Stari zavet
A ujutro objavi Olofern svoj vojsci svojoj i svemu narodu svome, koji mu dođe u savezništvo, da se krenu na Vetiluju i prolaze gorske, da prethodno zauzmu i zarate protiv sinova Izrailjevih.
Τ… δ᾿ ἐπαύριον παρήγγειλεν Ὀλοφέρνης πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ παντὶ τῷ λαῷ αὐτοῦ, οἳ παρεγένοντο ἐπὶ τὴν συμμαχίαν αὐτοῦ, ἀναζευγνύειν ἐπὶ Βαιτυλούα καὶ τὰς ἀναβάσεις τῆς ὀρεινῆς προκαταλαμβάνεσθαι καὶ ποιεῖν πόλεμον πρὸς τοὺς υἱοὺς Ἰσραήλ.
I krenu u onaj dan svaki čovjek silni njihov; a sila njihovih ljudi ratnika (bješe) pješaka hiljada sto sedamdeset i konjanika hiljada dvanaest, osim komore i ljudi koji iđahu pješke sa njima, mnoštvo veliko veoma.
καὶ ἀνέζευξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς ἀνὴρ δυνατὸς αὐτῶν· καὶ ἡ δύναμις αὐτῶν ἀνδρῶν πολεμιστῶν χιλιάδες ἀνδρῶν πεζῶν ἑκατὸν ἑβδομήκοντα καὶ ἱππέων χιλιάδες δεκαδύο, χωρὶς τῆς ἀποσκευῆς καὶ τῶν ἀνδρῶν, οἳ ἦσαν πεζοὶ ἐν αὐτοῖς, πλῆθος πολὺ σφόδρα.
I ulogoriše se u dolini blizu Vetiluje na izvoru, i protegoše se u širinu od Dotajima do Velvema, i u dužinu od Vetiluje do Kiamona, koji je naspram Esdrilona.
καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι πλησίον Βαιτυλούα ἐπὶ τῆς πηγῆς καὶ παρέτειναν εἰς εὖρος ἐπὶ Δωθαΐμ καὶ ἕως Βελβαὶμ καὶ εἰς μῆκος ἀπὸ Βαιτυλούα ἕως Κυαμῶνος, ἥ ἐστιν ἀπέναντι Ἐσδρηλών.
Sinovi, pak, Izrailjevi, kad vidješe ovo mnoštvo njihovo, smutiše se veoma i rekoše svaki bližnjem svome: Sada će ovi sravniti sve lice zemlje, pa ni gore visoke, ni udoline ni brda neće izdržati težinu njihovu.
οἱ δὲ υἱοὶ Ἰσραήλ, ὡς εἶδον αὐτῶν τὸ πλῆθος, ἐταράχθησαν σφόδρα καὶ εἶπεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· νῦν ἐκλείξουσιν οὖτοι τὸ πρόσωπον τῆς γῆς πάσης, καὶ οὔτε τὰ ὄρη τὰ ὑψηλὰ οὔτε αἱ φάραγγες οὔτε οἱ βουνοὶ ὑποστήσονται τὸ βάρος αὐτῶν.
I uzevši svaki oružje ratno svoje, i zažegavši ognjeve na kulama svojim, ostadoše da straže svu noć onu.
καὶ ἀναλαβόντες ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ αὐτῶν καὶ ἀνακαύσαντες πυρὰς ἐπὶ τοὺς πύργους αὐτῶν, ἔμενον φυλάσσοντες ὅλην τὴν νύκτα ἐκείνην.
A drugoga dana izvede Olofern svu konjicu svoju pred licem sinova Izrailjevih, koji bjehu u Vetiluji,
τῇ δὲ ἡμέρᾳ τῇ δευτέρᾳ ἐξήγαγεν Ὀλοφέρνης πᾶσαν τὴν ἵππον αὐτοῦ κατὰ πρόσωπον τῶν υἱῶν Ἰσραήλ, οἳ ἦσαν ἐν Βαιτυλούᾳ,
I nadgledaše uspone grada njihovog, i na izvore vodene naiđe i zauze ih, i postavi na njima jedinice ljudi ratnika, a on se vrati narodu svome.
