Stari zavet
A kada bi veče, pohitaše sluge njegove da odu. I Vagoje zatvori šator spolja i otpusti dvorane od lica gospodina svoga, i otidoše u postelje svoje; jer bijahu svi premoreni, pošto je gozba dugo trajala.
ΩΣ δὲ ὀψία ἐγένετο, ἐσπούδασαν οἱ δοῦλοι αὐτοῦ ἀναλύειν. καὶ Βαγώας συνέκλεισε τὴν σκηνὴν ἔξωθεν καὶ ἀπέκλεισε τοὺς παρεστῶτας ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ, καὶ ἀπῴχοντο εἰς τὰς κοίτας αὐτῶν· ἦσαν γὰρ πάντες κεκοπωμένοι, διὰ τὸ ἐπὶ πλεῖον γεγονέναι τὸν πότον.
A ostade Judita sama u šatoru i Olofern koji bješe pao na postelju svoju; jer bješe ga vino savladalo.
ὑπελείφθη δὲ Ἰουδὶθ μόνη ἐν τῇ σκηνῇ, καὶ Ὀλοφέρνης προπεπτωκὼς ἐπὶ τὴν κλίνην αὐτοῦ· ἦν γὰρ περικεχυμένος αὐτῷ ὁ οἶνος.
I reče Judita sluškinji svojoj da stane izvan ložnice njene i da pazi na izlazak njen kao svakog dana, jer će, reče, izaći na molitvu svoju; i Vagoju kaza iste riječi.
καὶ εἶπεν Ἰουδὶθ τῇ δούλῃ αὐτῆς στῆναι ἔξω τοῦ κοιτῶνος αὐτῆς καὶ ἐπιτηρεῖν τὴν ἔξοδον αὐτῆς· καθάπερ καθ᾿ ἡμέραν, ἐξελεύσεσθαι γὰρ ἔφη ἐπὶ τὴν προσευχὴν αὐτῆς· καὶ τῷ Βαγώᾳ ἐλάλησε κατὰ τὰ ρήματα ταῦτα.
I otidoše svi od lica njenog, i niko ne ostade u ložnici od malog do velikog. I stavši Judita pored postelje njegove, reče u srcu svome: Gospode Bože svake sile, pogledaj u času ovom na djela ruku mojih na uzvišenje Jerusalima;
καὶ ἀπήλθοσαν πάντες ἐκ προσώπου, καὶ οὐδεὶς κατελείφθη ἐν τῷ κοιτῶνι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ στᾶσα Ἰουδὶθ παρὰ τὴν κλίνην αὐτοῦ εἶπεν ἐν τῇ καρδίᾳ αὐτῆς· Κύριε ὁ Θεὸς πάσης δυνάμεως, ἐπίβλεψον ἐν τῇ ὥρᾳ ταύτῃ ἐπὶ τὰ ἔργα τῶν χειρῶν μου εἰς ὕψωμα Ἱερουσαλήμ·
jer sad je vrijeme da se pomogne nasleđu tvome, i da se izvrši namisao moja na poraz neprijatelja koji ustadoše na nas.
ὅτι νῦν καιρὸς ἀντιλαβέσθαι τῆς κληρονομίας σου καὶ ποιῆσαι τὸ ἐπιτήδευμά μου εἰς θραῦμα ἐχθρῶν, οἵ ἐπανέστησαν ἡμῖν.
I prišavši naslonu postelje, koji bješe pored glave Oloferna, skide nož njegov sa njega,
καὶ προσελθοῦσα τῷ κανόνι τῆς κλίνης, ὃς ἦν πρὸς κεφαλῆς Ὀλοφέρνου, καθεῖλε τὸν ἀκινάκην αὐτοῦ ἀπ᾿ αὐτοῦ
I približivši se postelji, uhvati kosu glave njegove i reče: Ukrijepi me, Gospode Bože Izrailjev, u dan ovaj!
καὶ ἐγγίσασα τῆς κλίνης ἐδράξατο τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ καὶ εἶπε· κραταίωσόν με, ὁ Θεὸς Ἰσραήλ, ἐν τῇ ἡμέρᾳ ταύτῃ.
I udari po vratu njegovom dvaput svom snagom svojom i otkide glavu njegovu sa njega.
