Stari zavet
A kad sav narod prijeđe preko Jordana, reče Gospod Isusu govoreći:
ΚΑΙ ἐπεὶ συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδάνην, καὶ εἶπε Κύριος τῷ Ἰησοῖ λέγων·
Izberite iz naroda dvanaest ljudi, po jednoga čovjeka iz svakoga plemena,
παραλαβὼν ἄνδρας ἀπὸ τοῦ λαοῦ, ἕνα ἀφ' ἑκάστης φυλῆς,
I zapovjedite im i recite: uzmite odavde, isred Jordana, s mjesta gdje stoje nogama svojim sveštenici, dvanaest kamena, i odnesite ih sa sobom, i metnite ih ondje gdje ćete noćas noćiti.
σύνταξον αὐτοῖς λέγων· ἀνέλεσθε ἐκ μέσου Ἰορδάνου ἑτοίμους δώδεκα λίθους καὶ τούτους διακομίσαντες ἅμα ὑμῖν αὐτοῖς, θέτε αὐτοὺς ἐν τῇ στρατοπεδείᾳ ὑμῶν, οὗ ἐὰν παρεμβάλητε ἐκεῖ τὴν νύκτα.
Tada dozva Isus dvanaest ljudi, koje bješe odredio između sinova Izrailjevih, po jednoga čovjeka iz svakoga plemena.
καὶ ἀνακαλεσάμενος Ἰησοῦς δώδεκα ἄνδρας τῶν ἐνδόξων ἀπὸ τῶν υἱῶν Ἰσραήλ, ἕνα ἀφ' ἑκάστης φυλῆς,
I reče im Isus: idite pred kovčeg Gospoda Boga svojega usred Jordana, i uzmite svaki po jedan kamen na rame svoje, prema broju plemena sinova Izrailjevijeh,
εἶπεν αὐτοῖς· προσαγάγετε ἔμπροσθέν μου πρὸ προσώπου Κυρίου εἰς μέσον τοῦ Ἰορδάνου, καὶ ἀνελόμενος ἐκεῖθεν ἕκαστος λίθον ἀράτω ἐπὶ τῶν ὤμων αὐτοῦ κατὰ τὸν ἀριθμὸν τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ,
Da bude znak među vama. Kad vas poslije zapitaju sinovi vaši govoreći: šta će vam to kamenje?
ἵνα ὑπάρχωσιν ὑμῖν οὗτοι εἰς σημεῖον κείμενον διαπαντός, ἵνα ὅταν ἐρωτᾷ σε ὁ υἱός σου αὔριον λέγων, τί εἰσιν οἱ λίθοι οὗτοι ἡμῖν;
Recite im: jer se voda u Jordanu rastupi pred kovčegom zavjeta Gospodnjega, kad prelažaše preko Jordana, rastupi se voda u Jordanu, i ovo je kamenje spomen sinovima Izrailjevim dovijeka.
καὶ σὺ δηλώσεις τῷ υἱῷ σου λέγων· ὅτι ἐξέλιπεν ὁ Ἰορδάνης ποταμὸς ἀπὸ προσώπου κιβωτοῦ διαθήκης Κυρίου πάσης τῆς γῆς, ὡς διέβαινεν αὐτόν· καὶ ἔσονται οἱ λίθοι οὗτοι ὑμῖν μνημόσυνον τοῖς υἱοῖς Ἰσραὴλ ἕως τοῦ αἰῶνος.
I učiniše sinovi Izrailjevi kako zapovjedi Isus; i uzeše dvanaest kamena isred Jordana, kako bješe rekao Gospod Isusu, prema broju plemena sinova Izrailjevih; i odnesoše ih sa sobom na noćište, i metnuše ih ondje.
καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ἰσραήλ, καθότι ἐνετείλατο Κύριος τῷ Ἰησοῖ, καὶ ἀναλαβόντες δώδεκα λίθους ἐκ μέσου τοῦ Ἰορδάνου, καθάπερ συνέταξε Κύριος τῷ Ἰησοῖ ἐν τῇ συντελείᾳ τῆς διαβάσεως τῶν υἱῶν Ἰσραήλ, καὶ διεκόμισαν ἅμα ἑαυτοῖς εἰς τὴν παρεμβολὴν καὶ ἀπέθηκαν ἐκεῖ.
A i usred Jordana postavi Isus dvanaest kamena na mjestu gdje stajahu nogama svojim sveštenici noseći kovčeg zavjetni, i ondje ostaše do danas.
ἔστησε δὲ Ἰησοῦς καὶ ἄλλους δώδεκα λίθους ἐν αὐτῷ τῷ Ἰορδάνῃ ἐν τῷ γενομένῳ τόπῳ ὑπὸ τοὺς πόδας τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου, καί εἰσιν ἐκεῖ ἕως τῆς σήμερον ἡμέρας.
Sveštenici pak koji nošahu kovčeg stajahu usred Jordana dokle se ne svrši sve što bješe Gospod zapovjedio Isusu da kaže narodu, sasvijem kako bješe Mojsije zapovjedio Isusu. I narod pohitje i prijeđe.
εἱστήκεισαν δὲ οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐν τῷ Ἰορδάνῃ, ἕως οὗ συνετέλεσεν Ἰησοῦς πάντα, ἃ ἐνετείλατο Κύριος ἀναγγεῖλαι τῷ λαῷ, καὶ ἔσπευσεν ὁ λαὸς καὶ διέβησαν.
A kad prijeđe sav narod, onda prijeđe i kovčeg Gospodnji i sveštenici, a narod gledaše.
