Stari zavet
Još govori Elijuj i reče:
ΠΡΟΣΘΕΙΣ δὲ ἔτι Ἐλιοὺς λέγει·
Potrpi me malo, i pokazaću ti, jer još ima što bih govorio za Boga.
μεῖνόν με μικρὸν ἔτι, ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστι λέξις.
Počeću izdaleka besjedu svoju, i pokazaću da je tvorac moj pravedan.
ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν, ἔργοις δέ μου δίκαια ἐρῶ ἐπ᾿ ἀληθείας
Doista, neće biti lažne riječi moje, kod tebe je koji pravo misli.
καὶ οὐκ ἄδικα ρήματα ἀδίκως συνιεῖς.
Gle, Bog je silan, ali nikoga ne odbacuje, silan je snagom srčanom.
γίνωσκε δὲ ὅτι ὁ Κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον. δυνατὸς ἰσχύϊ καρδίας
Ne da živjeti bezbožniku, a nevoljnicima čini pravdu.
ἀσεβῆ οὐ μὴ ζωοποιήσει καὶ κρίμα πτωχῶν δώσει.
Ne odvraća od pravednika očiju svojih, nego još s carevima na prijesto posađuje ih navijek, te se uzvišuju.
οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ· καὶ μετὰ βασιλέων εἰς θρόνον καὶ καθιεῖ αὐτοὺς εἰς νῖκος, καὶ ὑψωθήσονται.
Ako li su okovani u puta i svezani užima nevoljničkim,
καὶ οἱ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας,
Tada im napominje djela njihova i bezakonja njihova kako su silna.
καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν.
I otvora im uho da bi se popravili, i govori im da se vrate od bezakonja.
ἀλλὰ τοῦ δικαίου εἰσακούσεται· καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας.
Ako poslušaju i stanu mu služiti, dovršuju dane svoje u dobru i godine svoje u radosti.
ἐὰν ἀκούσωσι καὶ δουλεύσωσι, συντελέσουσι τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις.
Ako li ne poslušaju, ginu od mača i umiru s bezumlja.
ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι αὐτοὺς εἰδέναι τὸν Κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν.
A koji su licemjerna srca, navlače gnjev i ne viču kad ih poveže;
καὶ ὑποκριταὶ καρδίᾳ τάξουσι θυμόν· οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς.
Umire u mladosti duša njihova i život njihov među kurvama.
ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων,
Izbavlja nevoljnika iz nevolje njegove i otvora mu uho u muci.
ἀνθ᾿ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον, κρίμα δὲ πρᾳέων ἐκθήσει.
Tako bi i tebe izveo iz tjeskobe na prostrano mjesto, gdje ništa ne dosađuje, i mirni sto tvoj bio bi pun pretiline.
καὶ προσέτι ἠπάτησέ σε ἐκ στόματος ἐχθροῦ· ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς, καὶ κατέβη τράπεζά σου πλήρης πιότητος.
Ali si zaslužio sud bezbožnički; i sud i pravda snađe te.
οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα,
Doista, gnjev je na tebi; gledaj da te ne odbaci u karanju, te te veliki otkup neće izbaviti.
θυμὸς δὲ ἐπ᾿ ἀσεβεῖς ἔσται δι᾿ ἀσέβειαν δώρων, ὧν ἐδέχοντο ἐπ᾿ ἀδικίαις.
Hoće li gledati na tvoje bogatstvo? neće ni na zlato ni na kaku silu blaga tvojega.
μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων, καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν.
Ne uzdiši za noću u koju narodi odlaze na svoje mjesto.
μὴ ἐξελκύσῃς τὴν νύκτα τοῦ ἀναβῆναι λαοὺς ἀντ᾿ αὐτῶν·
Čuvaj se da ne pogledaš na taštinu i voliš nju nego nevolju.
ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοπα· ἐπὶ τούτων γὰρ ἐξείλω ἀπὸ πτωχείας.
Gle, Bog je najviši svojom silom, ko je učitelj kao on?
ἰδοὺ ὁ Ἰσχυρὸς κραταιώσει ἐν ἰσχύϊ αὐτοῦ· τίς γάρ ἐστι κατ᾿ αὐτὸν δυνάστης;
Ko mu je odredio put njegov? ili ko će mu reći: činiš nepravo?
τίς δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργα; ἢ τίς ὁ εἰπών· ἔπραξεν ἄδικα;
Opominji se da veličaš djela njegova, koja gledaju ljudi.
μνήσθητι, ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα, ὧν ἦρξαν ἄνδρες.
Svi ljudi vide ih, svaki ih gleda izdaleka.
πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ, ὅσοι τιτρωσκόμενοί εἰσι βροτοί.
Gle, Bog je velik, i ne možemo ga poznati, broj godina njegovijeh ne može se dokučiti.
ἰδοὺ ὁ Ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα· ἀριθμὸς ἐτῶν αὐτοῦ, καὶ ἀπέραντος.
Jer on steže kaplje vodene, koje liju dažd iz oblaka njegovijeh;
ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην·
Kad teku oblaci, kaplju na mnoštvo ljudsko.
ρυήσονται παλαιώματα, ἐσκίασε δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν. 28α ὥραν ἔθετο κτήνεσιν, οἴδασι δὲ κοίτης τάξιν. 28β ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος;
I ko bi razumio prostor oblacima i grmljavu u šatoru njegovu?
καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ,
Kako prostire nad njim svjetlost svoju, i dubine morske pokriva?
ἰδοὺ ἐκτενεῖ ἐπ᾿ αὐτὸν ἠδὼ καὶ ριζώματα τῆς θαλάσσης ἐκάλυψεν·
Tijem sudi narodima, daje hrane izobila.
ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, δώσει τροφὴν τῷ ἰσχύοντι.
Rukama zaklanja svjetlost, i naređuje koga da srete,
ἐπὶ χειρῶν ἐκάλυψε φῶς καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι·
Javljajući prema njemu dobru volju svoju, i prema stoci i prema rodu zemaljskom.
ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ Κύριος, κτῆσις καὶ περὶ ἀδικίας.