καὶ ἐπάταξεν εἰς τὸν τράχηλον αὐτοῦ δὶς ἐν τῇ ἰσχύϊ αὐτῆς καὶ ἀφεῖλε τὴν κεφαλὴν αὐτοῦ ἀπ᾿ αὐτοῦ,
I svuče tijelo njegovo sa odra i skide zavjesu sa stubova. I malo posle izađe i predade sluškinji svojoj glavu Olofernovu.
καὶ ἀπεκύλισε τὸ σῶμα αὐτοῦ ἀπὸ τῆς στρωμνῆς καὶ ἀφεῖλε τὸ κωνωπεῖον ἀπὸ τῶν στύλων. καὶ μετ᾿ ὀλίγον ἐξῆλθε, καὶ παρέδωκε τῇ ἅβρᾳ αὐτῆς τὴν κεφαλὴν Ὀλοφέρνου,
I stavi je u torbu od svoje hrane i izađoše obje zajedno po običaju svome na molitvu; i prošavši logor, obiđoše udolinu onu i uziđoše uz goru Vetiluje i dođoše pred njegova vrata.
καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν πήραν τῶν βρωμάτων αὐτῆς. καὶ ἐξῆλθον αἱ δύο ἅμα κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐπὶ τὴν προσευχήν· καὶ διελθοῦσαι τὴν παρεμβολὴν ἐκύκλωσαν τὴν φάλαγγα ἐκείνην καὶ προσανέβησαν τὸ ὄρος Βαιτυλούα καὶ ἤλθοσαν πρὸς τὰς πύλας αὐτῆς.
I reče Judita iz daljine čuvarima vrata: Otvorite, otvorite vrata! Sa nama je Bog, Bog naš, da učini još krjepost u Izrailju i silu protiv neprijatelja, kao što i danas učini.
Καὶ εἶπεν Ἰουδὶθ μακρόθεν τοῖς φυλάσσουσιν ἐπὶ τῶν πυλῶν· ἀνοίξατε, ἀνοίξατε δὴ τὴν πύλην, μεθ᾿ ἡμῶν ὁ Θεὸς ὁ Θεὸς ἡμῶν ποιῆσαι ἔτι ἰσχὺν ἐν Ἰσραὴλ κατὰ κράτος κατὰ τῶν ἐχθρῶν, καθὰ καὶ σήμερον ἐποίησε.
I bi kad čuše ljudi grada ovog glas njen, pohitaše da siđu na vrata grada njihovog i sazvaše starješine gradske.
καὶ ἐγένετο ὡς ἤκουσαν οἱ ἄνδρες τῆς πόλεως αὐτῆς τὴν φωνὴν αὐτῆς, ἐσπούδασαν τοῦ καταβῆναι εἰς τὴν πύλην τῆς πόλεως αὐτῶν καὶ συνεκάλεσαν τοὺς πρεσβυτέρους τῆς πόλεως.
I strčaše svi od malog do velikog njihovog, pošto im bješe nepojmljivo da ona dođe, i otvoriše vrata i dočekaše ih; i zapalivši oganj za osvetljenje, okružiše ih.
καὶ συνέδραμον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου, ὅτι παράδοξον ἦν αὐτοῖς τὸ ἐλθεῖν αὐτήν, καὶ ἤνοιξαν τὴν πύλην καὶ ὑπεδέξαντο αὐτὰς καὶ ἅψαντες πῦρ εἰς φαῦσιν περιεκύκλωσαν αὐτάς.
A ona im reče glasom velikim: Hvalite Boga, hvalite; hvalite Boga, koji ne oduze milost svoju od doma Izrailjevog, nego porazi neprijatelje naše mojom rukom ove noći.
ἡ δὲ εἶπε πρὸς αὐτοὺς φωνῇ μεγάλῃ· αἰνεῖτε τὸν Θεόν, αἰνεῖτε· αἰνεῖτε τὸν Θεόν, ὃς οὐκ ἀπέστησε τὸ ἔλεος αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰσραήλ, ἀλλ᾿ ἔθραυσε τοὺς ἐχθροὺς ἡμῶν διὰ χειρός μου ἐν τῇ νυκτὶ ταύτῃ.
