Stari zavet
Godine dvanaeste carovanja Navuhodonosora, koji carovaše Asircima u Nineviji, gradu velikom, u dane Arfaksada, koji carovaše Miđanima u Ekvatanima,
ΕΤΟΥΣ δωδεκάτου τῆς βασιλείας Ναβουχοδονόσορ, ὃς ἐβασίλευσεν Ἀσσυρίων ἐν Νινευῆ τῇ πόλει τῇ μεγάλῃ, ἐν ταῖς ἡμέραις Ἀρφαξάδ, ὃς ἐβασίλευσεν Μήδων ἐν Ἐκβατάνοις,
I sagradi oko Ekvatana zidove od tesanog kamena u širinu tri lakta, a u dužinu lakata šest, i napravi visinu zida lakata sedamdeset a širinu lakata pedeset;
καὶ ᾠκοδόμησεν ἐπ᾿ Ἐκβατάνων κύκλῳ τείχη ἐκ λίθων λελαξευμένων εἰς πλάτος πηχῶν τριῶν καὶ εἰς μῆκος πηχῶν ἓξ καὶ ἐποίησε τὸ ὕψος τοῦ τείχους πηχῶν ἑβδομήκοντα καὶ τὸ πλάτος αὐτοῦ πηχῶν πεντήκοντα
I kule njegove postavi na vratima njegovim lakata stotinu, i širinu njihovu osnova na lakata šezdeset.
καὶ τοὺς πύργους αὐτοῦ ἔστησεν ἐπὶ ταῖς πύλαις αὐτῆς πηχῶν ἑκατὸν καὶ τὸ πλάτος αὐτῆς ἐθεμελίωσεν εἰς πήχεις ἑξήκοντα
I načini vrata njegova - vrata podignuta u visinu lakata sedamdeset, a širinu njihovu lakata četrdeset, za izlaske silne (vojske) moćnika njegovih i postrojenja pješaka njegovih.
καὶ ἐποίησε τὰς πύλας αὐτῆς πύλας διεγειρομένας εἰς ὕψος πηχῶν ἑβδομήκοντα καὶ τὸ πλάτος αὐτῶν πήχεις τεσσαράκοντα εἰς ἐξόδους δυνάμεων δυνατῶν αὐτοῦ καὶ διατάξεις τῶν πεζῶν αὐτοῦ.
I učini rat u dane one car Navuhodonosor protiv cara Arfaksada na polju velikom, to je polje u predjelima Ragavskim.
καὶ ἐποίησε πόλεμον ἐν ταῖς ἡμέραις ἐκείναις ὁ βασιλεὺς Ναβουχοδονόσορ πρὸς βασιλέα Ἀρφαξὰδ ἐν τῷ πεδίῳ τῷ μεγάλῳ, τοῦτό ἐστιν ἐν τοῖς ὁρίοις Ραγαῦ.
I skupiše se ka njemu svi koji žive na gori i svi koji žive pri Efratu i Tigru i Idaspi, i na polju Arioha, cara elimeonskoga, i sabraše se narodi mnogi u pohod protiv sinova Heleuda.
καὶ συνήντησαν πρὸς αὐτὸν πάντες οἱ κατοικοῦντες τὴν ὀρεινὴν καὶ πάντες οἱ κατοικοῦντες τὸν Εὐφράτην καὶ τὸν Τίγριν καὶ τὸν Ὑδάσπην καὶ πεδία Ἀριὼχ βασιλέως Ἐλυμαίων· καὶ συνῆλθον ἔθνη πολλὰ σφόδρα εἰς παράταξιν υἱῶν Χελεούδ.
I posla Navuhodonosor, car Asirski, ka svima koji žive u Persiji i ka svima koji žive prema zapadu, koji žive u Kilikiji i Damasku i Livanu i Antilivanu, i svima koji žive naspram Primorja;
καὶ ἀπέστειλε Ναβουχοδονόσορ ὁ βασιλεὺς Ἀσσυρίων ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν Περσίδα καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας πρὸς δυσμαῖς, τοὺς κατοικοῦντας Κιλικίαν καὶ Δαμασκόν, τὸν Λίβανον καὶ Ἀντιλίβανον, καὶ πάντας τοὺς κατοικοῦντας κατὰ πρόσωπον παραλίας
I onima među narodima Karmila i Galada i Gornje Galileje, i na velikom polju esdrilonskom,
καὶ τοὺς ἐν τοῖς ἔθνεσι τοῦ Καρμήλου καὶ Γαλαὰδ καὶ τὴν ἄνω Γαλιλαίαν καὶ τὸ μέγα πεδίον Ἐσδρηλὼν
I svima koji su u Samariji i njenim gradovima, i s one strane Jordana do Jerusalima i Vatana i Hela i Kadisa, i rijeke egipatske i Tafne i Ramese i sve zemlje gesemske,
καὶ πάντας τοὺς ἐν Σαμαρείᾳ καὶ ταῖς πόλεσιν αὐτῆς καὶ πέραν τοῦ Ἰορδάνου ἕως Ἱερουσαλὴμ καὶ Βετάνη καὶ Χελλοὺς καὶ Κάδης καὶ τοῦ ποταμοῦ Αἰγύπτου καὶ Ταφνὰς καὶ Ραμεσσὴ καὶ πᾶσαν γῆν Γεσὲμ
Dok se dođe iznad Tanisa i Memfisa, i ka svima koji žive u Egiptu, dok se ne dođe do predjela etiopskih.
