Stari zavet
A ovo su imena plemenima. Od kraja prema sjeveru, uz put Etlonski kako se ide u Emat i Asarenan, na među Damaštansku na sjever pokraj Emata, od istočne strane do zapadne, Danovo, jedno.
ΚΑΙ ταῦτα τὰ ὀνόματα τῶν φυλῶν· ἀπὸ τῆς ἀρχῆς τῆς πρὸς βορρᾶν κατὰ τὸ μέρος τῆς καταβάσεως τοῦ περισχίζοντος ἐπὶ τὴν εἴσοδον τῆς Ἠμὰθ αὐλῆς τοῦ Αἰνάν, ὅριον Δαμασκοῦ πρὸς βορρᾶν κατὰ μέρος Ἠμὰθ αὐλῆς, καὶ ἔσται αὐτοῖς τὰ πρὸς ἀνατολὰς ἕως πρὸς θάλασσαν Δάν, μία.
A uz među Danovu, od istočne strane do zapadne, Asirovo, jedno.
καὶ ἀπὸ τῶν ὁρίων τοῦ Δὰν τὰ πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ἀσσήρ, μία.
A uz među Asirovu, od istočne strane do zapadne, Neftalimovo, jedno.
καὶ ἀπὸ τῶν ὁρίων Ἀσσὴρ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Νεφθαλίμ, μία.
A uz među Neftalimovu, od istočne strane do zapadne, Manasijino, jedno.
καὶ ἀπὸ τῶν ὁρίων Νεφθαλὶμ ἀπὸ ἀνατολῶν ἕως τῶν πρὸς θάλασσαν Μανασσῆ, μία.
A uz među Manasijinu, od istočne strane do zapadne, Jefremovo, jedno.
καὶ ἀπὸ τῶν ὁρίων Μανασσῆ ἀπὸ τῶν πρὸς ἀνατολὰς ὥς τῶν πρὸς θάλασσαν Ἐφραίμ, μία.
A uz među Jefremovu, od istočne strane do zapadne, Ruvimovo, jedno.
καὶ ἀπὸ τῶν ὁρίων Ἐφραὶμ ἀπό τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ρουβήν, μία.
A uz među Ruvimovu, od istočne strane do zapadne, Judino, jedno.
καὶ ἀπὸ τῶν ὁρίων Ρουβὴν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ἰούδα, μία.
A uz među Judinu, od istočne strane do zapadne, neka bude prinos što ćete prinijeti, dvadeset i pet tisuća lakata u širinu, a u dužinu kao koji drugi dio, od istočne strane do zapadne, i svetinja da bude usred njega.
καὶ ἀπὸ τῶν ὁρίων Ἰούδα ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν ἔσται ἡ ἀπαρχὴ τοῦ ἀφορισμοῦ, πέντε καὶ εἴκοσι χιλιάδες εὖρος καὶ μῆκος καθὼς μία τῶν μερίδων ἀπὸ τῶν πρὸς ἀνατολὰς καὶ ἕως τῶν πρὸς θάλασσαν, καὶ ἔσται τὸ ἅγιον ἐν μέσῳ αὐτῶν·
Prinos koji ćete prinijeti Gospodu, neka bude od dvadeset i pet tisuća lakata u dužinu i od deset tisuća u širinu.
ἀπαρχή, ἣν ἀφοριοῦσι τῷ Κυρίῳ, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὗρος εἴκοσι καὶ πέντε χιλιάδες.
I taj će sveti prinos biti sveštenicima, sa sjevera dvadeset i pet tisuća lakata u dužinu, a sa zapada deset tisuća u širinu, i s istoka deset tisuća u širinu, a s juga dvadeset i pet tisuća u dužinu; i svetinja Gospodnja da bude usred njega.
