Judita 14

Stari zavet

1

I reče im Judita: Čujte me, braćo, iuzevši glavu ovu, objesite je na kuli zida vašeg.

ΚΑΙ εἶπε πρὸς αὐτοὺς Ἰουδίθ· ἀκούσατε δή μου, ἀδελφοί, καὶ λαβόντες τὴν κεφαλὴν ταύτην κρεμάσατε αὐτὴν ἐπὶ τῆς ἐπάλξεως τοῦ τείχους ὑμῶν.

0
2

I kad osvane jutro i izađe sunce na zemlju, uzmite svaki oružje ratno vaše, i izići ćete svaki čovjek krjepki izvan grada, i daćete načelnika nad njima, kao da silazite u polje prema predstražama sinova Asurovih, ali nećete sići.

καὶ ἔσται ἡνίκα ἂν διαφαύσῃ ὁ ὄρθρος καὶ ἐξέλθῃ ὁ ἥλιος ἐπὶ τὴν γῆν, ἀναλήψεσθε ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ ὑμῶν καὶ ἐξελεύσεσθε πᾶς ἀνὴρ ἰσχύων ἔξω τῆς πόλεως καὶ δώσετε ἀρχηγὸν εἰς αὐτοὺς ὡς καταβαίνοντες ἐπὶ τὸ πεδίον εἰς τὴν προφυλακὴν υἱῶν Ἀσσούρ, καὶ οὐ καταβήσεσθε.

0
3

I uzeće oni sve oružje svoje i otići u logor svoj, i podići će vojvode sile asurske; i pohitaće ka šatoru Oloferna i neće ga naći, i spopašće ih strah i pobjeći će od lica vašega.

καὶ ἀναλαβόντες οὗτοι τὰς πανοπλίας αὐτῶν πορεύσονται εἰς τὴν παρεμβολὴν αὐτῶν καὶ ἐγεροῦσι τοὺς στρατηγοὺς τῆς δυνάμεως Ἀσσούρ· καὶ συνδραμοῦνται ἐπὶ τὴν σκηνὴν Ὀλοφέρνου καὶ οὐχ εὑρήσουσιν αὐτόν, καὶ ἐπιπεσεῖται ἐπ᾿ αὐτουὒς φόβος, καὶ φεύξονται ἀπὸ προσώπου ὑμῶν.

0
4

I vi pošavši za njima i svi koji žive na cijelom predjelu Izrailjevom, pobićete ih na putevima njihovim.

καὶ ἐπακολουθήσαντες ὑμεῖς καὶ πάντες οἱ κατοικοῦντες πᾶν ὅριον Ἰσραήλ, καταστρώσατε αὐτοὺς ἐν ταῖς ὁδοῖς αὐτῶν.

0
5

A prije nego učinite ovo, pozovite mi Ahiora Amonca da vidjevši pozna ko uništava dom Izrailjev i ko je njega kao u smrt poslao nama.

πρὸ δὲ τοῦ ποιῆσαι ταῦτα, καλέσατέ μοι Ἀχιὼρ τὸν Ἀμανίτην, ἵνα ἰδὼν ἐπιγνῷ τὸν ἐκφαυλίσαντα τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ αὐτὸν ὡς εἰς θάνατον ἀποστείλαντα εἰς ἡμᾶς.

0
6

I pozvaše Ahiora iz doma Ozijina. A pošto dođe i vidje glavu Olofernovu u ruci jednog čovjeka na sabranju naroda, pade na lice i smete se duh njegov.

καὶ ἐκάλεσαν τὸν Ἀχιὼρ ἐκ τοῦ οἴκου Ὀζία· ὡς δὲ ἦλθε καὶ εἶδε τὴν κεφαλὴν Ὀλοφέρνου ἐν χειρὶ ἀνδρὸς ἑνὸς ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐξελύθη τὸ πνεῦμα αὐτοῦ.

0
7

Pošto ga, pak, podigoše, pripade nogama Juditinim, i pokloni se licu njenom i reče: Blagoslovena si ti u svakom obitavalištu Judinom i u svemu narodu; koji čuju ime tvoje potrešće se.

ὡς δὲ ἀνέλαβον αὐτόν, προσέπεσε τοῖς ποσὶν Ἰουδὶθ καὶ προσεκύνησε τῷ προσώπῳ αὐτῆς καὶ εἶπεν· εὐλογημένη σὺ ἐν παντὶ σκηνώματι Ἰούδα καὶ ἐν παντὶ ἔθνει, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται·

0
8

A sad mi reci šta si učinila ovih dana. I ispriča mu Judita pred narodom sve što bješe učinila od dana kad je izašla do sad kad im govori.

καὶ νῦν ἀνάγγειλόν μοι ὅσα ἐποίσας ἐν ταῖς ἡμέραις ταύταις. καὶ ἀπήγγειλεν αὐτῷ Ἰουδὶθ ἐν μέσῳ τοῦ λαοῦ πάντα, ὅσα ἦν πεποιηκυῖα, ἀφ᾿ ἧς ἡμέρας ἐξῆλθεν ἕως οὗ ἐλάλει αὐτοῖς.

0
9

A kad presta da govori, kliknuše ljudi glasom velikim i dadoše glas radosni gradu svome.

ὡς δὲ ἐπαύσατο λαλοῦσα, ἠλάλαξεν ὁ λαὸς φωνῇ μεγάλῃ καὶ ἔδωκε φωνὴν εὐφρόσυνον ἐν τῇ πόλει αὐτῶν.