ἕως τοῦ ἐλθεῖν ἐπάνω Τάνεως καὶ Μέμφεως καὶ πάντας τοὺς κατοικοῦντας τὴν Αἴγυπτον ἕως τοῦ ἐλθεῖν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας.
I prezreše svi žitelji zemlje riječ Navuhodonosora, cara asirskog, i ne sabraše mu se u rat, jer ga se ne bojahu, nego je bio za njih kao jedan (običan) čovjek, i povratiše vjesnike njegove prazne sa beščašćem od lica svoga.
καὶ ἐφαύλισαν πάντες οἱ κατοικοῦντες πᾶσαν τὴν γῆν τὸ ρῆμα Ναβουχοδονόσορ τοῦ βασιλέως Ἀσσυρίων καὶ οὐ συνῆλθον αὐτῷ εἰς τὸν πόλεμον, ὅτι οὐκ ἐφοβήθησαν αὐτόν, ἀλλ᾿ ἦν ἐναντίον αὐτῶν ὡς ἀνὴρ εἷς, καὶ ἀνέστρεψαν τοὺς ἀγγέλους αὐτοῦ κενοὺς ἐν ἀτιμίᾳ προσώπου αὐτῶν.
I razgnjevi se Navuhodonosor na svu zemlju ovu veoma i zakle se prestolom i carstvom svojim da će se osvetiti svima predjelima kilikijskim i kamaskim i sirijskim, i pogubiti ih mačem svojim, i svima koji žive u zemlji Moavskoj i sinovima Amonovim i svoj Judeji i svima u Egiptu, sve dok ne stigne do predjela dvaju mora.
καὶ ἐθυμώθη Ναβουχοδονόσορ ἐπὶ πᾶσαν τὴν γῆν ταύτην σφόδρα καὶ ὤμοσε κατὰ τοῦ θρόνου καὶ τῆς βασιλείας αὐτοῦ, εἰ μὴν ἐκδικήσειν πάντα τὰ ὅρια τῆς Κιλικίας καὶ Δαμασκηνῆς καὶ Συρίας, ἀνελεῖν τῇ ρομφαίᾳ αὐτοῦ καὶ πάντας τοὺς κατοικοῦντας ἐν γῇ Μωὰβ καὶ τοὺς υἱοὺς Ἀμμὼν καὶ πᾶσαν τὴν Ἰουδαίαν καὶ πάντας τοὺς ἐν Αἰγύπτῳ ἕως τοῦ ἐλθεῖν ἐπὶ τὰ ὅρια τῶν δύο θαλασσῶν.
I pokrenu se sa silom svojom na Arfaksada, cara, godine sedamnaeste, i pobijedi u ratu svome i porazi svu silu Arfaksadovu i svu konjicu njegovu i sva (ratna) kola njegova.
καὶ παρετάξατο ἐν τῇ δυνάμει αὐτοῦ πρὸς Ἀρφαξὰδ βασιλέα ἐν τῷ ἔτει τῷ ἑπτακαιδεκάτῳ καὶ ἐκραταιώθη ἐν τῷ πολέμῳ αὐτοῦ καὶ ἀνέστρεψε πᾶσαν τὴν δύναμιν Ἀρφαξὰδ καὶ πᾶσαν τὴν ἵππον αὐτοῦ καὶ πάντα τὰ ἅρματα αὐτοῦ
I zavlada njegovim gradovima i stiže do Ekvatana i osvoji kule njene i poplijeni trgove njene i ljepotu njenu pretvori u sramotu njegovu.
καὶ ἐκυρίευσε τῶν πόλεων αὐτοῦ καὶ ἀφίκετο ἕως Ἐκβατάνων καὶ ἐκράτησε τῶν πύργων καὶ ἐπρονόμευσε τὰς πλατείας αὐτῆς καὶ τὸν κόσμον αὐτῆς ἔθηκεν εἰς ὄνειδος αὐτῆς.
I uhvati Arfaksada na gorama Ragava, i probode ga strijelama svojim i uništi ga onoga dana.
καὶ ἔλαβε τὸν Ἀρφαξὰδ ἐν τοῖς ὄρεσι Ραγαῦ καὶ κατηκόντισεν αὐτὸν ἐν ταῖς ζιβύναις αὐτοῦ καὶ ἐξωλόθρευσεν αὐτὸν ἕως τῆς ἡμέρας ἐκείνης.
I vrati se sa njima u Nineviju sam i sav zbor njegov, mnoštvo ljudi ratnika veoma veliko; i ostade ondje odmarajući se i pirujući on i sila njegova dana sto dvadeset.
καὶ ἀνέστρεψε μετ᾿ αὐτῶν αὐτὸς καὶ πᾶς ὁ σύμμικτος αὐτοῦ, πλῆθος ἀνδρῶν πολεμιστῶν πολὺ σφόδρα· καὶ ἦν ἐκεῖ ραθυμῶν καὶ εὐωχούμενος αὐτὸς καὶ ἡ δύναμις αὐτοῦ ἐφ᾿ ἡμέρας ἑκατὸν εἴκοσι.