τούτων ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων· τοῖς ἱερεῦσι, πρὸς βορρᾶν πέντε καὶ εἴκοσι χιλιάδες καὶ πρὸς θάλασσαν πλάτος δέκα χιλιάδες καὶ πρὸς ἀνατολὰς πλάτος δέκα χιλιάδες καὶ πρὸς νότον μῆκος εἴκοσι καὶ πέντε χιλιάδες, καὶ τὸ ὄρος τῶν ἁγίων ἔσται ἐν μέσῳ αὐτοῦ·
To će biti sveštenicima posvećenijem između sinova Sadokovijeh koji držaše što sam naredio da se drži i ne zađoše kao drugi Leviti, kad zađoše sinovi Izrailjevi.
τοῖς ἱερεῦσι τοῖς ἡγιασμένοις, υἱοῖς Σαδδούκ, τοῖς φυλάσσουσι τὰς φυλακὰς τοῦ οἴκου, οἵτινες οὐκ ἐπλανήθησαν ἐν τῇ πλανήσει υἱῶν Ἰσραήλ, ὃν τρόπον ἐπλανήθησαν οἱ Λευῖται,
Njihov će biti sveti prinos od zemlje, svetinja nad svetinjama, uz međe Levitske.
καὶ ἔσται αὐτοῖς ἡ ἀπαρχὴ δεδομένη ἐκ τῶν ἀπαρχῶν τῆς γῆς, ἅγιον ἁγίων ἀπὸ τῶν ὁρίων τῶν Λευιτῶν.
A Leviti da imaju uz međe svešteničke dvadeset i pet tisuća lakata u dužinu, i deset tisuća u širinu; sva dužina da bude dvadeset i pet tisuća, a širina deset tisuća.
τοῖς δὲ Λευίταις τὰ ἐχόμενα τῶν ὁρίων τῶν ἱερέων, μῆκος πέντε καὶ εἴκοσι χιλιάδες, καὶ εὗρος δέκα χιλιάδες. πᾶν τὸ μῆκος πέντε καὶ εἴκοσι χιλιάδες καὶ εὖρος εἴκοσι χιλιάδες.
A od toga ništa da ne prodaju ni promjenjuju, ni da prenose prvina zemaljskih, jer je svetinja Gospodu.
οὐ πραθήσεται ἐξ αὐτοῦ οὐδὲ καταμετρηθήσεται, οὐδὲ ἀφαιρεθήσεται τὰ πρωτογεννήματα τῆς γῆς, ὅτι ἅγιόν ἐστι τῷ Κυρίῳ.
A pet tisuća lakata što ostaje u širinu prema dvadeset i pet tisuća biće mjesto posvećeno, za grad, za naselje, i za podgrađa, i grad da bude usred njega.
τὰς δὲ πέντε χιλιάδας τὰς περισσὰς ἐπὶ τῷ πλάτει ἐπὶ ταῖς πέντε, καὶ εἴκοσι χιλιάσι, προτείχισμα ἔσται τῇ πόλει εἰς τὴν κατοικίαν καὶ εἰς διάστημα αὐτοῦ, καὶ ἔσται ἡ πόλις ἐν μέσῳ αὐτοῦ.
A ovo da mu je mjera: sa sjeverne strane četiri tisuće i pet stotina lakata, i s južne strane četiri tisuće i pet stotina, i s istočne strane četiri tisuće i pet stotina, i sa zapadne strane četiri tisuće i pet stotina.
καὶ ταῦτα τὰ μέτρα αὐτῆς· ἀπὸ τῶν πρὸς βορρᾶν πεντακόσιοι καὶ τετρακισχίλιοι, καὶ ἀπὸ τῶν πρὸς νότον πεντακόσιοι καὶ τέσσαρες χιλιάδες, καὶ ἀπὸ τῶν πρὸς ἀνατολάς πεντακόσιοι καὶ τέσσαρες χιλιάδες, καὶ ἀπὸ τῶν πρὸς θάλασσαν τετρακισχιλίους πεντακόσιους.
I podgrađe će biti dvjesta i pedeset lakata sa sjevera, i dvjesta i pedeset s juga, i dvjesta i pedeset s istoka, i dvjesta i pedeset sa zapada.
