Stari zavet
Opet mi dođe riječ Gospodnja govoreći:
ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Sine čovječji, reci knezu Tirskomu: ovako veli Gospod Gospod: što se ponese srce tvoje, te veliš: ja sam Bog, sjedim na prijestolu Božjem usred mora; a čovjek si a ne Bog, i izjednačuješ srce svoje sa srcem Božjim;
καὶ σὺ υἱὲ ἀνθρώπου, εἰπὸν τῷ ἄρχοντι Τύρου· τάδε λέγει Κύριος· ἀνθ' ὧν ὑψώθη σου ἡ καρδία, καὶ εἶπας· θεός εἰμι ἐγώ, κατοικίαν θεοῦ κατῴκησα ἐν καρδίᾳ θαλάσσης, σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεός, καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ.
Eto mudriji si od Danila, nikaka tajna nije sakrivena od tebe;
μὴ σοφώτερος εἶ σὺ τοῦ Δανιήλ; ἢ σοφοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμη αὐτῶν;
Stekao si blago mudrošću svojom i razumom svojim, i nasuo si zlata i srebra u riznice svoje;
μὴ ἐν τῇ ἐπιστήμῃ σου ἢ τῇ φρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς θησαυροῖς σου;
Veličinom mudrosti svoje u trgovini svojoj umnožio si blago svoje, te se ponese srce tvoje blagom tvojim;
ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήθυνας δύναμίν σου, ὑψώθη ἡ καρδία σου ἐν τῇ δυνάμει σου.
Zato ovako veli Gospod Gospod: što izjednačuješ srce svoje sa srcem Božjim,
διὰ τοῦτο τάδε λέγει Κύριος· ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν Θεοῦ,
Zato, evo, ja ću dovesti na tebe inostrance najljuće između naroda, i oni će istrgnuti mačeve svoje na ljepotu mudrosti tvoje, i ubiće svjetlost tvoju.
ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνῶν, καὶ ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου καὶ στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν·
Svaliće te u jamu, i umrijećeš usred mora smrću pobijenijeh.
καὶ καταβιβάσουσί σε, καὶ ἀποθανῇ θανάτῳ τραυματιῶν ἐν καρδίᾳ θαλάσσης.
Hoćeš li pred krvnikom svojim kazati: ja sam Bog, kad si čovjek a ne Bog u ruci onoga koji će te ubiti?
μὴ λέγων ἐρεῖς· Θεός εἰμι ἐγώ, ἐνώπιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνθρωπος καὶ οὐ Θεός.
Umrijećeš smrću neobrezanijeh od ruke tuđinske; jer ja rekoh, govori Gospod Gospod.
ἐν πλήθει ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων, ὅτι ἐγὼ ἐλάλησα, λέγει Κύριος.
Opet mi dođe riječ Gospodnja govoreći:
Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Sine čovječji, nariči za carem Tirskim, i reci mu: ovako veli Gospod Gospod: ti si pečat savršenstva, pun si mudrosti, i sasvijem si lijep.
υἱὲ ἀνθρώπου, λαβὲ θρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτῷ· τάδε λέγει Κύριος Κύριος· σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους
Bio si u Edemu vrtu Božjem; pokrivalo te je svako drago kamenje: sarad, topaz, dijamanat, hrisolit, onih, jaspid, safir, karbunkul, smaragad i zlato; onaj dan kad si se rodio načinjeni ti biše bubnji tvoji i svirale.
ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ Θεοῦ ἐγενήθης· πάντα λίθον χρηστὸν ἐνδέδεσαι, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδον καὶ ἄνθρακα καὶ σάπφειρον καὶ ἴασπιν καὶ ἀργύριον καὶ χρυσίον καὶ λιγύριον καί ἀχάτην καὶ ἀμέθυστον καὶ χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον, καὶ χρυσίου ἐνέπλησας τοὺς θησαυρούς σου καὶ τὰς ἀποθήκας σου ἐν σοὶ
Ti si bio heruvim, pomazan da zaklanjaš; i ja te postavih; ti bješe na svetoj gori Božijoj, hođaše posred kamenja ognjenoga.
ἀφ' ἧς ἡμέρας ἐκτίσθης σύ. μετὰ τοῦ Χεροὺβ ἔθηκά σε ἐν ὄρει ἁγίῳ Θεοῦ, ἐγενήθης ἐν μέσῳ λίθων πυρίνων.
Savršen bješe na putovima svojim od dana kad se rodi dokle se ne nađe bezakonje na tebi.
