Jevanđelje po Mateju 21

1

I kad se približiše k Jerusalimu i dođoše u Vitfagu k Maslinskoj gori, onda Isus posla dva učenika

Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς

1
2

Govoreći im: idite u selo što je prema vama, i odmah ćete naći magaricu privezanu i magare s njom: odriješite je i dovedite mi.

λέγων αὐτοῖς· Πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετʼ αὐτῆς· λύσαντες ἀγάγετέ μοι.

0
3

I ako vam ko reče što, kažite da oni trebaju Gospodu; i odmah će ih poslati.

καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἔχει· εὐθὺς δὲ ἀποστελεῖ αὐτούς.

0
4

A ovo je sve bilo da se zbude što je kazao prorok govoreći:

Τοῦτο δὲ γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος·

0
5

Kažite kćeri Sionovoj: evo car tvoj ide tebi krotak, i jaše na magarcu, i magaretu sinu magaričinu.

Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ ἐπὶ πῶλον υἱὸν ὑποζυγίου.

0
6

I učenici otidoše, i učinivši kako im zapovjedi Isus

πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς

1
7

Dovedoše magaricu i magare, i metnuše na njih haljine svoje, i posadiše ga na njih.

ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ἐπʼ αὐτῶν τὰ ἱμάτια, καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.

0
8

A ljudi mnogi prostriješe haljine svoje po putu; a drugi rezahu granje od drveta i prostirahu po putu.

ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.

1
9

A narod koji iđaše pred njim i za njim, vikaše govoreći: Osana sinu Davidovu! Blagosloven koji ide u ime Gospodnje! Osana na visini!

οἱ δὲ ὄχλοι οἱ προάγοντες αὐτὸν καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

0
10

I kad on uđe u Jerusalim, uzbuni se sav grad govoreći: ko je to?

καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος;

1
11

A narod govoraše: ovo je Isus prorok iz Nazareta Galilejskoga.

οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.

0
12

I uđe Isus u crkvu Božiju, i izgna sve koji prodavahu i kupovahu po crkvi, i ispremeta trpeze onijeh što mijenjahu novce, i klupe onijeh što prodavahu golubove.

Καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς,

1
13

I reče im: u pismu stoji: dom moj dom molitve neka se zove; a vi načiniste od njega pećinu hajdučku.

καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν.

0
14

I pristupiše k njemu hromi i slijepi u crkvi, i iscijeli ih.

Καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς.

1
15

A kad vidješe glavari sveštenički i književnici čudesa što učini, i djecu gdje viču u crkvi i govore: Osana sinu Davidovu, rasrdiše se.

ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ, ἠγανάκτησαν

1
16

I rekoše mu: čuješ li što ovi govore? A Isus reče im: da! zar nijeste nikad čitali: iz usta male djece i koja sisaju načinio si sebi hvalu?

καὶ εἶπαν αὐτῷ· Ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί. οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;

0
17

I ostavivši ih iziđe napolje iz grada u Vitaniju, i zanoći ondje.

καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ.

1
18

A ujutru vraćajući se u grad ogladnje.

Πρωῒ δὲ ἐπανάγων εἰς τὴν πόλιν ἐπείνασεν.

1
19

I ugledavši smokvu jednu kraj puta dođe k njoj, i ne nađe ništa na njoj do lišća sama, i reče joj: da nikad na tebi ne bude roda dovijeka. I odmah usahnu smokva.

καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπʼ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· Μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ.

0
20

I vidjevši to učenici diviše se govoreći: kako odmah usahnu smokva!

καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;

0
21

A Isus odgovarajući reče im: zaista vam kažem: ako imate vjeru i ne posumnjate, ne samo smokveno učinićete, nego i gori ovoj ako rečete: digni se i baci se u more, biće.

ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται·

1
22

I sve što uzištete u molitvi vjerujući, dobićete.

καὶ πάντα ὅσα ἂν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε.

0
23

I kad dođe u crkvu i stade učiti, pristupiše k njemu glavari sveštenički i starješine narodne govoreći: kakvom vlasti to činiš? i ko ti dade vlast tu?

Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην;

1
24

A Isus odgovarajući reče im: i ja ću vas upitati jednu riječ, koju ako mi kažete, i ja ću vama kazati kakvom vlasti ovo činim.

ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·

0
25

Krštenje Jovanovo otkuda bi? ili s neba, ili od ljudi? A oni pomišljavahu u sebi govoreći: ako rečemo: s neba, reći će nam: zašto mu dakle ne vjerovaste?

τὸ βάπτισμα τὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες· Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;

0
26

Ako li rečemo: od ljudi, bojimo se naroda; jer svi Jovana držahu za proroka.

ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην.

0
27

I odgovarajući Isusu rekoše: ne znamo. Reče i on njima: ni ja vama neću kazati kakvom vlasti ovo činim.

καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

0
28

Šta vam se čini? Čovjek neki imaše dva sina; i došavši k prvome reče: sine! idi danas radi u vinogradu mome.

Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. προσελθὼν τῷ πρώτῳ εἶπεν· Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι.

1
29

A on odgovarajući reče: neću; a poslije se raskaja i otide.

ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν.

0
30

I pristupivši k drugome reče tako. A on odgovarajući reče: hoću, gospodaru; i ne otide.

προσελθὼν δὲ τῷ δευτέρῳ εἶπεν ὡσαύτως· ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν.

0
31

Koji je od ove dvojice ispunio volju očinu? Rekoše mu: prvi. Reče im Isus: zaista vam kažem da će carinici i kurve prije vas ući u carstvo Božije.

τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν· Ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ.

0
32

Jer dođe k vama Jovan putem pravednijem, i ne vjerovaste mu; a carinici i kurve vjerovaše mu; i vi pošto vidjeste to, ne raskajaste se da mu vjerujete.

ἦλθεν γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐδὲ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.

0
33

Drugu priču čujte: bijaše čovjek domaćin koji posadi vinograd, i ogradi ga plotom, i iskopa u njemu pivnicu, i načini kulu, i dade ga vinogradarima, i otide.

Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπος ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.

1
34

A kad se približi vrijeme rodovima, posla sluge svoje k vinogradarima da prime rodove njegove.

ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.

1
35

I vinogradari pohvatavši sluge njegove jednoga izbiše, a jednoga ubiše, a jednoga zasuše kamenjem.

καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.

0
36

Opet posla druge sluge, više nego prije, i učiniše im tako isto.

πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.

0
37

A potom posla k njima sina svojega govoreći: postidjeće se sina mojega.

ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· Ἐντραπήσονται τὸν υἱόν μου.

0
38

A vinogradari vidjevši sina rekoše među sobom: ovo je našljednik; hodite da ga ubijemo, i da nama ostane dostojanje njegovo.

οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ σχῶμεν τὴν κληρονομίαν αὐτοῦ·

0
39

I uhvatiše ga, pa izvedoše napolje iz vinograda, i ubiše.

καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν.

0
40

Kad dođe dakle gospodar od vinograda šta će učiniti vinogradarima onijem?

ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;

1
41

Rekoše mu: zločince će zlom smrti pomoriti; a vinograd daće drugijem vinogradarima, koji će mu davati rodove u svoje vrijeme.

λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.

0
42

Reče im Isus: zar nijeste nikad čitali u pismu: kamen koji odbaciše zidari, onaj posta glava od ugla; to bi od Gospoda i divno je u vašijem očima.

Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

1
43

Zato vam kažem da će se od vas uzeti carstvo Božije, i daće se narodu koji njegove rodove donosi.

διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφʼ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.

0
44

I ko padne na ovaj kamen razbiće se; a na koga on padne satrće ga.

Καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφʼ ὃν δʼ ἂν πέσῃ λικμήσει αὐτόν.

0
45

I čuvši glavari sveštenički i fariseji priče njegove razumješe da za njih govori.

Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει·

1
46

I gledahu da ga uhvate, ali se pobojaše naroda, jer ga držahu za proroka.

καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον.

0