Stari zavet
I car Astijag se pridodade ocima svojim, i preuze Kir Persijski carstvo njegovo.
ΚΑΙ ὁ βασιλεὺς Ἀστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ παρέλαβε Κῦρος ὁ Πέρσης τὴν βασιλείαν αὐτοῦ.
A Danilo življaše sa carem i bješe slavniji od svih prijatelja svojih.
καὶ ἦν Δανιὴλ συμβιωτὴς τοῦ βασιλέως καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ.
I bješe idol kod Vavilonjana, po imenu Vil; i trošile su se na njega svakog dana dvanaest velikih mjera (artave) pšeničnog brašna[9] i ovaca četrdeset i vina šest mjera.
καὶ ἦν εἴδωλον τοῖς Βαβυλωνίοις, ᾧ ὄνομα Βήλ, καὶ ἐδαπανῶντο εἰς αὐτὸν ἑκάστης ἡμέρας σεμιδάλεως ἀρτάβαι δώδεκα καὶ πρόβατα τεσσαράκοντα καὶ οἴνου μετρηταὶ ἕξ.
I car ga je poštovao i hodio svaki dan da mu se pokloni. Danilo pak se klanjao Bogu svome.
καὶ ὁ βασιλεὺς ἐσέβετο αὐτὸν καὶ ἐπορεύετο καθ' ἑκάστην ἡμέραν προσκυνεῖν αὐτῷ· Δανιὴλ δὲ προσεκύνει τῷ Θεῷ αὐτοῦ. καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· διατί οὐ προσκυνεῖς τῷ Βήλ;
I reče mu car: Zašto se ne klanjaš Vilu? A on reče: Jer ne poštujem idole rukotvorne, nego živog Boga koji je stvorio nebo i zemlju i koji gospodari svakim tijelom.
ὁ δὲ εἶπεν· ὅτι οὐ σέβομαι εἴδωλα χειροποίητα, ἀλλὰ τὸν ζῶντα Θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυριείαν.
I reče mu car: Zar ne misliš daje Vil živi Bog?
καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· οὐ δοκεῖ σοι Βὴλ εἶναι ζῶν θεός; ἢ οὐχ ὁρᾷς ὅσα ἐσθίει καὶ πίνει καθ' ἑκάστην ἡμέραν;
I reče Danilo nasmijavši se: Ne varaj se, care, jer on je iznutra glina a spolja bakar, tako da nikada ništa niti je jeo niti pio.
καὶ εἶπε Δανιὴλ γελάσας· μὴ πλανῶ, βασιλεῦ· οὗτος γὰρ ἔσωθεν μέν ἐστι πηλὸς ἔξωθεν δὲ χαλκὸς καὶ οὐ βέβρωκεν οὐδὲ πέπωκε πώποτε.
I razgnjevivši se, car pozva sveštenike svoje i reče im: Ako mi ne kažete ko jede ovu hranu, umrijećete; ako li dokažete da je Vil jede, umrijeće Danilo, jer je pohulio na Vila.
θυμωθεὶς δὲ ὁ βασιλεὺς ἐκάλεσε τοὺς ἱερεῖς αὐτοῦ καὶ εἶπεν αὐτοῖς· ἐὰν μὴ εἴπητέ μοι τίς ὁ κατέσθων τὴν δαπάνην ταύτην,
I reče Danilo caru: Neka bude po tvojoj riječi. I bješe Vilovih sveštenika sedamdeset, osim žena i djece.
ἀποθανεῖσθε. ἐὰν δὲ δείξητε ὅτι Βὴλ κατεσθίει αὐτά, Δανιὴλ ἀποθανεῖται, ὅτι ἐβλασφήμησεν εἰς τὸν Βήλ. καὶ εἶπε Δανιὴλ τῷ βασιλεῖ· γινέσθω κατὰ τὸ ρῆμά σου.
I dođe car s Danilom u hram Vilov.
καὶ ἦσαν ἱερεῖς τοῦ Βὴλ ἑβδομήκοντα ἐκτὸς γυναικῶν καὶ τέκνων. καὶ ἦλθεν ὁ βασιλεὺς μετὰ Δανιὴλ εἰς τὸν οἶκον τοῦ Βήλ.
I rekoše sveštenici Vilovi: Evo, mi ćemo izaći van, a ti, care, postavi jela i vino zahvativši položiI rekoše sveštenici Vilovi: Evo, mi ćemo izaći van, a ti, care, postavi jela i vino zahvativši polo, pa zatvori vrata i zapečati svojim prstenom. I kad dođeš ujutro ako ne nađeš sve pojedeno od Vila, da budemo ubijeni mi ili Danilo koji je lagao protiv nas.
καὶ εἶπαν οἱ ἱερεῖς τοῦ Βήλ· ἰδοὺ ἡμεῖς ἀποτρέχομεν ἔξω, σὺ δέ, βασιλεῦ, παράθες τὰ βρώματα καὶ τὸν οἶνον κεράσας θὲς καὶ ἀπόκλεισον τὴν θύραν καὶ σφράγισον τῷ δακτυλίῳ σου· καὶ ἐλθὼν πρωΐ, ἐὰν μὴ εὕρῃς πάντα βεβρωμένα ὑπὸ τοῦ Βήλ, ἀποθανούμεθα ἢ Δανιὴλ ὁ ψευδόμενος καθ' ἡμῶν.
