Jezekilj 47

Stari zavet

1

Potom odvede me opet k vratima od doma, i gle, voda izlažaše ispod praga od doma k istoku, jer lice domu bijaše prema istoku; i voda tecijaše dolje s desne strane doma, s južne strane oltara.

ΚΑΙ εἰσήγαγέ με ἐπὶ τὰ πρόθυρα τοῦ οἴκου, καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωθεν τοῦ αἰθρίου κατὰ ἀνατολάς, ὅτι τὸ πρόσωπον τοῦ οἴκου ἔβλεπε κατὰ ἀνατολάς, καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ ἀπὸ νότου ἐπὶ τὸ θυσιαστήριον.

0
2

Potom me izvede vratima sjevernijem, i provede me okolo spoljašnjim putem k spoljašnjim vratima, putem koji gleda na istok, i gle, voda tecijaše s desne strane.

καὶ ἐξήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν καὶ περιήγαγέ με τὴν ὁδὸν ἔξωθεν πρὸς τὴν πύλην τῆς αὐλῆς τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ ἰδοὺ τὸ ὕδωρ κατεφέρετο ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ.

0
3

I kad čovjek izide na istok s mjerom u ruci, izmjeri tisuću lakata, i prevede me preko vode, i voda bijaše do gležanja.

καθὼς ἔξοδος ἀνδρὸς ἐξεναντίας, καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διεμέτρησε χιλίους ἐν τῷ μέτρῳ, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἀφέσεως·

0
4

Potom opet izmjeri tisuću lakata, i prevede me preko vode, a voda bješe do koljena; opet izmjeri tisuću lakata, i prevede me, a voda bješe do pojasa.

καὶ διεμέτρησε χιλίους, καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἕως τῶν μηρῶν· καὶ διεμέτρησε χιλίους, καὶ διῆλθεν ὕδωρ ἕως ὀσφύος·

0
5

I opet izmjeri tisuću lakata, i posta rijeka, koje ne mogoh prijeći, jer voda ustade da trebaše plivati, posta rijeka koja se ne može pregaziti.

καὶ διεμέτρησε χιλίους, καὶ οὐκ ἠδύνατο διελθεῖν, ὅτι ἐξύβριζε τὸ ὕδωρ ὡς ροῖζος χειμάρρου, ὃν οὐ διαβήσονται.

0
6

Tada mi reče: vidje li, sine čovječji? I odvede me i povrati me na brijeg rijeci.

καὶ εἶπε πρός με· ἑώρακας, υἱὲ ἀνθρώπου; καὶ ἤγαγέ με καὶ ἐπέστρεψέ με ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ.

0
7

A kad se vratih, gle, po brijegu rijeci vrlo mnogo drva otud i odovud.

ἐν τῇ ἐπιστροφῇ μου καὶ ἰδοὺ ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ δένδρα πολλὰ σφόδρα ἔνθεν καὶ ἔνθεν.

0
8

I reče mi: ova voda teče u Galileju prvu, i spušta se u polje, i utječe u more, i kad dođe u more, njegova će voda postati zdrava.

καὶ εἶπε πρός με· τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν Γαλιλαίαν τὴν πρὸς ἀνατολὰς καὶ κατέβαινεν ἐπὶ τὴν Ἀραβίαν καὶ ἤρχετο ἕως ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς, καὶ ὑγιάσει τὰ ὕδατα.

0
9

I sve životinje što se miču kuda god dođu ove rijeke, biće žive i biće veliko mnoštvo riba, jer kad dođe ova voda onamo, druga će postati zdrava, i sve će biti živo gdje ova rijeka dođe.

καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζῴων τῶν ἐκζεόντων ἐπὶ πάντα, ἐφ᾿ ἃ ἂν ἐπέλθῃ ἐκεῖ ὁ ποταμός, ζήσεται. καὶ ἔσται ἐκεῖ ἰχθὺς πολὺς σφόδρα, ὅτι ἥκει ἐκεῖ τὸ ὕδωρ τοῦτο, καὶ ὑγιάσει καὶ ζήσεται· πᾶν ἐφ᾿ ὃ ἂν ἔλθῃ ὁ ποταμὸς ἐκεῖ, ζήσεται.

0
10

I ribari će stajati kraj njega od Engada do En-Eglaima i razapinjati mreže; i biće riba svakojakih vrlo mnogo kao u velikom moru.

καὶ στήσονται ἐκεῖ ἁλιεῖς ἀπὸ Αἰνγαδεὶν ἕως Ἐναγαλείμ· ψυγμὸς σαγηνῶν ἔσται, καθ᾿ ἑαυτὴν ἔσται, καὶ οἱ ἰχθύες αὐτῆς ὡς οἱ ἰχθύες τῆς θαλάσσης τῆς μεγάλης, πλῆθος πολὺ σφόδρα.

0
11

A bare njegove i glibovi neće biti zdravi, nego će ostati slani.

καὶ ἐν τῇ διεκβολῇ αὐτοῦ καὶ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ καὶ ἐν τῇ ὑπεράρσει αὐτοῦ οὐ μὴ ὑγιάσωσιν· εἰς ἅλας δέδονται.

0
12

A kraj rijeke po brijegu otud i odovud rašće drveta svakojaka rodna, kojima lišće neće opadati niti će roda na njima nestajati; svakoga će mjeseca rađati nov rod, jer joj voda teče iz svetinje; zato će rod njihov biti za jelo i lišće njihovo za lijek.

καὶ ἐπὶ τοῦ ποταμοῦ ἀναβήσεται, ἐπὶ τοῦ χείλους αὐτοῦ ἔνθεν καὶ ἔνθεν πᾶν ξύλον βρώσιμον, οὐ μὴ παλαιωθῇ ἐπ᾿ αὐτοῦ, οὐδὲ μὴ ἐκλείπῃ ὁ καρπὸς αὐτοῦ· τῆς καινότητος αὐτοῦ πρωτοβολήσει, διότι τὰ ὕδατα αὐτῶν ἐκ τῶν ἁγίων ταῦτα ἐκπορεύεται, καὶ ἔσται ὁ καρπὸς αὐτῶν εἰς βρῶσιν καὶ ἀνάβασις αὐτῶν εἰς ὑγίειαν.

0
13

Ovako veli Gospod Gospod: ovo su međe u kojima ćete naslijediti zemlju po dvanaest plemena Izrailjevijeh: Josifu dva dijela.

Τάδε λέγει Κύριος Θεός· ταῦτα τὰ ὅρια κατακληρονομήσετε τῆς γῆς, ταῖς δώδεκα φυλαῖς τῶν υἱῶν Ἰσραὴλ πρόσθεσις σχοινίσματος.

0
14

Naslijedićete je kako jedan tako drugi, za koju podigoh ruku svoju da ću je dati ocima vašim; i pripašće vam ta zemlja u našljedstvo.

καὶ κατακληρονομήσετε αὐτὴν ἕκαστος καθὼς ὁ ἀδελφὸς αὐτοῦ, εἰς ἣν ᾖρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν αὐτῶν, καὶ πεσεῖται ἡ γῆ αὕτη ὑμῖν ἐν κληρονομίᾳ.

0
15

Ovo je dakle međa zemlji: na sjevernoj strani od velikoga mora na Etlon kako se ide u Sedad,

καὶ ταῦτα τὰ ὅρια τῆς γῆς τῆς πρὸς βορρᾶν· ἀπὸ θαλάσσης τῆς μεγάλης τῆς καταβαινούσης καὶ περισχιζούσης τῆς εἰσόδου Ἠμὰθ Σεδαδά,

0
16

Emat, Virota, Sivrajim, koji je između međe Damaštanske i međe Ematske, Asaratihon, koji je na međi Avranskoj.