καὶ ἔσται διάστημα τῇ πόλει πρὸς βορρᾶν διακόσιοι πεντήκοντα καὶ πρὸς νότον διακόσιοι καὶ πεντήκοντα καὶ πρὸς ἀνατολὰς διακόσιοι πεντήκοντα καὶ πρὸς θάλασσαν διακόσιοι πεντήκοντα.
A što ostane u dužinu prema svetom prinosu, deset tisuća lakata na istok i deset tisuća na zapad prema svetom prinosu, od toga dohodak neka bude hrana slugama gradskim.
καὶ τὸ περισσὸν τοῦ μήκους τὸ ἐχόμενον τῶν ἀπαρχῶν τῶν ἁγίων δέκα χιλιάδες πρὸς ἀνατολὰς καὶ δέκα χιλιάδες πρὸς θάλασσαν· καὶ ἔσονται αἱ ἀπαρχαὶ τοῦ ἁγίου καὶ ἔσται τὰ γεννήματα αὐτῆς εἰς ἄρτους τοῖς ἐργαζομένοις τὴν πόλιν·
A sluge koje će služiti gradu biće iz svijeh plemena Izrailjevijeh.
οἱ δὲ ἐργαζόμενοι τὴν πόλιν ἐργῶνται αὐτὴν ἐκ πασῶν τῶν φυλῶν τοῦ Ἰσραήλ.
Sav ovaj prinos, dvadeset i pet tisuća lakata uz dvadeset i pet tisuća, četvrtast, prinijeće u prinos sveti za dostojanje gradu.
πᾶσα ἡ ἀπαρχὴ πέντε καὶ εἴκοσι χιλιάδες ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας· τετράγωνον ἀφοριεῖτε αὐτοῦ τὴν ἀπαρχὴν τοῦ ἁγίου ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως.
A što ostane s obje strane svetom prinosu i dostojanju gradskom, prema dvadeset i pet tisuća lakata prinosa do međe istočne, i sa zapada prema dvadeset i pet tisuća lakata duž zapadne međe prema dijelovima, to da je kneževo; tako će sveti prinos i svetinja doma biti u srijedi.
τὸ δὲ περισσὸν τῷ ἀφηγουμένῳ ἐκ τούτου καὶ ἐκ τούτου ἀπὸ τῶν ἀπαρχῶν τοῦ ἁγίου καὶ εἰς τὴν κατάσχεσιν τῆς πόλεως ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας μῆκος ἕως τῶν ὁρίων τῶν πρὸς ἀνατολὰς καὶ πρὸς θάλασσαν ἐπὶ πέντε καὶ εἴκοσι χιλιάδας ἕως τῶν ὁρίων τῶν πρὸς θάλασσαν ἐχόμενα τῶν μερίδων τοῦ ἀφηγουμένου· καὶ ἔσται ἡ ἀπαρχὴ τῶν ἁγίων καὶ τὸ ἁγίασμα τοῦ οἴκου ἐν μέσῳ αὐτῆς.
A od dostojanja Levitskoga i od dostojanja gradskoga, usred onoga što je kneževo, između međe Judine i međe Venijaminove, da je kneževo.
καὶ ἀπὸ τῆς κατασχέσεως τῶν Λευιτῶν καὶ ἀπὸ τῆς κατασχέσεως τῆς πόλεως ἐν μέσῳ τῶν ἀφηγουμένων ἔσται· ἀναμέσον τῶν ὁρίων Ἰούδα καὶ ἀναμέσον τῶν ὁρίων Βενιαμὶν τῶν ἀφηγουμένων ἔσται.
A ostala plemena biće: od istočne strane do zapadne strane, Venijaminovo, jedno;
Καὶ τὸ περισσὸν τῶν φυλῶν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Βενιαμίν, μία.
A uz među Venijaminovu, od istočne strane do zapadne, Simeunovo, jedno;
καὶ ἀπὸ τῶν ὁρίων τῶν Βενιαμὶν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Συμεών, μία.
A uz među Simeunovu, od istočne strane do zapadne, Isaharovo, jedno;
καὶ ἀπὸ τῶν ὁρίων τῶν Συμεὼν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ἰσσάχαρ, μία.
