Judita 2

Stari zavet

1

I u godini osamnaestoj, dvadeset drugog (dana) prvog mjeseca, bi riječ u domu Navuhodonosora, cara asirskog, da se osveti svoj zemlji kao što je rekao.

ΚΑΙ ἐν τῷ ἔτει τῷ ὀκτωκαιδεκάτῳ, δευτέρᾳ καὶ εἰκάδι τοῦ πρώτου μηνός, ἐγένετο λόγος ἐν οἴκῳ Ναβουχοδονόσορ βασιλέως Ἀσσυρίων ἐκδικῆσαι πᾶσαν τὴν γῆν καθὼς ἐλάλησε.

0
2

I sazva sve svoje sluge i sve velikaše svoje, i saopšti im tajnu namjere svoje i iznese sve zlo zemlje iz usta svojih.

καὶ συνεκάλεσε πάντας τοὺς θεράποντας αὐτοῦ καὶ πάντας τοὺς μεγιστᾶνας αὐτοῦ καὶ ἔθετο μετ᾿ αὐτῶν τὸ μυστήριον τῆς βουλῆς αὐτοῦ καὶ συνετέλεσε πᾶσαν τὴν κακίαν τῆς γῆς ἐκ τοῦ στόματος αὐτοῦ.

0
3

I oni sudiše da se istrijebi svako tijelo koje ne posluša riječi usta njegovih.

καὶ αὐτοὶ ἔκριναν ὀλοθρεῦσαι πᾶσαν σάρκα, οἳ οὐκ ἠκολούθησαν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ.

0
4

I dogodi se, kad završi savjet svoj, pozva Navuhodonosor, car asirski, Oloferna, vojskovođu sile svoje, koji je bio drugi poslije njega i reče mu:

καὶ ἐγένετο ὡς συνετέλεσε τὴν βουλὴν αὐτοῦ, ἐκάλεσε Ναβουχοδονόσορ βασιλεὺς Ἀσσυρίων τὸν Ὀλοφέρνην ἀρχιστράτηγον τῆς δυνάμεως αὐτοῦ, δεύτερον ὄντα μετ᾿ αὐτόν, καὶ εἶπε πρὸς αὐτόν·

0
5

Ovo govori car veliki, gospodar sve zemlje: Gle, ti ćeš izaći od lica moga i uzećeš sa sobom muževe pouzdane u snagu svoju, pješaka sto dvadeset hiljada i mnoštvo konja sa dvanaest hiljada konjanika,

τάδε λέγει ὁ βασιλεὺς ὁ μέγας, ὁ κύριος πάσης τῆς γῆς· ἰδοὺ σὺ ἐξελεύσῃ ἐκ τοῦ προσώπου μου καὶ λήψῃ μετὰ σεαυτοῦ ἄνδρας πεποιθότας ἐν ἰσχύϊ αὐτῶν, πεζῶν εἰς χιλιάδας ἑκατὸν εἴκοσι καὶ πλῆθος ἵππων σὺν ἀναβάταις μυριάδων δεκαδύο,

0
6

I izaći ćeš u susret svoj zemlji na Zapadu, jer se ne pokoriše riječi usta mojih.

καὶ ἐξελεύσῃ εἰς συνάντησιν πάσῃ τῇ γῇ ἐπὶ δυσμάς, ὅτι ἠπείθησαν τῷ ρήματι τοῦ στόματός μου.

0
7

I javićeš im da spremaju zemlju i vodu, jer ću izaći u gnjevu svome na njih i pokriću sve lice zemlje nogama sile moje i predaću ih na razgrabljenje njima,

καὶ ἀπαγγελεῖς αὐτοῖς ἑτοιμάζειν γῆν καὶ ὕδωρ. ὅτι ἐξελεύσομαι ἐν θυμῷ μου ἐπ᾿ αὐτοὺς καὶ καλύψω πᾶν τὸ πρόσωπον τῆς γῆς ἐν τοῖς ποσὶ τῆς δυνάμεώς μου καὶ δώσω αὐτοὺς εἰς διαρπαγὴν αὐτοῖς·

0
8

I ranjenici njihovi ispuniće doline njihove, i svi potoci i rijeke pokriveni mrtvima njihovim napuniće se.

καὶ οἱ τραυματίαι αὐτῶν πληρώσουσι τὰς φάραγγας καὶ τοὺς χειμάρρους αὐτῶν, καὶ ποταμὸς ἐπικλύζων τοῖς νεκροῖς αὐτῶν πληρωθήσεται·

0
9

I povešću zarobljenike njihove do kraja sve zemlje.

καὶ ἄξω τὴν αἰχμαλωσίαν αὐτῶν ἐπὶ τὰ ἄκρα πάσης τῆς γῆς.