καὶ ἐγένετο ὡς συνετέλεσε πᾶς ὁ λαὸς διαβῆναι, καὶ διέβη ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου, καὶ οἱ λίθοι ἔμπροσθεν αὐτῶν.
Prijeđoše i sinovi Ruvimovi i sinovi Gadovi i polovina plemena Manasijina pod oružjem pred sinovima Izrailjevim, kao što im bješe kazao Mojsije.
καὶ διέβησαν οἱ υἱοὶ Ρουβὴν καὶ οἱ υἱοὶ Γὰδ καὶ οἱ ἡμίσεις φυλῆς Μανασσῆ διεσκευασμένοι ἔμπροσθεν τῶν υἱῶν Ἰσραήλ, καθάπερ ἐνετείλατο αὐτοῖς Μωυσῆς.
Oko četrdeset tisuća naoružanijeh prijeđoše pred Gospodom preko Jordana na boj u polje Jerihonsko.
τετρακισμύριοι εὔζωνοι εἰς μάχην διέβησαν ἐναντίον Κυρίου εἰς πόλεμον πρὸς τὴν Ἱεριχὼ πόλιν.
Taj dan uzvisi Gospod Isusa pred svijem Izrailjem; i bojahu ga se, kao što su se bojali Mojsija, svega vijeka njegova.
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ηὔξησε Κύριος τὸν Ἰησοῦν ἐναντίον τοῦ παντὸς γένους Ἰσραήλ, καὶ ἐφοβοῦντο αὐτόν, ὥσπερ Μωυσῆν, ὅσον χρόνον ἔζη.
I reče Gospod Isusu govoreći:
Καὶ εἶπε Κύριος τῷ Ἰησοῖ λέγων·
Zapovjedi sveštenicima koji nose kovčeg od svedočanstva neka izidu iz Jordana.
ἔντειλαι τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης τοῦ μαρτυρίου Κυρίου ἐκβῆναι ἐκ τοῦ Ἰορδάνου.
I zapovjedi Isus sveštenicima govoreći: izidite iz Jordana.
καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἱερεῦσι λέγων· ἔκβητε ἐκ τοῦ Ἰορδάνου.
A čim sveštenici koji nošahu kovčeg zavjeta Gospodnjega izidoše isred Jordana, i stadoše na suho nogom svojom sveštenici, odmah se povrati voda u Jordanu na mjesto svoje, i poteče kao i prije povrh svijeh bregova svojih.
καὶ ἐγένετο ὡς ἐξέβησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐκ τοῦ Ἰορδάνου καὶ ἔθηκαν τοὺς πόδας ἐπὶ τῆς γῆς, ὥρμησε τὸ ὕδωρ τοῦ Ἰορδάνου κατὰ χώραν καὶ ἐπορεύετο καθὰ χθὲς καὶ τρίτην ἡμέραν δι' ὅλης τῆς κρηπίδος.
A izide narod iz Jordana desetoga dana prvoga mjeseca, i stadoše u oko u Galgalu, s istoka Jerihonu.
καὶ ὁ λαὸς ἀνέβη ἐκ τοῦ Ἰορδάνου δεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου· καὶ κατεστρατοπέδευσαν οἱ υἱοὶ Ἰσραὴλ ἐν Γαλγάλοις κατὰ μέρος τὸ πρὸς ἡλίου ἀνατολὰς ἀπὸ τῆς Ἱεριχώ.
A onijeh dvanaest kamena, što iznesoše iz Jordana, postavi Isus u Galgalu,
καὶ τοὺς δώδεκα λίθους τούτους, οὓς ἔλαβεν ἐκ τοῦ Ἰορδάνου, ἔστησεν Ἰησοῦς ἐν Γαλγάλοις
I reče sinovima Izrailjevim govoreći: kad unapredak zapitaju sinovi vaši oce svoje govoreći: šta će to kamenje?
λέγων· ὅταν ἐρωτῶσιν ὑμᾶς οἱ υἱοὶ ὑμῶν λέγοντες· τί εἰσιν οἱ λίθοι οὗτοι;
Tada obavijestite sinove svoje, i recite im: suhim prijeđe Izrailj preko ovoga Jordana.
ἀναγγείλατε τοῖς υἱοῖς ὑμῶν, ὅτι ἐπὶ ξηρᾶς διέβη Ἰσραὴλ τὸν Ἰορδάνην τοῦτον,
Jer Gospod Bog vaš osuši Jordan pred vama dokle prijeđoste, kao što je učinio Gospod Bog vaš od Crvenoga Mora osušivši ga pred nama dokle prijeđosmo;
ἀποξηράναντος Κυρίου τοῦ Θεοῦ ἡμῶν τὸ ὕδωρ τοῦ Ἰορδάνου ἐκ τῶν ἔμπροσθεν αὐτῶν, μέχρις οὗ διέβησαν· καθάπερ ἐποίησε Κύριος ὁ Θεὸς ἡμῶν τὴν ἐρυθρὰν θάλασσαν, ἣν ἀπεξήρανε Κύριος ὁ Θεὸς ἡμῶν ἔμπροσθεν ἡμῶν, ἕως παρήλθομεν,
Da bi poznali svi narodi na zemlji da je ruka Gospodnja krjepka, da biste se svagda bojali Gospoda Boga svojega.
ὅπως γνῶσι πάντα τὰ ἔθνη τῆς γῆς, ὅτι ἡ δύναμις τοῦ Κυρίου ἰσχυρά ἐστι, καὶ ἵνα ὑμεῖς σέβησθε Κύριον τὸν Θεὸν ἡμῶν ἐν παντὶ χρόνῳ.