Βηρωθὰ Σεβραὶμ Ἡλιὰμ ἀναμέσον ὁρίων Δαμασκοῦ καὶ ἀναμέσον ὁρίων Ἠμάθ, αὐλὴ τοῦ Σαυνάν, αἵ εἰσιν ἐπάνω τῶν ὁρίων Αὐρανίτιδος.

0
17

Tako će biti međe od mora Asarenan, međa Damaštanska i sjeverna strana na sjever, i međa Ematska; to je sjeverna strana.

ταῦτα τὰ ὅρια ἀπὸ τῆς θαλάσσης ἀπὸ τῆς αὐλῆς τοῦ Αἰνάν, ὅρια Δαμασκοῦ καὶ τὰ πρὸς βορρᾶν.

0
18

A istočnu stranu izmjerite od Avrana i od Damaska i od Galada i od zemlje Izrailjeve na Jordanu, od te međe do mora istočnoga. I to je istočna strana.

καὶ τὰ πρὸς ἀνατολὰς ἀναμέσον τῆς Αὐρανίτιδος καὶ ἀναμέσον Δαμασκοῦ καὶ ἀναμέσον τῆς Γαλααδίτιδος καὶ ἀναμέσον τῆς γῆς τοῦ Ἰσραήλ, ὁ Ἰορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν τὴν πρὸς ἀνατολὰς Φοινικῶνος· ταῦτα τὰ πρὸς ἀνατολάς.

0
19

A južna strana prema jugu od Tamara do vode Merive u Kadisu, duž potoka do velikoga mora. I to je južna strana prema jugu.

καὶ τὰ πρὸς νότον καὶ λίβα ἀπὸ Θαιμὰν καὶ Φοινικῶνος ἕως ὕδατος Μαριμὼθ Κάδης παρεκτεῖνον ἐπὶ τὴν θάλασσαν τὴν μεγάλην·

0
20

A zapadna će strana biti veliko more, od te međe do prema ulasku u Emat; to je zapadna strana.

τοῦτο τὸ μέρος νότος καὶ λίψ. τοῦτο τὸ μέρος τῆς θαλάσσης τῆς μεγάλης· ὁρίζει ἕως κατέναντι τῆς εἰσόδου Ἠμάθ, ἕως εἰσόδου αὐτοῦ· ταῦτά ἐστι τὰ πρὸς θάλασσαν Ἠμάθ.

0
21

I razdijelite tu zemlju među se po plemenima Izrailjevijem.

καὶ διαμερίσετε τὴν γῆν ταύτην αὐτοῖς, ταῖς φυλαῖς τοῦ Ἰσραήλ.

0
22

A razdijelite je u našljedstvo među se i među inostrance koji se bave među vama, koji bi izrodili sinove među vama, i oni neka su vam kao domorodac među sinovima Izrailjevijem, s vama neka dobiju našljedstvo među plemenima Izrailjevijem.

βαλεῖτε αὐτὴν ἐν κλήρῳ ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς παροικοῦσιν ἐν μέσῳ ὑμῶν, οἵτινες ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν· καὶ ἔσονται ὑμῖν ὡς αὐτόχθονες ἐν τοῖς υἱοῖς τοῦ Ἰσραήλ, μεθ᾿ ὑμῶν φάγονται ἐν κληρονομίᾳ ἐν μέσῳ τῶν φυλῶν τοῦ Ἰσραήλ·

0
23

I u kom se plemenu inostranac bavi, u onom mu podajte našljedstvo, govori Gospod Gospod.

καὶ ἔσονται ἐν φυλῇ προσηλύτων ἐν τοῖς προσηλύτοις τοῖς μετ᾿ αὐτῶν, ἐκεῖ δώσετε κληρονομίαν αὐτοῖς, λέγει Κύριος Θεός.

0