0
10

Ti, pak, izašavši, zauzećeš mi sve predjele njihove, i predaće ti se, i sačuvaćeš mi ih za dan kazne njihove.

σὺ δὲ ἐξελθὼν προκαταλήψῃ μοι πᾶν ὅριον αὐτῶν, καὶ ἐκδώσουσί σοι ἑαυτούς, καὶ διατηρήσεις ἐμοὶ αὐτοὺς εἰς ἡμέραν ἐλεγμοῦ αὐτῶν·

0
11

A one koji budu nepokorni, neka ne poštedi oko tvoje, da budu dati na ubijanje i razgrabljenje po svoj zemlji tvojoj.

ἐπὶ δὲ τοὺς ἀπειθοῦντας οὐ φείσεται ὁ ὀφθαλμός σου τοῦ δοῦναι αὐτοὺς εἰς φόνον καὶ ἁρπαγὴν ἐν πάσῃ τῇ γῇ σου.

0
12

Tako bio živ ja i moć carstva moga, rekao sam i učiniću ovo rukom mojom!

ὅτι ζῶν ἐγὼ καὶ τὸ κράτος τῆς βασιλείας μου, λελάληκα καὶ ποιήσω ταῦτα ἐν χειρί μου.

0
13

A ti da ne prestupiš ni jednu od riječi gospodara svoga, nego svršavajući, izvršićeš kao što sam ti zapovijedio, i ne odugovlači da učiniš ovo.

καὶ σὺ δὲ οὐ παραβήσῃ ἕν τι τῶν ρημάτων τοῦ κυρίου σου, ἀλλ᾿ ἐπιτελῶν ἐπιτελέσεις καθότι προστέταχά σοι, καὶ οὐ μακρυνεῖς τοῦ ποιῆσαι αὐτά.

0
14

I izađe Olofern od lica gospodara svoga i pozva sve velmože i vojvode i načelnike (vojne) sile asurske.

καὶ ἐξῆλθεν Ὀλοφέρνης ἀπὸ προσώπου τοῦ κυρίου αὐτοῦ καὶ ἐκάλεσε πάντας τοὺς δυνάστας καὶ τοὺς στρατηγοὺς καὶ ἐπιστάτας τῆς δυνάμεως Ἀσσοὺρ

0
15

I izbroja odabrane muževe na postrojenje, kao što mu zapovijedi gospodar njegov, do sto dvadeset hiljada, i konjanika strelaca dvanaest hiljada,

καὶ ἠρίθμησεν ἐκλεκτοὺς ἄνδρας εἰς παράταξιν, καθότι ἐκέλευσεν αὐτῷ ὁ κύριος αὐτοῦ εἰς μυριάδας δεκαδύο καὶ ἱππεῖς τοξότας μυρίους δισχιλίους,

0
16

I rasporedi ih na način na koji se mnoštvo za rat postrojava.

καὶ διέταξεν αὐτοὺς ὃν τρόπον πολέμου πλῆθος συντάσσεται.

0
17

I uzeše kamile i magarce i mazge za vojsku njihovu, mnoštvo veoma veliko, i ovce i volove i koze za ishranu svoju, kojih ne bješe broja,

καὶ ἔλαβε καμήλους καὶ ὄνους καὶ ἡμιόνους εἰς τὴν ἀπαρτίαν αὐτῶν, πλῆθος πολὺ σφόδρα, καὶ πρόβατα καὶ βόας καὶ αἶγας εἰς τὴν παρασκευὴν αὐτῶν, ὧν οὐκ ἦν ἀριθμός,

0
18

I hrane za svakog čovjeka mnogo, i zlata i srebra iz doma careva veoma mnogo.

καὶ ἐπισιτισμὸν παντὶ ἀνδρὶ εἰς πλῆθος καὶ χρυσίον καὶ ἀργύριον ἐξ οἴκου βασιλέως πολὺ σφόδρα.

0
19

I izađe on i sva sila njegova na putovanje, da idu ispred cara Navuhodonosora i da pokriju sve lice zemlje prema Zapadu kolima, konjicom i pješacima, izabranicima svojim.

καὶ ἐξῆλθεν αὐτὸς καὶ πᾶσα ἡ δύναμις αὐτοῦ εἰς πορείαν τοῦ προελθεῖν βασιλέως Ναβουχοδονόσορ καὶ καλύψαι πᾶν τὸ πρόσωπον τῆς γῆς πρὸς δυσμαῖς ἐν ἅρμασι καὶ ἱππεῦσι καὶ πεζοῖς ἐπιλέκτοις αὐτῶν.

0
20

I velika masa kao skakavci krenu sa njima i kao pijesak zemaljski, ne mogaše se izbrojati zbog mnoštva njihovog.