καὶ ἐπεσκέψατο τὰς ἀναβάσεις τῆς πόλεως αὐτῶν καὶ τὰς πηγὰς τῶν ὑδάτων αὐτῶν ἐφώδευσε καὶ προκατελάβετο αὐτὰς καὶ ἐπέστησεν αὐταῖς παρεμβολὰς ἀνδρῶν πολεμιστῶν, καὶ αὐτὸς ἀνέζευξεν εἰς τὸν λαὸν αὐτοῦ.
I došavši k njemu svi knezovi sinova Isavovih i svi vođe naroda Moavskog i vojvode Primorja, rekoše:
καὶ προσελθόντες αὐτῷ οἱ ἄρχοντες τῶν υἱῶν Ἡσαῦ καὶ πάντες οἱ ἡγούμενοι τοῦ λαοῦ Μωὰβ καὶ οἱ στρατηγοὶ τῆς παραλίας εἶπαν·
Neka čuje, dakle, riječi gospodar naš, da ne bi bilo gubitka sili tvojoj.
ἀκουσάτω δὴ λόγον ὁ δεσπότης ἡμῶν, ἵνα μὴ γένηται θραῦσμα ἐν τῇ δυνάμει σου·
Jer narod ovaj sinova Izrailjevih ne uzda se u koplja svoja, nego u visine gorske na kojima oni žive; a nije lako prići vrhovima gora njihovih.
ὁ γὰρ λαὸς οὗτος τῶν υἱῶν Ἰσραὴλ οὐ πέποιθαν ἐπὶ τοῖς δόρασιν αὐτῶν, ἀλλ᾿ ἐπὶ τοῖς ὕψεσι τῶν ὀρέων αὐτῶν, ἐν οἷς αὐτοὶ ἐνοικοῦσιν ἐν αὐτοῖς· οὐ γάρ ἐστιν εὐχερὲς προσβῆναι ταῖς κορυφαῖς τῶν ὀρέων αὐτῶν.
Zato sada, gospodaru, ne ratuj protiv njih kako biva rat postrojenjem, i neće pasti od naroda tvoga ni jedan čovjek.
καὶ νῦν, δέσποτα, μὴ πολέμει πρὸς αὐτούς, καθὼς γίνεται πόλεμος παρατάξεως, καὶ οὐ πεσεῖται ἐκ τοῦ λαοῦ σου ἀνὴρ εἷς.
Pričekaj u logoru svome, čuvajući svakog čovjeka sile svoje, i neka ovladaju sluge tvoje nad izvorom vodenim koji izvire iz podnožja gore,
ἀνάμεινον ἐπὶ τῆς παρεμβολῆς σου διαφυλάσσων πάντα ἄνδρα ἐκ τῆς δυνάμεώς σου, καὶ ἐπικρατησάτωσαν οἱ παῖδές σου τῆς πηγῆς τοῦ ὕδατος, ἣ ἐκπορεύεται ἐκ τῆς ρίζης τοῦ ὄρους,
Jer odande se napajaju svi koji žive u Vetiluji; i pogubiće ih žeđ, i predaće grad njihov, pa ćemo mi i narod naš popeti se na obližnje vrhove gora, i postavićemo na njih predstražu da ne bi izašao iz grada ni jedan čovjek.
