Stari zavet
Riječi Jeremije sina Helkijina između sveštenika koji bijahu u Anatotu u zemlji Venijaminovoj,
ΤΟ ρῆμα τοῦ Θεοῦ, ὃ ἐγένετο ἐπὶ Ἱερεμίαν τὸν τοῦ Χελκίου ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν Ἀναθὼθ ἐν γῇ Βενιαμείν·
Kojemu dođe riječ Gospodnja u vrijeme Josije sina Amonova, cara Judina, trinaeste godine carovanja njegova,
ὡς ἐγενήθη λόγος τοῦ Θεοῦ πρὸς αὐτὸν ἐν ταῖς ἡμέραις Ἰωσία υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα, ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ·
I u vrijeme Joakima sina Josijina, cara Judina, do svršetka jedanaeste godine carovanja Sedekije sina Josijina nad Judom, dok ne bi preseljen Jerusalim, petoga mjeseca.
καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἰωακεὶμ υἱοῦ Ἰωσία βασιλέως Ἰούδα ἕως ἑνδεκάτου ἔτους τοῦ Σεδεκία υἱοῦ Ἰωσία βασιλέως Ἰούδα, ἕως τῆς αἰχμαλωσίας Ἱερουσαλὴμ ἐν τῷ πέμπτῳ μηνί.
I dođe mi riječ Gospodnja govoreći:
Καὶ ἐγένετο λόγος Κυρίου πρός με·
Prije nego te sazdah u utrobi, znah te; i prije nego izide iz utrobe, posvetih te; za proroka narodima postavih te.
πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε.
A ja rekoh: oh, Gospode, Gospode! evo, ne znam govoriti, jer sam dijete.
καὶ εἶπα· ὦ δέσποτα Κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι.
A Gospod mi reče: ne govori: dijete sam; nego idi kuda te god pošljem, i govori što ti god kažem.
καὶ εἶπε Κύριος πρός με· μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας, οὓς ἐὰν ἐξαποστείλω σε, πορεύσῃ, καὶ κατὰ πάντα, ὅσα ἐὰν ἐντείλωμαί σοι, λαλήσεις·
Ne boj ih se, jer sam ja s tobom da te izbavljam, govori Gospod.
μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος.
I pruživši Gospod ruku svoju dotače se usta mojih, i reče mi Gospod: eto, metnuh riječi svoje u tvoja usta.
καὶ ἐξέτεινε Κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπε Κύριος πρός με· ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου·
Vidi, postavljam te danas nad narodima i carstvima da istrebljuješ i obaraš, i da zatireš i raskopavaš, i da gradiš i da sadiš.
ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ ἐπὶ βασιλείας ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν.
Poslije mi dođe riječ Gospodnja govoreći: šta vidiš, Jeremija? I rekoh: vidim prut bademov.
Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων· τί σὺ ὁρᾷς Ἱερεμία; καὶ εἶπε· βακτηρίαν καρυΐνην.
Tada mi reče Gospod: dobro si vidio, jer ću nastati oko riječi svoje da je izvršim.
καὶ εἶπε Κύριος πρός με· καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς.
Opet mi dođe riječ Gospodnja drugom govoreći: šta vidiš? I rekoh: vidim lonac gdje vri, i prednja mu je strana prema sjeveru.
καὶ ἐγένετο λόγος Κυρίου ἐκ δευτέρου πρός με λέγων· τί σὺ ὁρᾷς; καὶ εἶπα· λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον αὐτοῦ ἀπὸ προσώπου βορρᾶ.
Tada mi reče Gospod: sa sjevera će navaliti zlo na sve stanovnike ove zemlje.
καὶ εἶπε Κύριος πρός με· ἀπὸ προσώπου βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν.
Jer, gle, ja ću sazvati sve porodice iz sjevernijeh carstava, veli Gospod, te će doći, i svaki će metnuti svoj prijesto na vratima Jerusalimskim i oko svijeh zidova njegovijeh i oko svijeh gradova Judinijeh.
διότι ἰδοὺ ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας τῆς γῆς ἀπὸ βορρᾶ, λέγει Κύριος, καὶ ἥξουσι καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὐτοῦ ἐπὶ τὰ πρόθυρα τῶν πυλῶν Ἱερουσαλὴμ καὶ ἐπὶ πάντα τὰ τείχη τὰ κύκλῳ αὐτῆς καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα.
I izreći ću im sud svoj za svu zloću njihovu što me ostaviše, i kadiše drugim bogovima, i klanjaše se djelu ruku svojih.
καὶ λαλήσω πρὸς αὐτοὺς μετὰ κρίσεως περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐγκατέλιπόν με καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις καὶ προσεκύνησαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
Ti dakle opaši se i ustani i govori im sve što ću ti zapovjediti; ne boj ih se, da te ne bih satro pred njima.
καὶ σὺ περίζωσαι τὴν ὀσφύν σου καὶ ἀνάστηθι καὶ εἰπὸν πρὸς αὐτοὺς πάντα, ὅσα ἂν ἐντείλωμαί σοι· μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν, ὅτι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος.
Jer evo ja te postavljam danas kao tvrd grad i kao stup gvozden i kao zidove mjedene svoj ovoj zemlji, carevima Judinijem i knezovima njegovijem i sveštenicima njegovijem i narodu zemaljskom.
ἰδοὺ τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ ὡς πόλιν ὀχυρὰν καὶ ὡς τεῖχος χαλκοῦν, ὀχυρὸν πᾶσι τοῖς βασιλεῦσιν Ἰούδα καὶ τοῖς ἄρχουσιν αὐτοῦ καὶ τῷ λαῷ τῆς γῆς,
Oni će udariti na te, ali te neće nadvladati, jer sam ja s tobom, veli Gospod, da te izbavljam.
καὶ πολεμήσουσί σε καὶ οὐ μὴ δύνωνται πρός σε, διότι μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, εἶπε Κύριος.