ἐγενήθης σὺ ἄμωμος ἐν ταῖς ἡμέραις σου, ἀφ' ἧς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί.
Od mnoštva trgovine svoje napunio si se iznutra nasilja, i griješio si; zato ću te baciti kao nečistotu s gore Božje, i zatrću te između kamenja ognjenoga, heruvime zaklanjaču!
ἀπὸ πλήθους τῆς ἐμπορίας σου ἔπλησας τὰ ταμιεῖά σου ἀνομίας καὶ ἥμαρτες καὶ ἐτραυματίσθης ἀπὸ ὄρους τοῦ Θεοῦ, καὶ ἤγαγέ σε τὸ Χεροὺβ ἐκ μέσου λίθων πυρίνων.
Srce se tvoje ponese ljepotom tvojom, ti pokvari mudrost svoju svjetlošću svojom; baciću te na zemlju, pred careve ću te položiti da te gledaju.
ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου· διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψά σε, ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθῆναι.
Od mnoštva bezakonja svojega, od nepravde u trgovini svojoj oskvrnio si svetinju svoju; zato ću izvesti oganj ispred tebe, koji će te proždrijeti, i obratiću te u pepeo na zemlji pred svjema koji te gledaju.
διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν σου καὶ τῶν ἀδικιῶν τῆς ἐμπορίας σου ἐβεβήλωσα τά ἱερά σου, καὶ ἐξάξω πῦρ ἐκ μέσου σου, τοῦτο καταφάγεταί σε· καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου ἐναντίον πάντων τῶν ὁρώντων σε.
Svi koji te poznaju među narodima prepašće se od tebe; bićeš strahota, i neće te biti dovijeka.
καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔθνεσι στυγνάσουσιν ἐπὶ σέ· ἀπώλεια ἐγένου καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα.
Opet mi dođe riječ Gospodnja govoreći:
Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
Sine čovječji, okreni lice svoje prema Sidonu, i prorokuj protiv njega,
υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα καὶ προφήτευσον ἐπ' αὐτὴν
I reci: ovako veli Gospod Gospod: evo me na tebe, Sidone, i proslaviću se usred tebe, i poznaće se da sam ja Gospod kad izvršim sudove na njemu i posvetim se u njemu.
καὶ εἰπόν· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σιδών, καὶ ἐνδοξασθήσομαι ἐν σοί, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασθήσομαι ἐν σοί.
I poslaću pomor u nj, i krv na ulice njegove, i pobijeni će padati usred njega od mača, koji će navaliti na njih sa svijeh strana, i poznaće da sam ja Gospod.
αἷμα καὶ θάνατος ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμένοι ἐν μαχαίραις ἐν σοὶ περικύκλῳ σου· καὶ γνώσονται διότι ἐγώ εἰμι Κύριος.
I neće više biti domu Izrailjevu trn koji bode ni žalac koji zadaje bol više od svijeh susjeda njihovijeh, koji ih plijene; i poznaće da sam ja Gospod Gospod.
Καὶ οὐκ ἔσονται οὐκέτι ἐν τῷ οἴκῳ τοῦ Ἰσραὴλ σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνης ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν τῶν ἀτιμασάντων αὐτούς· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
Ovako veli Gospod Gospod: kad skupim dom Izrailjev iz naroda među koje su rasijani, i posvetim se u njima pred narodima i nasele se u svojoj zemlji koju dadoh sluzi svojemu Jakovu,
τάδε λέγει Κύριος Κύριος· καὶ συνάξω τὸν Ἰσραὴλ ἐκ τῶν ἐθνῶν, οὗ διεσκορπίσθησαν ἐκεῖ, καὶ ἁγιασθήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐθνῶν·
Tada će živjeti u njoj bez straha, i gradiće kuće, i sadiće vinograde, i živjeće bez straha kad izvršim sudove na svjema koji ih plijeniše sa svijeh strana, i poznaće da sam ja Gospod Bog njihov.
καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν δέδωκα τῷ δούλῳ μου Ἰακώβ, καὶ κατοικήσουσιν ἐπ' αὐτῆς ἐν ἐλπίδι καὶ οἰκοδομήσουσιν οἰκίας καὶ φυτεύσουσιν ἀμπελῶνας καὶ κατοικήσουσιν ἐν ἐλπίδι, ὅταν ποιήσω κρίμα ἐν πᾶσι τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεὸς αὐτῶν καὶ ὁ Θεὸς τῶν πατέρων αὐτῶν.