διότι ἐκεῖθεν ὑδρεύονται πάντες οἱ κατοικοῦντες Βαιτυλούα, καὶ ἀνελεῖ αὐτοὺς ἡ δίψα, καὶ ἐκδώσουσι τὴν πόλιν ἑαυτῶν· καὶ ἡμεῖς καὶ ὁ λαὸς ἡμῶν ἀναβησόμεθα ἐπὶ τὰς πλησίον κορυφὰς τῶν ὀρέων καὶ παρεμβαλοῦμεν ἐπ᾿ αὐταῖς εἰς προφυλακὴν τοῦ μὴ ἐξελθεῖν ἐκ τῆς πόλεως ἄνδρα ἕνα.
I pomrijeće od gladi oni i žene njihove i djeca njihova, i prije negoli dođe mač na njih, prostrijeće se po trgovima obitavališta svoga.
καὶ τακήσονται ἐν τῷ λιμῷ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν, καὶ πρὶν ἐλθεῖν τὴν ρομφαίαν ἐπ᾿ αὐτούς, καταστρωθήσονται ἐν ταῖς πλατείαις τῆς οἰκήσεως αὐτῶν.
I uzvratićeš im uzvraćanjem zlim zato što se pobuniše i ne susretoše lice tvoje u miru.
καὶ ἀνταποδώσεις αὐτοῖς ἀνταπόδομα πονηρόν, ἀνθ᾿ ὧν ἐστασίασαν, καὶ οὐκ ἀπήντησαν τῷ προσώπῳ σου ἐν εἰρήνῃ.
I dopadoše se riječi njihove pred Olofernom i pred svim služiteljima njegovim, i naredi da se učini kao što rekoše.
καὶ ἤρεσαν οἱ λόγοι αὐτῶν ἐνώπιον Ὀλοφέρνου καὶ ἐνώπιον πάντων τῶν θεραπόντων αὐτοῦ, καὶ συνέταξαν ποιεῖν καθὼς ἐλάλησαν.
I podiže se puk sinova Amonovih, i sa njima pet hiljada sinova asurskih, i utaboriše se u dolinu i zauzeše vode i izvore vodene sinova Izrailjevih.
καὶ ἀπῇρε παρεμβολὴ υἱῶν Ἀμμὼν καὶ μετ᾿ αὐτῶν χιλιάδες πέντε υἱῶν Ἀσσοὺρ καὶ παρενέβαλον ἐν τῷ αὐλῶνι καὶ προκατελάβοντο τὰ ὕδατα καὶ τὰς πηγὰς τῶν ὑδάτων τῶν υἱῶν Ἰσραήλ.
I uziđoše sinovi Isavovi i sinovi Amonovi i utaboriše se u Gorski (kraj) naspram Dotaima. I poslaše od sebe prema jugu i istoku naspram Eprevila, koji je blizu Husa, što je na potoku Mohmuru. I ostala vojska Asiraca utabori se u polju i pokri sve lice zemlje, i šatori njihovi i komore njihove, zavojštiše masom velikom, a bilo ih je mnoštvo veoma veliko.
καὶ ἀνέβησαν υἱοὶ Ἡσαῦ καὶ οἱ υἱοὶ Ἀμμὼν καὶ παρενέβαλον ἐν τῇ ὀρεινῇ ἀπέναντι Δωθαΐμ. καὶ ἀπέστειλαν ἐξ αὐτῶν πρὸς νότον καὶ ἀπηλιώτην ἀπέναντι Ἐγρεβήλ, ἥ ἐστι πλησίον Χούς, ἥ ἐστιν ἐπὶ τοῦ χειμάρρου Μοχμούρ. καὶ ἡ λοιπὴ στρατιὰ τῶν Ἀσσυρίων παρενέβαλον ἐν τῷ πεδίῳ καὶ ἐκάλυψαν πᾶν τὸ πρόσωπον τῆς γῆς· καὶ αἱ σκηναὶ καὶ αἱ ἀπαρτίαι αὐτῶν κατεστρατοπέδευσαν ἐν ὄχλῳ πολλῷ καὶ ἦσαν εἰς πλῆθος πολὺ σφόδρα.
