Stari zavet
Godine desete, desetoga mjeseca, dvanaestoga dana, dođe mi riječ Gospodnja govoreći:
ΕΝ τῷ ἔτει τῷ δωδεκάτῳ, ἐν τῷ δεκάτῳ μηνί, μιᾷ τοῦ μηνός, ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Sine čovječji, okreni lice svoje prema Faraonu caru Misirskom, i prorokuj protiv njega i protiv svega Misira.
υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου καὶ προφήτευσον ἐπ' αὐτὸν καὶ ἐπ' Αἴγυπτον ὅλην
Govori i reci: ovako veli Gospod Gospod: evo me na te, Faraone care Misirski, zmaju veliki što ležiš usred rijeka svojih, koji reče: moja je rijeka; ja sam je načinio sebi.
καὶ εἰπόν· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ Φαραώ, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ, τὸν λέγοντα· ἐμοί εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς.
Zato ću ti metnuti u čeljusti udicu, i učiniću da se ribe u rijekama tvojim nahvataju na krljušti tvoje; i izvući ću te iz rijeka tvojih i sve ribe iz rijeka tvojih nahvatane na krljušti tvoje.
καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου καὶ προσκολλήσω τοὺς ἰχθύας τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου·
I ostaviću u pustinji tebe i sve ribe iz tvojih rijeka, i pašćeš na zemlju i nećeš se pokupiti ni sabrati, zvijerima zemaljskim i pticama nebeskim daću te da te jedu.
καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ, καὶ οὐ μὴ συναχθῇς καὶ οὐ μὴ περισταλῇς, τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα·
I svi će stanovnici Misirski poznati da sam ja Gospod; jer su štap od trske domu Izrailjevu.
καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον ὅτι ἐγώ εἰμι Κύριος, ἀνθ' ὧν ἐγενήθης ράβδος καλαμίνη τῷ οἴκῳ Ἰσραήλ.
Kad te uhvatiše u ruku, ti se slomi i rasiječe im sve rame; a kad se nasloniše na te, ti se prebi i probode im sva bedra.
ὅτε ἐπελάβοντό σου τῇ χειρὶ αὐτῶν, ἐθλάσθης, καὶ ὅτε ἐπεκρότησεν ἐπ' αὐτοὺς πᾶσα χεὶρ καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν.
Zato ovako veli Gospod Gospod: evo, ja ću pustiti na te mač, i istrijebiću iz tebe ljude i stoku.
διὰ τοῦτο τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ρομφαίαν καὶ ἀπολῶ ἀπὸ σοῦ ἀνθρώπους καὶ κτήνη·
I zemlja će se Misirska opustošiti i biti pusta, i poznaće se da sam ja Gospod, jer reče: moja je rijeka, i ja sam je načinio.
καὶ ἔσται ἡ γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἀντὶ τοῦ λέγειν σε· οἱ ποταμοὶ ἐμοί εἰσι, καὶ ἐγὼ ἐποίησα αὐτούς.
Zato evo me na tebe i na rijeke tvoje, i obratiću zemlju Misirsku u pustoš i samu pustinju, od kule Sinske do međe Etiopske.
διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον καὶ ρομφαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδώλου καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων.
Neće prelaziti preko nje nogom svojom čovjek, niti će živinče nogom svojom prelaziti preko nje, i neće se živjeti u njoj četrdeset godina.
οὐ μὴ διέλθῃ ἐν αὐτῇ ποὺς ἀνθρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ αὐτήν, καὶ οὐ κατοικηθήσεται τεσσαράκοντα ἔτη.
I učiniću od zemlje Misirske pustoš među zemljama opustošenim, i gradovi će njezini među pustijem gradovima biti pustoš četrdeset godina, i rasijaću Misirce među narode i razasuću ih po zemljama.
καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσαράκοντα ἔτη· καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσι καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας.
Jer ovako veli Gospod Gospod: poslije četrdeset godina skupiću Misirce iz naroda u koje budu rasijani.
τάδε λέγει Κύριος· μετὰ τεσσαράκοντα ἔτη συνάξω Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ,
I povratiću roblje Misirsko, i dovešću ih opet u zemlju Patros, na postojbinu njihovu, i ondje će biti malo carstvo.
καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Φαθωρῆς, ἐν τῇ γῇ, ὅθεν ἐλήφθησαν· καὶ ἔσται ἀρχὴ ταπεινὴ
Malo će biti mimo ostala carstva, niti će se više uzdignuti nad narode, jer ću ih smanjiti da ne vladaju narodima.
παρὰ πάσας τὰς ἀρχάς, οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη, καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσι.
I neće više biti domu Izrailjevu uzdanica da napominje bezakonje kad bi gledali za njima; i poznaće da sam ja Gospod Gospod.
καὶ οὐκέτι ἔσονται τῷ οἴκῳ Ἰσραὴλ εἰς ἐλπίδα ἀναμιμνήσκουσαν ἀνομίαν ἐν τῷ ἀκολουθῆσαι αὐτοὺς ὀπίσω αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
A dvadeset sedme godine, prvoga mjeseca, prvoga dana, dođe mi riječ Gospodnja govoreći:
καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει, μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Sine čovječji, Navuhodonosor car Vavilonski zadade vojsci svojoj tešku službu protiv Tira; svaka glava oćelavi i svako se rame odrije, a plate ne bi ni njemu ni vojsci njegovoj od Tira za službu kojom služiše protiv njega.
υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου, πᾶσα κεφαλὴ φαλακρὰ καὶ πᾶς ὦμος μαδῶν, καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρου καὶ τῆς δουλείας, ἧς ἐδούλευσαν ἐπ' αὐτήν.
Zato ovako veli Gospod Gospod: evo ja dajem Navuhodonosoru caru Vavilonskom zemlju Misirsku, i on će odvesti narod i odnijeti plijen i pograbiti grabež, i to će biti plata njegovoj vojsci.
τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ·
Za trud kojim se trudio oko toga dadoh mu zemlju Misirsku, jer se za me trudiše, govori Gospod Gospod.
ἀντὶ τῆς λειτουργίας αὐτοῦ, ἧς ἐδούλευσεν ἐπὶ Τύρον, δέδωκα αὐτῷ γῆν Αἰγύπτου. τάδε λέγει Κύριος Κύριος·
U onaj ću dan učiniti da naraste rog domu Izrailjevu, i tebi ću otvoriti usta među njima, i znaće da sam ja Gospod.
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ἰσραήλ, καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.