od njih nijednog čovjeka, jer ako bi bili ostavljeni, biće u stanju da nadmudre svu zemlju.

καὶ ἐθαύμαζον ἐπὶ τῷ κάλλει αὐτῆς καὶ ἐθαύμαζον τοὺς υἱοὺς Ἰσραὴλ ἀπ᾿ αὐτῆς, καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· τίς καταφρονήσει τοῦ λαοῦ τούτου, ὃς ἔχει ἐν ἑαυτῷ γυναῖκας τοιαύτας; ὅτι οὐ καλόν ἐστιν ὑπολείπεσθαι ἐξ αὐτῶν ἄνδρα ἕνα, οἳ ἀφεθέντες δυνήσονται κατασοφίσασθαι πᾶσαν τὴν γῆν.

0
20

I izađoše oni koji spavaju sa Olofernom i svi služitelji njegovi, i uvedoše nju u šator.

καὶ ἐξῆλθον οἱ παρακαθεύδοντες Ὀλοφέρνῃ καὶ πάντες οἱ θεράποντες αὐτοῦ καὶ εἰσήγαγον αὐτὴν εἰς τὴν σκηνήν.

0
21

I Olofern se odmaraše na odru svome pod zavjesom, koja bješe od porfire i zlata i smaragda i dragog kamenja izatkana.

καὶ ἦν Ὀλοφέρνης ἀναπαυόμενος ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κωνωπείῳ, ὃ ἦν ἐκ πορφύρας καὶ χρυσίου καὶ σμαράγδου καὶ λίθων πολυτελῶν καθυφασμένων.

0
22

I javiše mu za nju i izađe u prednji dio šatora, i svjetiljke srebrne nošahu se pred njim.

καὶ ἀνήγγειλαν αὐτῷ περὶ αὐτῆς, καὶ ἐξῆλθεν εἰς τὸ προσκήνιον, καὶ λαμπάδες ἀργυραῖ προάγουσαι αὐτοῦ.

0
23

Kada pak dođe Judita pred lice njegovo i služitelja njegovih, svi se divljahu ljepoti lica njenog; i pavši na lice, pokloni mu se, i podigoše je robovi njegovi.

ὡς δὲ ἦλθε κατὰ πρόσωπον αὐτοῦ Ἰουδὶθ καὶ τῶν θεραπόντων αὐτοῦ, ἐθαύμασαν πάντες ἐπὶ τῷ κάλλει τοῦ προσώπου αὐτῆς· καὶ πεσοῦσα ἐπὶ πρόσωπον προσεκύνησεν αὐτῷ, καὶ ἤγειραν αὐτὴν οἱ δοῦλοι αὐτοῦ.

0