Stari zavet
I kada prestade metež ljudi okružujućih zasjedanje, tada reče Olofern, vojskovođa sile asurske, Ahioru pred svim skupom inoplemenika i svim sinovima Moavskim:
ΚΑΙ ὡς κατέπαυσεν ὁ θόρυβος τῶν ἀνδρῶν τῶν κύκλῳ τῆς συνεδρίας, καὶ εἶπεν Ὀλοφέρνης ὁ ἀρχιστράτηγος δυνάμεως Ἀσσοὺρ πρὸς Ἀχιὼρ ἐναντίον παντὸς τοῦ δήμου ἀλλοφύλων καὶ πρὸς πάντας υἱοὺς Μωάβ·
I ko si ti, Ahiore, i plaćenici Jefremovi, te si prorokovao nama, kao danas, i reče da ne ratujemo na rod Izrailjski, jer Bog njihov štiti njih? I ko je Bog ako ne Navuhodonosor? On će poslati silu svoju i istrijebiće ih sa lica zemlje, i neće ih izbaviti Bog njihov;
καὶ τίς εἶ σύ, Ἀχιὼρ καὶ οἱ μισθωτοὶ τοῦ Ἐφραίμ, ὅτι ἐπροφήτευσας ἐν ἡμῖν καθὼς σήμερον καὶ εἶπας τὸ γένος Ἰσραὴλ μὴ πολεμῆσαι, ὅτι ὁ Θεὸς αὐτῶν ὑπερασπιεῖ αὐτῶν; καὶ τίς ὁ Θεὸς εἰ μὴ Ναβουχοδονόσορ; οὗτος ἀποστελεῖ τὸ κράτος αὐτοῦ καὶ ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου τῆς γῆς, καὶ οὐ ρύσεται αὐτοὺς ὁ Θεὸς αὐτῶν·
No mi sluge njegove udarićemo ih kao jednog čovjeka i neće podnijeti silu konja naših.
ἀλλ᾿ ἡμεῖς οἱ δοῦλοι αὐτοῦ πατάξομεν αὐτοὺς ὡς ἄνθρωπον ἕνα, καὶ οὐχ ὑποστήσονται τὸ κράτος τῶν ἵππων ἡμῶν.
Jer ćemo ih sagorjeti njima, i gore njihove napiće se krvlju njihovom, i polja njihova ispuniće se mrtvaca njihovih, i neće se oduprijeti trag nogu njihovih licu našem, no će pogibijom poginuti, kaže car Navuhodonosor, gospodar sve zemlje; jer reče: Neće ostati prazan govor riječi njegovih.
κατακαύσομεν γὰρ αὐτοὺς ἐν αὐτοῖς, καὶ τὰ ὄρη αὐτῶν μεθυσθήσεται ἐν τῷ αἵματι αὐτῶν, καὶ τὰ πεδία αὐτῶν πληρωθήσεται νεκρῶν αὐτῶν, καὶ οὐκ ἀντιστήσεται τὸ ἴχνος τῶν ποδῶν αὐτῶν κατὰ πρόσωπον ἡμῶν, ἀλλὰ ἀπωλείᾳ ἀπολοῦνται, λέγει ὁ βασιλεὺς Ναβουχοδονόσορ ὁ κύριος πάσης τῆς γῆς· εἶπε γάρ, οὐ ματαιωθήσεται τὰ ρήματα τῶν λόγων αὐτοῦ.
A ti, Ahiore, plaćeniče amonski, koji izgovori riječi ove u dan nepravde svoje, nećeš vidjeti više lice moje od ovoga dana dok se ne osvetim rodu onih koji su iz Egipta;
σὺ δὲ Ἀχιὼρ μισθωτὲ τοῦ Ἀμμών, ὃς ἐλάλησας τοὺς λόγους τούτους ἐν ἡμέρᾳ ἀδικίας σου, οὐκ ὄψει ἔτι τὸ πρόσωπόν μου ἀπὸ τῆς ἡμέρας ταύτης, ἕως οὗ ἐκδικήσω τὸ γένος τῶν ἐξ Αἰγύπτου·
I tada će probosti mač vojske moje i naroda, služitelja mojih, rebra tvoja, i pašćeš među ranjenike njihove kad se vratim.