καὶ πολὺς ὁ ἐπίμικτος ὡς ἀκρὶς συνεξῆλθον αὐτοῖς καὶ ὡς ἡ ἄμμος τῆς γῆς· οὐ γὰρ ἦν ἀριθμὸς ἀπὸ πλήθους αὐτῶν.

0
21

I otidoše iz Ninevije tri dana hoda u pravcu polja Vektileta, i ulogoriše se od Vektileta blizu gora sa lijeve strane gornje Kilikije.

καὶ ἀπῆλθον ἐκ Νινευῆ ὁδὸν τριῶν ἡμερῶν ἐπὶ πρόσωπον τοῦ πεδίου Βεκτιλὲθ καὶ ἐστρατοπέδευσαν ἀπὸ Βεκτιλὲθ πλησίον τοῦ ὄρους τοῦ ἐπ᾿ ἀριστερᾷ τῆς ἄνω Κιλικίας.

0
22

I uze svu silu svoju, pješake i konjanike i kola svoja, i otide odande u brda.

καὶ ἔλαβε πᾶσαν τὴν δύναμιν αὐτοῦ, τοὺς πεζοὺς καὶ τοὺς ἱππεῖς καὶ τὰ ἅρματα αὐτοῦ, καὶ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν ὀρεινήν.

0
23

I isječe Fuda i Luda, i poplijeni sve sinove Rasisa i sinove Ismailove naspram pustinje Heleonske prema jugu.

καὶ διέκοψε τὸ Φοὺδ καὶ Λοὺδ καὶ ἐπρονόμευσαν πάντας υἱοὺς Ρασσὶς καὶ υἱοὺς Ἰσμαὴλ τοὺς κατὰ πρόσωπον τῆς ἐρήμου πρὸς νότον τῆς Χελεών.

0
24

I pređe Eufrat i prođe Mesopotamiju, i razori sve gradove visoke koji su na rijeci Avronu, dok ne stiže na more.

καὶ παρῆλθε τὸν Εὐφράτην καὶ διῆλθε τὴν Μεσοποταμίαν καὶ διέσκαψε πάσας τὰς πόλεις τὰς ὑψηλὰς τὰς ἐπὶ τοῦ χειμάρρου Ἀβρωνᾶ ἕως τοῦ ἐλθεῖν ἐπὶ θάλασσαν.

0
25

I zauze predjele Kilikije, i posječe koji mu se suprotstaviše, i dođe do predjela Jafetovih, koji su prema jugu naspram Arabije.

καὶ κατελάβετο τὰ ὅρια τῆς Κιλικίας καὶ κατέκοψε πάντας τοὺς ἀντιστάντας αὐτῷ καὶ ἦλθεν ἕως ὁρίων Ἰάφεθ τὰ πρὸς νότον κατὰ πρόσωπον τῆς Ἀραβίας.

0
26

I opkoli sve sinove madijamske, i popali naselja njihova i poplijeni stada njihova.

καὶ ἐκύκλωσε πάντας τοὺς υἱοὺς Μαδιὰμ καὶ ἐνέπρησε τὰ σκηνώματα αὐτῶν καὶ ἐπρονόμευσε τὰς μάνδρας αὐτῶν.

0
27

I siđe u polje Damaskovo u dane žetve pšenice i popali sve njive njihove, i stada (ovaca) i goveda njihova predade na uništenje, i gradove njihove poplijeni, i polja njihova opustoši, i porazi sve mladiće njihove oštricom mača.

καὶ κατέβη εἰς πεδίον Δαμασκοῦ ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ ἐνέπρησε πάντας τοὺς ἀγροὺς αὐτῶν καὶ τὰ ποίμνια καὶ τὰ βουκόλια ἔδωκεν εἰς ἀφανισμὸν καὶ τὰς πόλεις αὐτῶν ἐσκύλευσε καὶ τὰ παιδία αὐτῶν ἐξελίκμησε καὶ ἐπάταξε πάντας τοὺς νεανίσκους αὐτῶν ἐν στόματι ρομφαίας.

0
28

I napade strah i trepet njegov na stanovnike Primorja, koji bjehu u Sidonu i Tiru, i koji stanovahu u Suru i Okini i koji boravljahu u Jemnanu; i koji stanovahu u Azotu i Askalonu uplašiše se od njega veoma.

καὶ ἐπέπεσεν ὁ φόβος καὶ ὁ τρόμος αὐτοῦ ἐπὶ τοὺς κατοικοῦντας τὴν παραλίαν, τοὺς ὄντας ἐν Σιδῶνι καὶ Τύρῳ καὶ τοὺς κατοικοῦντας Σοὺρ καὶ Ὀκινά, καὶ πάντας τοὺς κατοικοῦντας Ἱεμναάν, καὶ οἱ κατοικοῦντες ἐν Ἀζώτῳ καὶ Ἀσκάλωνι ἐφοβήθησαν αὐτὸν σφόδρα.

0