I sinovi Izrailjevi zavapiše ka Gospodu Bogu svome, jer postade malodušan duh njihov, pošto ih opkoliše svi neprijatelji njihovi i nije bilo moguće izbjeći između njih.
Καὶ οἱ υἱοὶ Ἰσραὴλ ἀνεβόησαν πρὸς Κύριον Θεὸν αὐτῶν, ὅτι ὠλιγοψύχησε τὸ πνεῦμα αὐτῶν, ὅτι ἐκύκλωσαν πάντες οἱ ἐχθροὶ αὐτῶν καὶ οὐκ ἦν διαφυγεῖν ἐκ μέσου αὐτῶν.
I ostade okolo njih sav tabor asurski, pješaci i ratna kola i konjica njihova, dana trideset četiri; i isprazniše se svima koji žive u Vetiluji sve posude njihove za vodu,
καὶ ἔμεινε κύκλῳ αὐτῶν πᾶσα παρεμβολὴ Ἀσσούρ, οἱ πεζοὶ καὶ τὰ ἅρματα καὶ οἱ ἱππεῖς αὐτῶν, ἡμέρας τριακοντατέσσαρας. καὶ ἐξέλιπε πάντας τοὺς κατοικοῦντας Βαιτυλούα πάντα τὰ ἀγγεῖα αὐτῶν τῶν ὑδάτων,
I lokve su se iscrpile, te nemahu da piju dovoljno vode ni jedan dan, pa su im po mjeri davali da piju.
καὶ οἱ λάκκοι ἐξεκενοῦντο, καὶ οὐκ εἶχον πιεῖν εἰς πλησμονὴν ὕδωρ ἡμέραν μίαν, ὅτι ἐν μέτρῳ ἐδίδοσαν αὐτοῖς πιεῖν.
I smutiše se odojčad njihova, i žene i mladići iznemogoše od žeđi, i padahu po gradskim trgovima i na prolazima vratnica, i ne bješe moći više u njima.
καὶ ἠθύμησαν τὰ νήπια αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν καὶ οἱ νεανίσκοι ἐξέλιπον ἀπὸ τῆς δίψης καὶ ἔπιπτον ἐν ταῖς πλατείαις τῆς πόλεως καὶ ἐν ταῖς διόδοις τῶν πυλῶν, καὶ οὐκ ἦν κραταίωσις ἔτι ἐν αὐτοῖς.
I sabra se sav narod kod Ozije i knezova gradskih; mladići i žene i djeca povikaše glasom velikim i rekoše pred svima starješinama:
καὶ ἐπισυνήχθησαν πᾶς ὁ λαὸς ἐπὶ Ὀζίαν καὶ τοὺς ἄρχοντας τῆς πόλεως, οἱ νεανίσκοι καὶ αἱ γυναῖκες καὶ τὰ παιδία, καὶ ἀνεβόησαν φωνῇ μεγάλῃ καὶ εἶπαν ἐναντίον πάντων τῶν πρεσβυτέρων·
Neka sudi Bog između vas i nas zato što nam učiniste nepravdu veliku ne razgovarajući mirno sa sinovima asurskim.
κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἡμῶν καὶ ὑμῶν, ὅτι ἐποιήσατε ἐν ἡμῖν ἀδικίαν μεγάλην οὐ λαλήσαντες εἰρηνικὰ μετὰ τῶν υἱῶν Ἀσσούρ.
I sada nemamo pomoćnika, nego nas Bog predade u ruke njihove da propadnemo pred njima žeđu i velikom pogibijom.
καὶ νῦν οὐκ ἔστι βοηθὸς ἡμῶν, ἀλλὰ πέπρακεν ἡμᾶς ὁ Θεὸς εἰς τὰς χεῖρας αὐτῶν τοῦ καταστρωθῆναι ἐναντίον αὐτῶν ἐν δίψῃ καὶ ἀπωλείᾳ μεγάλῃ.
