Stari zavet
Čuj dakle, Jove, besjedu moju, i slušaj sve riječi moje.
ΟΥ μὴν δὲ ἀλλὰ ἄκουσον, Ἰώβ, τὰ ρήματά μου καὶ λαλιὰν ἐνωτίζου μου·
Evo, sad otvoram usta svoja; govori jezik moj u ustima mojim.
ἰδοὺ γὰρ ἤνοιξα τὸ στόμα μου, καὶ ἐλάλησεν ἡ γλῶσσά μου.
Po pravom srcu mom biće riječi moje, i misao čistu izreći će usne moje.
καθαρά μου ἡ καρδία ρήμασι, σύνεσις δὲ χειλέων μου καθαρὰ νοήσει.
Duh Božji stvorio me je, i dah svemogućega dao mi je život.
πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ Παντοκράτορος ἡ διδάσκουσά με.
Ako možeš, odgovori mi, pripravi se i stani mi nasuprot.
ἐὰν δύνῃ, δός μοι ἀπόκρισιν πρὸς ταῦτα· ὑπόμεινον, στῆθι κατ᾿ ἐμὲ καὶ ἐγὼ κατὰ σέ.
Evo, ja ću biti mjesto Boga, kao što si rekao; od kala sam načinjen i ja.
ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ, ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα.
Eto, strah moj neće te strašiti, i ruka moja neće te tištati.
οὐχ ὁ φόβος μού σε στροβήσει, οὐδὲ ἡ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί.
Rekao si dakle preda mnom, i čuo sam glas tvojih riječi:
πλὴν εἶπας ἐν ὠσί μου, φωνὴν ρημάτων σου ἀκήκοα,
Čist sam, bez grijeha, prav sam i nema bezakonja na meni.
διότι λέγεις· καθαρός εἰμι οὐχ ἁμαρτών, ἄμεμπτός εἰμι, οὐ γὰρ ἠνόμησα.
Evo, traži zadjevicu sa mnom, drži me za svoga neprijatelja.
μέμψιν δὲ κατ᾿ ἐμοῦ εὗρεν, ἥγηται δέ με ὥσπερ ὑπεναντίον·
Meće u klade noge moje, vreba po svijem stazama mojim.
ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου, ἐφύλαξε δέ μου πάσας τὰς ὁδούς·
Eto, u tom nijesi pravedan, odgovaram ti; jer je Bog veći od čovjeka.
πῶς γὰρ λέγεις· δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέ μου; αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν.
Zašto se preš s njim, što za sva djela svoja ne odgovara?
λέγεις δέ· διατί τῆς δίκης μου οὐκ ἐπακήκοέ μου πᾶν ρῆμα;
Jedanput govori Bog i dva puta; ali čovjek ne pazi.
ἐν γὰρ τῷ ἅπαξ λαλῆσαι ὁ Κύριος, ἐν δὲ τῷ δευτέρῳ
U snu, u utvari noćnoj, kad tvrd san padne na ljude, kad spavaju u postelji,
ἐνύπνιον, ἢ ἐν μελέτῃ νυκτερινῇ, ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπ᾿ ἀνθρώπους ἐπὶ νυσταγμάτων ἐπὶ κοίτης.
Tada otvora uho ljudima i nauku im zapečaćava,
τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων, ἐν εἴδεσι φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν
Da bi odvratio čovjeka od djela njegova, i zaklonio od njega oholost;
ἀποστρέψαι ἄνθρωπον ἀπὸ ἀδικίας, τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο.
Da bi sačuvao dušu njegovu od jame, i život njegov da ne naiđe na mač.
ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολέμῳ.
I kara ga bolovima na postelji njegovoj, i sve kosti njegove teškom bolešću.
πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐπὶ μαλακίᾳ ἐπὶ κοίτης καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησε·
Tako da se životu njegovu gadi hljeb i duši njegovoj jelo najmilije;
πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει,
Nestaje tijela njegova naočigled, i izmalaju se kosti njegove, koje se prije nijesu vidjele,
ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ κενά·
I duša se njegova približuje grobu, i život njegov smrti.
ἤγγισε δὲ εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, ἡ δὲ ζωὴ αὐτοῦ ἐν ᾅδη.
Ako ima glasnika, tumača, jednoga od tisuće, koji bi kazao čovjeku dužnost njegovu,
ἐὰν ὦσι χίλιοι ἄγγελοι θανατηφόροι, εἷς αὐτῶν οὐ μὴ τρώσῃ αὐτόν· ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι πρὸς Κύριον, ἀναγγείλῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν, τὴν δὲ ἄνοιαν αὐτοῦ δείξῃ,
Tada će se smilovati na nj, i reći će: izbavi ga da ne otide u grob; našao sam otkup.
ἀνθέξεται τοῦ μὴ πεσεῖν εἰς θάνατον, ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου, τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ·
I pomladiće se tijelo njegovo kao u djeteta, i povratiće se na dane mladosti svoje,
ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου, ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις.
Moliće se Bogu, i pomilovaće ga, i gledaće lice njegovo radujući se, i vratiće čovjeku po pravdi njegovoj.
εὐξάμενος δὲ πρὸς Κύριον, καὶ δεκτὰ αὐτῷ ἔσται, εἰσελεύσεται προσώπῳ ἱλαρῷ σὺν ἐξηγορίᾳ· ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην.
Gledajući ljudi reći će: bijah zgriješio, i što je pravo izvrnuo, ali mi ne pomože.
εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγον· οἷα συνετέλουν καὶ οὐκ ἄξια ἤτασέ με ὧν ἥμαρτον.
On izbavi dušu moju da ne otide u jamu, i život moj da gleda svjetlost.
σῶσον ψυχήν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθοράν, καὶ ἡ ζωή μου φῶς ὄψεται.
Gle, sve ovo čini Bog dva puta i tri puta čovjeku,
ἰδοὺ ταῦτα πάντα ἐργᾶται ὁ ἰσχυρὸς ὁδοὺς τρεῖς μετὰ ἀνδρός.
Da bi povratio dušu njegovu od jame, da bi ga obasjavala svjetlost živijeh.
καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ θανάτου, ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν.
Pazi, Jove, slušaj me, muči, da ja govorim.
ἐνωτίζου, Ἰώβ, καὶ ἄκουέ μου· κώφευσον, καὶ ἐγώ εἰμι λαλήσω.
Ako imaš što reći, odgovori mi; govori, jer sam te rad opravdati;
Ako li ne, slušaj ti mene; muči, i naučiću te mudrosti.
εἰ μή, σὺ ἄκουσόν μου· κώφευσον καὶ διδάξω σε σοφίαν.