Stari zavet
Tada prestaše ona tri čovjeka odgovarati Jovu, jer se činjaše da je pravedan.
ΗΣΥΧΑΣΑΝ δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν Ἰώβ, ἦν γὰρ Ἰὼβ δίκαιος ἐναντίον αὐτῶν.
A Elijuj sin Varahilov od Vuza, roda Ramova, razgnjevi se na Jova što se sam građaše pravedniji od Boga;
ὠργίσθη δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης ἐκ τῆς συγγενείας Ρὰμ τῆς Αὐσίτιδος χώρας· ὠργίσθη δὲ τῷ Ἰὼβ σφόδρα, διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον Κυρίου.
I na tri prijatelja njegova razgnjevi se što ne nađoše odgovora i opet osuđivahu Jova.
καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα, διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα Ἰὼβ καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ.
Jer Elijuj čekaše dokle oni govorahu s Jovom, jer bijahu stariji od njega.
Ἐλιοὺς δὲ ὑπέμεινε δοῦναι ἀπόκρισιν Ἰώβ, ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις.
Pa kad vidje Elijuj da nema odgovora u ustima ona tri čovjeka, raspali se gnjev njegov.
καὶ εἶδεν ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν, καὶ ἐθυμώθη ὀργῇ αὐτοῦ.
I progovori Elijuj sin Varahilov od Vuza, i reče: ja sam najmlađi, a vi ste starci, zato se bojah i ne smijah vam kazati što mislim.
ὑπολαβὼν δὲ Ἐλιοὺς ὁ τοῦ Βαραχιὴλ ὁ Βουζίτης εἶπε· νεώτερος μέν εἰμι τῷ χρόνῳ, ὑμεῖς δέ ἐστε πρεσβύτεροι· διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην.
Mišljah: neka govori starost, i mnoge godine neka objave mudrost.
εἶπα δὲ ὅτι οὐχ ὁ χρόνος ἐστὶν ὁ λαλῶν, ἐν πολλοῖς δὲ ἔτεσι οἴδασι σοφίαν,
Ali je duh u ljudima, i duh svemogućega urazumljuje ih.
ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ Παντοκράτορός ἐστιν ἡ διδάσκουσα·
Veliki nijesu svagda mudri, i starci ne znaju svagda šta je pravo.
οὐχ οἱ πολυχρόνιοί εἰσι σοφοί, οὐδ᾿ οἱ γέροντες οἴδασι κρίμα.
Zato velim: poslušaj me da kažem i ja kako mislim.
διὸ εἶπα· ἀκούσατέ μου, καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα.
Eto, čekao sam da vi izgovorite, slušao sam razloge vaše dokle izviđaste besjedu.
ἐνωτίζεσθέ μου τὰ ρήματα· ἐρῶ γὰρ ὑμῶν ἀκουόντων, ἄχρις οὗ ἐτάσητε λόγους,
Pazio sam, ali gle, nijedan od vas ne sapre Jova, ne odgovori na njegove riječi.
καὶ μέχρι ὑμῶν συνήσω. καὶ ἰδοὺ οὐκ ἦν τῷ Ἰὼβ ἐλέγχων ἀνταποκρινόμενος ρήματα αὐτοῦ ἐξ ὑμῶν,
Može biti da ćete reći: nađosmo mudrost, Bog će ga oboriti, ne čovjek.
ἵνα μὴ εἴπητε· εὕρομεν σοφίαν Κυρίῳ προσθέμενοι·
Nije na me upravio besjede, ni ja mu neću odgovarati vašim riječima.
ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ρήματα.
Smeli su se, ne odgovaraju više, nestalo im je riječi.
ἐπτοήθησαν, οὐκ ἀπεκρίθησαν ἔτι, ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους.
Čekao sam, ali ne govore, stadoše, i više ne odgovaraju.
ὑπέμεινα, οὐ γὰρ ἐλάλησαν· ὅτι ἔστησαν, οὐκ ἀπεκρίθησαν.
Odgovoriću i ja za se, kazaću i ja kako mislim.
ὑπολαβὼν δὲ Ἐλιοὺς λέγει· πάλιν λαλήσω·
Jer sam pun riječi, tijesno je duhu u meni.
πλήρης γάρ εἰμι ρημάτων, ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός·
Gle, trbuh je moj kao vino bez oduške, i raspukao bi se kao nov mijeh.
ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς.
Govoriću da odahnem, otvoriću usne svoje, i odgovoriću.
λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη·
Neću gledati ko je ko, i čovjeku ću govoriti bez laskanja.
ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ, ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ·
Jer ne umijem laskati; odmah bi me uzeo tvorac moj.
οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπα· εἰ δὲ μή, καὶ ἐμὲ σῆτες ἔδονται.