A uz među Isaharovu, od istočne strane do zapadne, Zavulonovo, jedno;
καὶ ἀπὸ τῶν ὁρίων τῶν Ἰσσάχαρ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Ζαβουλών, μία.
A uz među Zavulonovu, od istočne strane do zapadne, Gadovo, jedno;
καὶ ἀπὸ τῶν ὁρίων τῶν Ζαβουλὼν ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς θάλασσαν Γάδ, μία.
A uz među Gadovu s južne strane, na jug, međa je od Tamara do vode Merive u Kadisu, duž potoka do velikoga mora.
καὶ ἀπὸ τῶν ὁρίων τῶν Γὰδ ἀπὸ τῶν πρὸς ἀνατολὰς ἕως τῶν πρὸς λίβα καὶ ἔσται τὰ ὅρια αὐτοῦ ἀπὸ Θαιμὰν καὶ ὕδατος Μαριμὼθ Κάδης κληρονομίας ἕως τῆς θαλάσσης τῆς μεγάλης.
To je zemlja koju ćete ždrijebom razdijeliti plemenima Izrailjevijem u našljedstvo, i to su im dijelovi, govori Gospod Gospod.
αὕτη ἡ γῆ, ἣν βαλεῖτε ἐν κλήρῳ ταῖς φυλαῖς τοῦ Ἰσραήλ, καὶ οὗτοι οἱ διαμερισμοὶ αὐτῶν, λέγει Κύριος Θεός.
A ovo su krajevi gradu: sa sjeverne strane četiri tisuće i pet stotina lakata da bude mjera;
Καὶ αὗται αἱ διεκβολαὶ τῆς πόλεως αἱ πρὸς βορρᾶν, τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ.
A vrata gradska da se nazovu imenima plemena Izrailjevijeh, troja vrata sa sjevera; jedna vrata Ruvimova, jedna vrata Judina, jedna vrata Levijeva;
καὶ αἱ πύλαι τῆς πόλεως ἐπ᾿ ὀνόματι φυλῶν τοῦ Ἰσραήλ· πύλαι τρεῖς πρὸς βορρᾶν, πύλη Ρουβὴν μία καὶ πύλη Ἰούδα μία καὶ πύλη Λευΐ μία.
I s istočne strane četiri tisuće i pet stotina lakata, i troja vrata: jedna vrata Josifova, jedna vrata Venijaminova, jedna vrata Danova;
καὶ τὰς πρὸς ἀνατολὰς τετρακισχίλιοι καὶ πεντακόσιοι· καὶ πύλαι τρεῖς, πύλη Ἰωσὴφ μία καὶ πύλη Βενιαμὶν μία καὶ πύλη Δὰν μία.
I s južne strane četiri tisuće i pet stotina lakata da bude mjera, i troja vrata: jedna vrata Simeunova, jedna vrata Isaharova, jedna vrata Zavulonova;
καὶ τὰ πρὸς νότον τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· καὶ πύλαι τρεῖς, πύλη Συμεὼν μία καὶ πύλη Ἰσσάχαρ μία καὶ πύλη Ζαβουλὼν μία.
Sa zapadne strane četiri tisuće i pet stotina lakata, i troja vrata: jedna vrata Gadova, jedna vrata Asirova, jedna vrata Neftalimova.
καὶ τὰ πρὸς θάλασσαν τετρακισχίλιοι καὶ πεντακόσιοι μέτρῳ· πύλαι τρεῖς, πύλη Γὰδ μία καὶ πύλη Ἀσσὴρ μία καὶ πύλη Νεφθαλὶμ μία.
Unaokolo će biti osamnaest tisuća lakata, a ime će gradu od toga dana biti: Gospod je tu.
κύκλωμα δέκα καὶ ὀκτὼ χιλιάδες. καὶ τὸ ὄνομα τῆς πόλεως, ἀφ᾿ ἧς ἂν ἡμέρας γένηται, ἔσται τὸ ὄνομα αὐτῆς.