I izvadivši glavu iz torbe, pokaza i reče: Evo, glava Oloferna, vojenačelnika sile asurske, i, evo, zavjesa gdje je ležao u svojim pijančenjima; i udari ga Gospod rukom ženskom.
καὶ προελοῦσα τὴν κεφαλὴν ἐκ τῆς πήρας ἔδειξε καὶ εἶπεν αὐτοῖς· ἰδοὺ ἡ κεφαλὴ Ὀλοφέρνου ἀρχιστρατήγου δυνάμεως Ἀσσούρ, καὶ ἰδοὺ τὸ κωνωπεῖον, ἐν ᾧ κατέκειτο ἐν ταῖς μέθαις αὐτοῦ· καὶ ἐπάταξεν αὐτὸν ὁ Κύριος ἐν χειρὶ θηλείας·
I živ je Gospod koji me sačuva na putu mome kojim hodih, jer ga prevari lice moje na pogibao njegovu, i ne učini grijeha sa mnom na oskvrnavljenje i sramotu.
καὶ ζῇ Κύριος, ὃς διεφύλαξέ με ἐν τῇ ὁδῷ μου, ᾗ ἐπορεύθην, ὅτι ἠπάτησεν αὐτὸν τὸ πρόσωπόν μου εἰς ἀπώλειαν αὐτοῦ, καὶ οὐκ ἐποίησεν ἁμάρτημα μετ᾿ ἐμοῦ εἰς μίασμα καὶ αἰσχύνην.
I zaprepasti se sav narod veoma i sagnuvši se, pokloniše se Bogu i rekoše jednodušno: Blagosloven si, Bože naš, koji si danom današnjim uništio neprijatelje naroda svoga.
καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα καὶ κύψαντες προσεκύνησαν τῷ Θεῷ καὶ εἶπαν ὁμοθυμαδόν· εὐλογητὸς εἶ, ὁ Θεὸς ἡμῶν, ὁ ἐξουδενώσας ἐν τῇ ἡμέρᾳ τῇ σήμερον τοὺς ἐχθροὺς τοῦ λαοῦ σου.
I reče joj Ozija: Blagoslovena si, kćeri, Bogu Višnjem, iznad svih žena koje su na zemlji, i blagosloven Gospod Bog koji stvori nebo i zemlju, koji te usmjeri na posječenje glave kneza neprijatelja naših.
καὶ εἶπεν αὐτῇ Ὀζίας· εὐλογητὴ σύ, θύγατερ, τῷ Θεῷ τῷ Ὑψίστῳ παρὰ πάσας τὰς γυναῖκας τὰς ἐπὶ τῆς γῆς, καὶ εὐλογημένος Κύριος ὁ Θεός, ὃς ἔκτισε τοὺς οὐρανοὺς καὶ τὴν γῆν, ὃς κατεύθυνέ σε εἰς τραῦμα κεφαλῆς ἄρχοντος ἐχθρῶν ἡμῶν·
Zato neće nestati nada tvoja iz srca ljudi koji se sjećaju krjeposti Božje dovijeka;
ὅτι οὐκ ἀποστήσεται ἡ ἐλπίς σου ἀπὸ καρδίας ἀνθρώπων μνημονευόντων ἰσχὺν Θεοῦ ἕως αἰῶνος.
I činiće ti ovo Bog na uznošenje vječno, da te posjećuje dobrima, zato što nisi poštedjela dušu svoju za poniženje roda našega, nego si pritekla padu našem hodeći pravo pred Bogom našim. I reče sav narod: Da bude, da bude!
καὶ ποιήσαι σοι αὐτὰ ὁ Θεὸς εἰς ὕψος αἰώνιον τοῦ ἐπισκέψασθαί σε ἐν ἀγαθοῖς, ἀνθ᾿ ὧν οὐκ ἐφείσω τῆς ψυχῆς σου διὰ τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν, ἀλλ᾿ ἐπεξῆλθες πτώματι ἡμῶν ἐπ᾿ εὐθεῖαν πορευθεῖσα ἐνώπιον τοῦ Θεοῦ ἡμῶν. καὶ εἶπαν πᾶς ὁ λαός· γένοιτο, γένοιτο.