καὶ τότε διελεύσεται ὁ σίδηρος τῆς στρατιᾶς μου καὶ ὁ λαὸς τῶν θεραπόντων μου τὰς πλευράς σου, καὶ πεσῇ ἐν τοῖς τραυματίαις αὐτῶν, ὅταν ἐπιστρέψω.
I odvešće te sluge moje u Gorski (kraj) i ostaviće te u jedan od gradova na gorama,
καὶ ἀποκαταστήσουσί σε οἱ δοῦλοί μου εἰς τὴν ὀρεινὴν καὶ θήσουσί σε ἐν μιᾷ τῶν πόλεων τῶν ἀναβάσεων,
I nećeš poginuti dok ne budeš istrijebljen zajedno sa njima.
καὶ οὐκ ἀπολῇ ἕως οὗ ἐξολοθρευθῇς μετ᾿ αὐτῶν.
Ako li se nadaš srcem da neće biti pohvatani, neka se ne pokunji lice tvoje. Rekoh i ništa neće otpasti od riječi mojih.
καὶ εἴπερ ἐλπίζεις τῇ καρδίᾳ σου ὅτι οὐ ληφθήσονται, μὴ συμπεσέτω σου τὸ πρόσωπον· ἐλάλησα, καὶ οὐδὲν διαπεσεῖται τῶν ρημάτων μου.
I naredi Olofern slugama svojim, koji su oko njega stajali u šatoru njegovom, da uhvate Ahiora i da ga odvedu u Vetiluju i predaju u ruke sinova Izrailjevih.
καὶ προσέταξεν Ὀλοφέρνης τοῖς δούλοις αὐτοῦ, οἳ ἦσαν παρεστηκότες ἐν τῇ σκηνῇ αὐτοῦ, συλλαβεῖν τὸν Ἀχιὼρ καὶ ἀποκαταστῆσαι αὐτὸν εἰς Βαιτυλούα καὶ παραδοῦναι εἰς χεῖρας υἱῶν Ἰσραήλ.
I uhvatiše ga sluge njegove i izvedoše ga izvan logora u polje, i povedoše iz ravnice u Gorski (kraj) i stigoše na izvore koji bijahu ispod Vetiluje,
καὶ συνέλαβον αὐτὸν οἱ δοῦλοι αὐτοῦ καὶ ἤγαγον αὐτὸν ἔξω τῆς παρεμβολῆς εἰς τὸ πεδίον καὶ ἀπῇραν ἐκ μέσου τῆς πεδινῆς εἰς τὴν ὀρεινὴν καὶ παρεγένοντο ἐπὶ τὰς πηγάς, αἳ ἦσαν ὑποκάτω Βαιτυλούα.
I kada ih vidješe ljudi iz grada na vrhu gore, uzeše oružje svoje i izađoše izvan grada na vrh gore. I svaki muž strelac zadržavaše uspon, i bacahu kamenje na njih.
καὶ ὡς εἶδαν αὐτοὺς οἱ ἄνδρες τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, ἀνέλαβον τὰ ὅπλα αὐτῶν καὶ ἀπῆλθον ἔξω τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ πᾶς ἀνὴρ σφενδονήτης διεκράτησαν τὴν ἀνάβασιν αὐτῶν καὶ ἔβαλον ἐν λίθοις ἐπ᾿ αὐτούς.
Izašavši pod goru, vezaše Ahiora i ostaviše bačena u podnožje gore, pa otidoše gospodaru njihovom.
καὶ ὑποδύσαντες ὑποκάτω τοῦ ὄρους ἔδησαν τὸν Ἀχιὼρ καὶ ἀφῆκαν ἐρριμμένον ὑπὸ τὴν ρίζαν τοῦ ὄρους καὶ ἀπῴχοντο πρὸς τὸν κύριον αὐτῶν.
Sišavši, pak, sinovi Izrailjevi iz grada njihovog, stadoše nad njim i, razriješivši ga, odvedoše u Vetiluju i privedoše pred načelnike grada njihova,
καταβάντες δὲ υἱοὶ Ἰσραὴλ ἐκ τῆς πόλεως αὐτῶν ἐπέστησαν αὐτῷ καὶ λύσαντες αὐτὸν ἀπήγαγον εἰς τὴν Βαιτυλούα καὶ κατέστησαν αὐτὸν ἐπὶ τοὺς ἄρχοντας τῆς πόλεως αὐτῶν,
A to bijahu u dane one Ozija Mihin od plemena Simeonovog, i Havrije Gotinilov i Harmije Melhilev.
οἳ ἦσαν ἐν ταῖς ἡμέραις ἐκείναις, Ὀζίας ὁ τοῦ Μιχὰ ἐκ τῆς φυλῆς Συμεὼν καὶ Ἀβρὶς ὁ τοῦ Γοθονιὴλ καὶ Χαρμὶς υἱὸς Μελχιήλ.
I sazvaše sve starješine grada, i stekoše se svi mladići njihovi i žene na sabranje, i postaviše Ahiora u sredinu svega naroda njihovog. I upita ga Ozija o onome što se dogodilo.
καὶ συνεκάλεσαν πάντας τοὺς πρεσβυτέρους τῆς πόλεως, καὶ συνέδραμον πᾶς νεανίσκος αὐτῶν καὶ αἱ γυναῖκες εἰς τὴν ἐκκλησίαν, καὶ ἔστησαν τὸν Ἀχιὼρ ἐν μέσῳ παντὸς τοῦ λαοῦ αὐτῶν, καὶ ἐπηρώτησεν αὐτὸν Ὀζίας τὸ συμβεβηκός.
I odgovorivši, kaza im riječi zasijedanja Olofernova, i sve riječi koje izgovori među knezovima sinova asurskih, i šta razmetljivo govoriše protiv doma Izrailjeva.
καὶ ἀποκριθεὶς ἀπήγγειλεν αὐτοῖς τὰ ρήματα τῆς συνεδρίας Ὀλοφέρνου καὶ πάντα τὰ ρήματα, ὅσα ἐλάλησεν ἐν μέσῳ τῶν ἀρχόντων υἱῶν Ἀσσούρ, καὶ ὅσα ἐμεγαλορρημόνησεν Ὀλοφέρνης εἰς τὸν οἶκον Ἰσραήλ.
I pavši narod pokloni se Bogu i zavapi govoreći:
καὶ πεσόντες ὁ λαὸς προσεκύνησαν τῷ Θεῷ καὶ ἐβόησαν λέγοντες·
Gospode Bože nebeski, pogledaj na gordost njihovu i smiluj se na smirenje roda našega i pogledaj na lice posvećenih tebi u dan ovaj.
Κύριε ὁ Θεὸς τοῦ οὐρανοῦ, κάτιδε ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν καὶ ἐλέησον τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τῶν ἡγιασμένων σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ.
I utješiše Ahiora i pohvališe ga veoma;
καὶ παρεκάλεσαν τὸν Ἀχιὼρ καὶ ἐπῃ£νεσαν αὐτὸν σφόδρα.
I primi ga Ozija sa sabranja u dom svoj i učini gozbu starješinama, i prizivahu Boga Izrailjeva u pomoć svu noć onu.
καὶ παρέλαβεν αὐτὸν Ὀζίας ἐκ τῆς ἐκκλησίας εἰς οἶκον αὐτοῦ καὶ ἐποίησε πότον τοῖς πρεσβυτέροις, καὶ ἐπεκαλέσαντο τὸν Θεὸν Ἰσραὴλ εἰς βοήθειαν ὅλην τὴν νύκτα ἐκείνην.