Stari zavet
I usta Isus ujutru rano, i kretoše se od Sitima i dođoše do Jordana on i svi sinovi Izrailjevi, i noćiše ondje a ne prijeđoše.
ΚΑΙ ὤρθρισεν Ἰησοῦς τὸ πρωΐ, καὶ ἀπῇραν ἐκ Σαττὶν καὶ ἤλθοσαν ἕως τοῦ Ἰορδάνου καὶ κατέλυσαν ἐκεῖ πρὸ τοῦ διαβῆναι.
A poslije tri dana prođoše upravitelji kroz oko,
καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς
I zapovjediše narodu govoreći: kad vidite kovčeg zavjeta Gospoda Boga svojega i sveštenike Levite gdje ga nose, pođite i vi s mjesta svojega i idite za njim.
καὶ ἐνετείλαντο τῷ λαῷ λέγοντες· ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου τοῦ Θεοῦ ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς Λευίτας αἴροντας αὐτήν, ἀπαρεῖτε ἀπὸ τὸν τόπον ὑμῶν καὶ πορεύσεσθε ὀπίσω αὐτῆς·
Ali neka bude daljina između vas i njega do dvije tisuće lakata; bliže do njega ne primičite se, da biste poznali put kojim ćete ići, jer još nikada nijeste išli tijem putem.
ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμῶν καὶ ἐκείνης, ὅσον δισχιλίους πήχεις στήσεσθε· μὴ προσεγγίσητε αὐτῇ, ἵνα ἐπίστησθε τὴν ὁδόν, ἣν πορεύσεσθε αὐτήν· οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ' ἐχθὲς καὶ τρίτης ἡμέρας.
I Isus reče narodu: osveštajte se, jer će sjutra učiniti Gospod čudesa među vama.
καὶ εἶπεν Ἰησοῦς τῷ λαῷ· ἁγνίσασθε εἰς αὔριον, ὅτι αὔριον ποιήσει Κύριος ἐν ὑμῖν θαυμαστά.
Potom reče Isus sveštenicima govoreći: uzmite kovčeg zavjetni, i idite pred narodom. I uzeše kovčeg zavjetni i pođoše pred narodom.
καὶ εἶπεν Ἰησοῦς τοῖς ἱερεῦσιν· ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ προπορεύεσθε τοῦ λαοῦ. καὶ ᾖραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ.
A Gospod reče Isusu: danas te počinjem uzvišavati pred svijem Izrailjem da poznadu da ću i s tobom biti kao što sam bio s Mojsijem.
καὶ εἶπε Κύριος πρὸς Ἰησοῦν· ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν Ἰσραήλ, ἵνα γνῶσιν ὅτι καθότι ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ.
Zato ti zapovjedi sveštenicima koji nose kovčeg zavjetni, i reci: kad dođete na kraj vode Jordana, stanite u Jordanu.
καὶ νῦν ἔντειλαι τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν τῆς διαθήκης λέγων· ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ Ἰορδάνου, καὶ ἐν τῷ Ἰορδάνῃ στήσεσθε.
I reče Isus sinovima Izrailjevim: pristupite ovamo, i čujte riječi Gospoda Boga svojega.
καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰσραήλ· προσαγάγετε ὧδε καὶ ἀκούσατε τὸ ρῆμα Κυρίου τοῦ Θεοῦ ἡμῶν.
Potom reče Isus: po ovom ćete poznati da je Bog živi posred vas, i da će doista odagnati ispred vas Hananeje i Heteje i Jeveje i Ferezeje i Gergeseje i Amoreje i Jevuseje:
ἐν τούτῳ γνώσεσθε ὅτι Θεὸς ζῶν ἐν ὑμῖν καὶ ὀλοθρεύων ὀλοθρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν Χαναναῖον καὶ τὸν Χετταῖον καὶ τὸν Φερεζαῖον καὶ τὸν Εὐαῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Ἰεβουσαῖον·
Evo, kovčeg zavjeta Gospoda svoj zemlji poći će pred vama preko Jordana.
ἰδοὺ ἡ κιβωτὸς διαθήκης Κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν Ἰορδάνην.
Zato sada izberite dvanaest ljudi iz plemena Izrailjeva, po jednoga čovjeka iz svakoga plemena.
προχειρίσασθε ὑμῖν δώδεκα ἄνδρας ἀπὸ τῶν υἱῶν Ἰσραήλ, ἕνα ἀφ' ἑκάστης φυλῆς.
I čim sveštenici noseći kovčeg zavjeta Gospoda Gospoda svoj zemlji stanu nogama svojim u vodi Jordanskoj, voda će se u Jordanu rastupiti, te će voda koja teče ozgo stati u gomilu.
καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ Ἰορδάνου, τὸ ὕδωρ τοῦ Ἰορδάνου ἐκλείψει, τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται.
I kad se podiže narod iz šatora svojih da prijeđe preko Jordana, i sveštenici ponesoše kovčeg zavjetni pred narodom,
καὶ ἀπῇρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν Ἰορδάνην, οἱ δὲ ἱερεῖς ᾔροσαν τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου πρότεροι τοῦ λαοῦ.
I kad oni što nošahu kovčeg dođoše do Jordana, i sveštenici noseći kovčeg okvasiše noge svoje na kraju vode (jer je Jordan pun preko bregova svojih za cijelo vrijeme žetve),
ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν Ἰορδάνην καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ Ἰορδάνου· ὁ δὲ Ἰορδάνης ἐπληροῦτο καθ' ὅλην τὴν κρηπίδα αὐτοῦ ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν·
Ustavi se voda što tecijaše ozgo, i stade u jednu gomilu vrlo nadaleko, od grada Adama, koji je kraj Zaretana; a što tecijaše dolje u more kraj polja, more slano, oteče sasvijem; i narod prelažaše prema Jerihonu.
καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν, ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους Καριαθιαρίμ, τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν Ἄραβα, θάλασσαν ἁλός, ἕως εἰς τὸ τέλος ἐξέλιπε· καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι Ἱεριχώ.
A sveštenici koji nošahu kovčeg zavjeta Gospodnjega stajahu na suhu usred Jordana tvrdo, i sav Izrailj iđaše po suhu, dokle sav narod ne prijeđe preko Jordana.
καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ Ἰορδάνου· καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ διέβαινον διὰ ξηρᾶς, ἕως συνετέλεσε πᾶς ὁ λαὸς διαβαίνων τὸν Ἰορδάνην.