Jevanđelje po Mateju 14

1

U to vrijeme dođe glas do Iroda četverovlasnika o Isusu;

Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ,

1
2

I reče slugama svojijem: to je Jovan krstitelj; on ustade iz mrtvijeh, i zato čini čudesa.

καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ· Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.

0
3

Jer Irod uhvati Jovana, sveza ga i baci u tamnicu Irodijade radi žene Filipa brata svojega.

Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἐν φυλακῇ ἀπέθετο διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ,

1
4

Jer mu govoraše Jovan: ne možeš ti nje imati.

ἔλεγεν γὰρ αὐτῷ ὁ Ἰωάννης· Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν·

0
5

I šćaše da ga ubije, ali se poboja naroda; jer ga držahu za proroka.

καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.

0
6

A kad bijaše dan rođenja Irodova, igra kći Irodijadina pred njima i ugodi Irodu.

γενεσίοις δὲ γενομένοις τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ,

1
7

Zato i s kletvom obreče joj dati šta god zaište.

ὅθεν μετὰ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται.

0
8

A ona naučena od matere svoje: daj mi, reče, ovdje na krugu glavu Jovana krstitelja.

ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.

0
9

I zabrinu se car; ali kletve radi i onijeh koji se gošćahu s njim, zapovjedi joj dati.

καὶ λυπηθεὶς ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι,

1
10

I posla te posjekoše Jovana u tamnici.

καὶ πέμψας ἀπεκεφάλισεν τὸν Ἰωάννην ἐν τῇ φυλακῇ·

0
11

I donesoše glavu njegovu na krugu, i dadoše djevojci, i odnese je materi svojoj.

καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς.

0
12

I došavši učenici njegovi, uzeše tijelo njegovo i ukopaše ga; i dođoše Isusu te javiše.

καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα καὶ ἔθαψαν αὐτόν, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.

0
13

I čuvši Isus, otide odande u lađi u pusto mjesto nasamo. A kad to čuše ljudi, idoše za njim pješice iz gradova.

Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατʼ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.

2
14

I izišavši Isus vidje mnogi narod, i sažali mu se za njih, i iscijeli bolesnike njihove.

καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπʼ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν.

0
15

A pred veče pristupiše k njemu učenici njegovi govoreći: ovdje je pusto mjesto, a dockan je već; otpusti narod neka ide u sela da kupi sebi hrane.

ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.

1
16

A Isus reče im: ne treba da idu; podajte im vi neka jedu.

ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν.

0
17

A oni rekoše mu: nemamo ovdje do samo pet hljebova i dvije ribe.

οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.

1
18

A on reče: donesite mi ih ovamo.

ὁ δὲ εἶπεν· Φέρετέ μοι ὧδε αὐτούς.

0
19

I zapovjedi narodu da posjedaju po travi; pa uze onijeh pet hljebova i dvije ribe, i pogledavši na nebo blagoslovi, i prelomivši dade učenicima svojijem, a učenici narodu.

καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.

1
20

I jedoše svi, i nasitiše se, i nakupiše komada što preteče dvanaest kotarica punijeh.

καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις.

0
21

A onijeh što su jeli bješe ljudi oko pet hiljada, osim žena i djece.

οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.

0
22

I odmah natjera Isus učenike svoje da uđu u lađu i naprijed da idu na onu stranu dok on otpusti narod.

Καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.

1
23

I otpustivši narod pope se na goru sam da se moli Bogu. I uveče bijaše ondje sam.

καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατʼ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ.

1
24

A lađa bješe nasred mora u nevolji od valova, jer bijaše protivan vjetar.

τὸ δὲ πλοῖον ἤδη σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.

0
25

A u četvrtu stražu noći otide k njima Isus idući po moru.

τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν.

1
26

I vidjevši ga učenici po moru gdje ide, poplašiše se govoreći: to je utvara; i od straha povikaše.

οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.

0
27

A Isus odmah reče im govoreći: ne bojte se; ja sam, ne plašite se.

εὐθὺς δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.

0
28

A Petar odgovarajući reče: Gospode! ako si ti, reci mi da dođem k tebi po vodi.

Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα·

1
29

A on reče: hodi. I izišavši iz lađe Petar iđaše po vodi da dođe k Isusu.

ὁ δὲ εἶπεν· Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἦλθεν πρὸς τὸν Ἰησοῦν.

1
30

No videći vjetar veliki uplaši se, i počevši se topiti, povika govoreći: Gospode, pomagaj!

βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων· Κύριε, σῶσόν με.

0
31

I odmah Isus pruživši ruku uhvati Petra, i reče mu: malovjerni! zašto se posumnja?

εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;

1
32

I kad uđoše u lađu, presta vjetar.

καὶ ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος.

0
33

A koji bijahu u lađi pristupiše i pokloniše mu se govoreći: vaistinu ti si sin Božij.

οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς θεοῦ υἱὸς εἶ.

0
34

I prešavši dođoše u zemlju Genisaretsku.

Καὶ διαπεράσαντες ἦλθον ἐπὶ τὴν γῆν εἰς Γεννησαρέτ.

1
35

I poznavši ga ljudi iz onoga mjesta, poslaše po svoj onoj okolini, i donesoše k njemu sve bolesnike.

καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας,

0
36

I moljahu ga da se samo dotaknu skuta od njegove haljine; i koji se dotakoše ozdraviše.

καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.

0