Zato, sada prizovite ih i predajte sav grad u porobljenje narodu Olofernovom i svoj sili njegovoj.
καὶ νῦν ἐπικαλέσασθε αὐτοὺς καὶ ἔκδοσθε τὴν πόλιν πᾶσαν εἰς προνομὴν τῷ λαῷ Ὀλοφέρνου καὶ πάσῃ τῇ δυνάμει αὐτοῦ·
Jer bolje nam je da postanemo plijen njegov; postaćemo roblje i živjeće duša naša, i nećemo vidjeti smrt odojčadi naše pred očima našim, i žene i čeda naša kako gube duše svoje.
κρεῖσσον γὰρ ἡμῖν γενηθῆναι αὐτοῖς εἰς διαρπαγήν, ἐσόμεθα γὰρ εἰς δούλους, καὶ ζήσεται ἡ ψυχὴ ἡμῶν, καὶ οὐκ ὀψόμεθα τὸν θάνατον τῶν νηπίων ἡμῶν ἐν ὀφθαλμοῖς ἡμῶν καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα ἡμῶν ἐκλειπούσας τὰς ψυχὰς αὐτῶν.
Svjedočimo vam nebom i zemljom, i Bogom našim i Gospodom otaca naših, koji nam uzvraća po grijesima našim i po grijesima otaca naših, da ne učini po riječima ovim u dan današnji.
μαρτυρόμεθα ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὸν Θεὸν ἡμῶν καὶ Κύριον τῶν πατέρων ἡμῶν, ὃς ἐκδικεῖ ἡμᾶς κατὰ τὰς ἁμαρτίας ἡμῶν καὶ κατὰ τὰ ἁμαρτήματα τῶν πατέρων ἡμῶν, ἵνα μὴ ποιήσῃ κατὰ τὰ ρήματα ταῦτα ἐν τῇ ἡμέρᾳ τῇ σήμερον.
I bi plač veliki svih posred sabranja jednodušno, i zavapiše ka Gospodu Bogu glasom velikim.
καὶ ἐγένετο κλαυθμὸς μέγας ἐν μέσῳ τῆς ἐκκλησίας πάντων ὁμοθυμαδὸν καὶ ἐβόησαν πρὸς Κύριον τὸν Θεὸν φωνῇ μεγάλῃ.
I reče im Ozija: Budite hrabri, braćo, izdržimo još pet dana, u kojima će povratiti Gospod Bog naš milost svoju na nas, jer neće nas ostaviti do kraja.
καὶ εἶπε πρὸς αὐτοὺς Ὀζίας· θαρσεῖτε, ἀδελφοί, διακαρτερήσωμεν ἔτι πέντε ἡμέρας, ἐν αἷς ἐπιστρέψει Κύριος ὁ Θεὸς ἡμῶν τὸ ἔλεος αὐτοῦ ἐφ᾿ ἡμᾶς, οὐ γὰρ ἐγκαταλείψει ἡμᾶς εἰς τέλος·
Ako, pak, oni prođu a ne stigne nam pomoć, učiniću po vašim riječima.
ἐὰν δὲ διέλθωσιν αὗται καὶ μὴ ἔλθῃ ἐφ᾿ ἡμᾶς βοήθεια, ποιήσω κατὰ τὰ ρήματα ὑμῶν. καὶ ἐσκόρπισε τὸν λαὸν εἰς τὴν ἑαυτοῦ παρεμβολήν, καὶ ἐπὶ τὰ τείχη καὶ τοὺς πύργους τῆς πόλεως αὐτῶν ἀπῆλθον, καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα εἰς τοὺς οἴκους αὐτῶν ἐξαπέστειλε· καὶ ἦσαν ἐν ταπεινώσει πολλῇ ἐν τῇ πόλει.
I raspusti narod po svemu taboru, i na zidove i na gradske kule otidoše, a žene i djecu posla u njihove domove; i biše u smirenju velikom u gradu.