0
10

Vidjevši Ahior sve što učini Bog Izrailju, povjerova Bogu silno i obreza okrajak tijela svoga, i bi pridodat domu Izrailjevu do dana današnjega.

ἰδὼν δὲ Ἀχιὼρ πάντα, ὅσα ἐποίησεν ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐπίστευσε τῷ Θεῷ σφόδρα καὶ περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ καὶ προσετέθη πρὸς τὸν οἶκον Ἰσραὴλ ἕως τῆς ἡμέρας ταύτης.

0
11

A kada jutro nastade i objesiše glavu Olofernovu na zid, uzeše svi muškarci oružje svoje i izađoše po pukovima na uzvišenja Gore.

Ἡνίκα δὲ ὁ ὄρθρος ἀνέβη, καὶ ἐκρέμασαν τὴν κεφαλὴν Ὀλοφέρνου ἐκ τοῦ τείχους, καὶ ἀνέλαβε πᾶς ἀνὴρ Ἰσραὴλ τὰ ὅπλα αὐτοῦ καὶ ἐξήλθοσαν κατὰ σπείρας ἐπὶ τὰς ἀναβάσεις τοῦ ὄρους.

0
12

Sinovi, pak, Asurovi kad ih vidješe, razaslaše (vijest) vođama svojim; a oni dođoše vojvodama i tisućnicima i svima knezovima svojim.

οἱ δὲ υἱοὶ Ἀσσοὺρ ὡς εἶδον αὐτούς, διέπεμψαν ἐπὶ τοὺς ἡγουμένους αὐτῶν· οἱ δὲ ἦλθον ἐπὶ στρατηγοὺς καὶ χιλιάρχους καὶ ἐπὶ πάντα ἄρχοντα αὐτῶν.

0
13

I dođoše do šatora Olofernova i rekoše onome koji je bio glavni nad svima: Probudi gospodina našega, jer se drznuše sluge da siđu na nas u rat, da budu konačno istrijebljeni.

καὶ παρεγένοντο ἐπὶ τὴν σκηνὴν Ὀλοφέρνου καὶ εἶπαν τῷ ὄντι ἐπὶ πάντων τῶν αὐτοῦ· ἔγειρον δὴ τὸν κύριον ἡμῶν, ὅτι ἐτόλμησαν οἱ δοῦλοι καταβαίνειν ἐφ᾿ ἡμᾶς εἰς πόλεμον, ἵνα ἐξολοθρευθῶσιν εἰς τέλος.

0
14

I uze Vagoje i zakuca na pregradu šatora, jer je mislio da on spava sa Juditom.

καὶ εἰσῆλθε Βαγώας καὶ ἔκρουσε τὴν αὐλαίαν τῆς σκηνῆς· ὑπενοεῖτο γὰρ καθεύδειν αὐτὸν μετὰ Ἰουδίθ·

0
15

Pošto se niko ne ču, razkrili i uđe u ložnicu i nađe ga na pragu bačenog mrtva, a glava njegova otkinuta sa njega.

ὡς δὲ οὐδεὶς ἐπήκουσε, διαστείλας εἰσῆλθεν εἰς τὸν κοιτῶνα καὶ εὗρεν αὐτὸν ἐπὶ τῆς χελωνίδος ἐρριμμένον νεκρόν, καὶ ἡ κεφαλὴ αὐτοῦ ἀφῃ£ρετο ἀπ᾿ αὐτοῦ.

0
16

I zavika glasom velikim sa plačem i uzdisajem i silnim vapajem, i podera haljine svoje.

καὶ ἐβόησε φωνῇ μεγάλῃ μετὰ κλαυθμοῦ καὶ στεναγμοῦ καὶ βοῆς ἰσχυρᾶς καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ.

0
17

I uđe u šator gdje je Judita boravila, i ne nađe je. I iskoči među narod i zavika:

καὶ εἰσῆλθεν εἰς τὴν σκηνήν, οὗ ἦν Ἰουδὶθ καταλύουσα, καὶ οὐχ εὗρεν αὐτήν· καὶ ἐξεπήδησεν εἰς τὸν λαὸν κράζων·

0
18

Odmetnuše se sluge, učini sramotu jedna žena od Jevreja domu cara Navuhodonosora! Jer, evo, Oloferna na zemlji, a glave nema na njemu.

ἠθέτησαν οἱ δοῦλοι, ἐποίησεν αἰσχύνην μία γυνὴ τῶν Ἑβραίων εἰς τὸν οἶκον τοῦ βασιλέως Ναβουχοδονόσορ· ὅτι ἰδοὺ Ὀλοφέρνης χαμαί, καὶ ἡ κεφαλὴ οὐκ ἔστιν ἐπ᾿ αὐτῷ.

0
19

A kada čuše ove riječi knezovi sile asurske, razdriješe haljine svoje i smete se duša njihova veoma, i nastade krik njihov i vika silna posred logora.

ὡς δὲ ἤκουσαν ταῦτα τὰ ρήματα οἱ ἄρχοντες τῆς δυνάμεως Ἀσσούρ, τοὺς χιτῶνας αὐτῶν διέρρηξαν, καὶ ἐταράχθη ἡ ψυχὴ αὐτῶν σφόδρα, καὶ ἐγένετο αὐτῶν κραυγὴ καὶ βοὴ μεγάλη σφόδρα ἐν μέσῳ τῆς παρεμβολῆς.

0