Stari zavet
Probudi se, probudi se, obuci se u silu svoju, Sione; obuci krasne haljine svoje, Jerusalime grade sveti; jer neće više ući u tebe neobrezani i nečisti.
ΕΞΕΓΕΙΡΟΥ ἐξεγείρου, Σιών, ἔνδυσαι τὴν ἰσχύν σου, Σιών, καὶ ἔνδυσαι τὴν δόξαν σου, Ἱερουσαλὴμ πόλις ἡ ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος.
Otresi prah sa sebe, ustani, sjedi, Jerusalime; skini okove s vrata svojega, zarobljena kćeri Sionska.
ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι, κάθισον, Ἱερουσαλήμ· ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου, ἡ αἰχμάλωτος θυγάτηρ Σιών.
Jer ovako veli Gospod: zabadava se prodadoste, i iskupiste se bez novaca.
ὅτι τάδε λέγει Κύριος· δωρεὰν ἐπράθητε καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε.
Jer ovako veli Gospod Gospod: u Misir siđe moj narod prije da ondje žive kao došljaci; ali Asirci im činiše silu ni za što.
οὕτως λέγει Κύριος· εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν·
A sada što ću tu? veli Gospod; jer je narod moj zaboravljen ni za što; koji vladaju njim, cvijele ga, veli Gospod, i jednako svaki dan huli se na ime moje.
καὶ νῦν τί ἐστε ὦδε; τάδε λέγει Κύριος· ὅτι ἐλήφθη ὁ λαός μου δωρεάν, θαυμάζετε καὶ ὀλολύζετε. τάδε λέγει Κύριος· δι᾿ ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι.
Zato će poznati narod moj ime moje, zato će poznati u onaj dan da sam ja koji govorim: evo me.
διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι
Kako su krasne na gorama noge onoga koji nosi dobre glase, koji oglašuje mir, koji javlja dobro, oglašuje spasenje, govori Sionu: Bog tvoj caruje.
ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιών· βασιλεύσει σου ὁ Θεός.
Stražari će tvoji podignuti glas, podignuće glas, i svi će zapjevati, jer će očima vidjeti gdje Gospod vodi natrag Sion.
ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ Κύριος τὴν Σιών.
Klikujte i pjevajte, razvaline Jerusalimske, jer Gospod utješi narod svoj, izbavi Jerusalim.
ρηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλήμ, ὅτι ἠλέησε Κύριος αὐτὴν καὶ ἐρρύσατο Ἱερουσαλήμ.
Zagali Gospod svetu mišicu svoju pred svijem narodima, da vide svi krajevi zemaljski spasenje Boga našega.
καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ ἡμῶν.
Otstupite, otstupite, izidite odatle, ne dotičite se ničega nečista; izidite ispred njega, očistite se vi koji nosite sude Gospodnje.
ἀπόστητε, ἀπόστητε, ἐξέλθατε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, ἐξέλθετε ἐκ μέσου αὐτῆς, ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη Κυρίου·
Jer nećete izaći u hitnji, niti ćete ići bježeći; jer će Gospod ići pred vama, i zadnja vojska biće vam Bog Izrailjev.
ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε, οὐδὲ φυγῇ πορεύσεσθε, προπορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς Θεὸς Ἰσραήλ.
Gle, sluga će moj biti srećan, podignuće se i uzvisiće se i proslaviće se.
Ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται σφόδρα.
Kako se mnogi začudiše tebi, što bijaše nagrđen u licu mimo svakoga čovjeka, i u stasu mimo sinove čovječije,
ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοὶ οὕτως ἀδοξήσει ἀπὸ τῶν ἀνθρώπων τὸ εἶδός σου καὶ ἡ δόξα σου ἀπὸ υἱῶν ἀνθρώπων
Tako će opet udiviti mnoge narode, carevi će pred njim zatisnuti usta svoja, jer će vidjeti što im nije kazivano i razumjeće što nijesu slušali.
οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπ᾿ αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι.