Jevanđelje po Mateju 22

1

I odgovarajući Isus opet reče im u pričama govoreći:

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων·

1
2

Carstvo je nebesko kao čovjek car koji načini svadbu sinu svojemu.

Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ.

0
3

I posla sluge svoje da zovu zvanice na svadbu; i ne htješe doći.

καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.

0
4

Opet posla druge sluge govoreći: kažite zvanicama: evo sam objed svoj ugotovio, junci moji i hranjenici poklani su, i sve je gotovo; dođite na svadbu.

πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· Εἴπατε τοῖς κεκλημένοις· Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.

0
5

A oni ne marivši otidoše ovaj u polje svoje, a ovaj k trgovini svojoj.

οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ·

0
6

A ostali uhvatiše sluge njegove, izružiše ih, i pobiše ih.

οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.

0
7

A kad to ču car onaj, razgnjevi se i poslavši vojsku svoju pogubi krvnike one, i grad njihov zapali.

ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.

0
8

Tada reče slugama svojima: svadba je dakle gotova, a zvanice ne biše dostojne.

τότε λέγει τοῖς δούλοις αὐτοῦ· Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι·

1
9

Idite dakle na raskršća i koga god nađete, dozovite na svadbu.

πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους.

0
10

I izišavši sluge one na raskršća sabraše sve koje nađoše, zle i dobre; i stolovi napuniše se gostiju.

καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.

0
11

Izišavši pak car da vidi goste ugleda ondje čovjeka neobučena u svadbeno ruho.

εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου·

1
12

I reče mu: prijatelju! kako si došao amo bez svadbenoga ruha? a on oćutje.

καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη.

0
13

Tada reče car slugama: svežite mu ruke i noge, pa ga uzmite te bacite u tamu najkrajnju; ondje će biti plač i škrgut zuba.

τότε ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις· Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

0
14

Jer su mnogi zvani, ali je malo izbranijeh.

πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί.

0
15

Tada otidoše fariseji i načiniše vijeću kako bi ga uhvatili u riječi.

Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.

1
16

I poslaše k njemu učenike svoje s Irodovcima, te rekoše: učitelju! znamo da si istinit, i putu Božijemu zaista učiš, i ne mariš ni za koga, jer ne gledaš ko je ko.

καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων·

1
17

Kaži nam dakle šta misliš ti? treba li dati harač ćesaru ili ne?

εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;

0
18

Razumjevši Isus lukavstvo njihovo reče: što me kušate, licemjeri?

γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· Τί με πειράζετε, ὑποκριταί;

0
19

Pokažite mi novac harački. A oni donesoše mu novac.

ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.

0
20

I reče im: čij je obraz ovaj i natpis?

καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;

0
21

I rekoše mu: ćesarev. Tada reče im: podajte dakle ćesarevo ćesaru, i Božije Bogu.

λέγουσιν αὐτῷ· Καίσαρος. τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.

0
22

I čuvši diviše se, i ostavivši ga otidoše.

καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.

0
23

Taj dan pristupiše k njemu sadukeji koji govore da nema vaskrsenija, i upitaše ga

Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν

1
24

Govoreći: učitelju! Mojsije reče: ako ko umre bez djece, da uzme brat njegov ženu njegovu i da podigne sjeme bratu svojemu.

λέγοντες· Διδάσκαλε, Μωϋσῆς εἶπεν· Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.

0
25

U nas bješe sedam braće; i prvi oženivši se umrije, i ne imavši poroda ostavi ženu svoju bratu svojemu.

ἦσαν δὲ παρʼ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ·

0
26

A tako i drugi, i treći, tja do sedmoga.

ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά·

0
27

A poslije sviju umrije i žena.

ὕστερον δὲ πάντων ἀπέθανεν ἡ γυνή.

0
28

O vaskrseniju dakle koga će od sedmorice biti žena? jer je za svima bila.

ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.

0
29

A Isus odgovarajući reče im: varate se, ne znajući pisma ni sile Božije.

Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ·

1
30

Jer o vaskrseniju niti će se ženiti ni udavati; nego su kao anđeli Božiji na nebu.

ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλʼ ὡς ἄγγελοι θεοῦ ἐν τῷ οὐρανῷ εἰσιν·

0
31

A za vaskrsenije mrtvijeh nijeste li čitali što vam je rekao Bog govoreći:

περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος·

0
32

Ja sam Bog Avraamov, i Bog Isakov, i Bog Jakovljev? Nije Bog Bog mrtvijeh, nego živijeh.

Ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ θεὸς νεκρῶν ἀλλὰ ζώντων.

0
33

I čuvši narod divljaše se nauci njegovoj.

καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

0
34

A fariseji čuvši da posrami sadukeje sabraše se zajedno.

Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό.

1
35

I upita jedan od njih zakonik kušajući ga i govoreći:

καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτόν·

0
36

Učitelju! koja je zapovijest najveća u zakonu?

Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;

0
37

A Isus reče mu: ljubi Gospoda Boga svojega svijem srcem svojijem, i svom dušom svojom, i svom misli svojom.

ὁ δὲ ἔφη αὐτῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου·

0
38

Ovo je prva i najveća zapovijest.

αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή.

0
39

A druga je kao i ova: ljubi bližnjega svojega kao samoga sebe.

Δευτέρα δὲ ὁμοία αὐτῇ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.

0
40

O ovima dvjema zapovijestima visi sav zakon i proroci.

ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται.

0
41

A kad se sabraše fariseji, upita ih Isus

Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς

1
42

Govoreći: šta mislite za Hrista, čij je sin? Rekoše mu: Davidov.

λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· Τοῦ Δαυίδ.

0
43

Reče im: kako dakle David njega duhom naziva Gospodom govoreći:

λέγει αὐτοῖς· Πῶς οὖν Δαυὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον λέγων·

0
44

Reče Gospod Gospodu mojemu: sjedi meni s desne strane, dok položim neprijatelje tvoje podnožje nogama tvojima? Ps. 110,1, Mk. 12,36, Lk. 20,42

Εἶπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου;

0
45

Kad dakle David naziva njega Gospodom, kako mu je sin?

εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;

0
46

I niko mu ne mogaše odgovoriti riječi; niti smijaše ko od toga dana da ga zapita više.

καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπʼ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

0