Oni obmanjivahu, jer su bili napravili ispod trpeze tajni ulaz kroz koji su stalno ulazili i jeli (hranu).
αὐτοὶ δὲ κατεφρόνουν, ὅτι πεποιήκεισαν ὑπὸ τὴν τράπεζαν κεκρυμμένην εἴσοδον καὶ δι' αὐτῆς εἰσεπορεύοντο διόλου καὶ ἀνήλουν αὐτά.
A bi kad oni iziđoše, car postavi jela Vilu.
καὶ ἐγένετο ὡς ἐξήλθοσαν ἐκεῖνοι, καὶ ὁ βασιλεὺς παρέθηκε τὰ βρώματα τῷ Βήλ.
A Danilo naredi slugama svojim i donesoše pepeo i posuše sav hram pred samim carem. I kad iziđoše, zatvoriše vrata i biše zapečaćena prstenom carevim, pa otidoše.
καὶ ἐπέταξε Δανιὴλ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἤνεγκαν τέφραν καὶ κατέστρωσαν ὅλον τὸν ναὸν ἐνώπιον τοῦ βασιλέως μόνου· καὶ ἐξελθόντες ἔκλεισαν τὴν θύραν καὶ ἐσφραγίσαντο ἐν τῷ δακτυλίῳ τοῦ βασιλέως, καὶ ἀπῆλθον.
Sveštenici pak dođoše noću po svom običaju i žene i djeca njihova, te sve pojedoše i popiše.
οἱ δὲ ἱερεῖς ἦλθον τὴν νύκτα κατὰ τὸ ἔθος αὐτῶν καὶ αἱ γυναῖκες αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ κατέφαγον πάντα καὶ ἐξέπιον.
Car porani ujutro i Danilo s njim.
καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωΐ καὶ Δανιὴλ μετ' αὐτοῦ.
I reče car: Jesu li pečati cijeli, Danilo? On reče: Cijeli su, care.
καὶ εἶπεν ὁ βασιλεύς· σῷοι αἱ σφραγῖδες, Δανιήλ; ὁ δὲ εἶπε· σῷοι, βασιλεῦ.
I bi kad otvori vrata, pogledavši car na trpezu, zavika velikim glasom: Veliki si, Vile, i nema kod tebe nikakve obmane.
καὶ ἐγένετο ἅμα τῷ ἀνοῖξαι τὰς θύρας, ἐπιβλέψας ἐπὶ τὴν τράπεζαν ὁ βασιλεὺς ἐβόησε φωνῇ μεγάλῃ· μέγας εἶ, Βήλ, καὶ οὐκ ἔστι παρὰ σοὶ δόλος οὐδὲ εἷς.
Tada se Danilo nasmija i zadrža cara da ne uđe sam unutra i reče: Pogledaj patos i razumi čiji su ovi tragovi.
καὶ ἐγέλασε Δανιὴλ καὶ ἐκράτησε τὸν βασιλέα τοῦ μὴ εἰσελθεῖν αὐτὸν ἔσω καὶ εἶπεν· ἰδὲ δὴ τὸ ἔδαφος καὶ γνῶθι τίνος τὰ ἴχνη ταῦτα.
I reče car: Vidim tragove ljudi i žena i djece.
καὶ εἶπεν ὁ βασιλεύς· ὁρῶ τὰ ἴχνη ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων.
I razgnjevivši se, tada car pohvata sveštenike i žene i djecu njihovu, i pokazaše mu tajna vrata kroz koja su ulazili i jeli ono što je bilo na trpezi.
καὶ ὀργισθεὶς ὁ βασιλεὺς τότε συνέλαβε τοὺς ἱερεῖς καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα αὐτῶν, καὶ ἔδειξαν αὐτῷ τὰς κρυπτὰς θύρας, δι' ὧν εἰσεπορεύοντο καὶ ἐδαπάνων τὰ ἐπὶ τῆς τραπέζης.
I pobi ih car i predade Vila Danilu, i on ga uništi i hram njegov.
καὶ ἀπέκτεινεν αὐτοὺς ὁ βασιλεὺς καὶ ἔδωκε τὸν Βὴλ ἔκδοτον τῷ Δανιήλ, καὶ κατέστρεψεν αὐτὸν καὶ τὸ ἱερὸν αὐτοῦ.
I bješe ondje veliki Drakon (zmija) koga Vavilonjani poštovahu.
Καὶ ἦν δράκων μέγας, καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι.
I reče car Danilu: Ne možeš reći da on nije bog živi; zato mu se pokloni.
καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δανιήλ· μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν; ἰδοὺ ζῇ καὶ ἐσθίει καὶ πίνει· οὐ δύνασαι εἰπεῖν ὅτι οὐκ ἔστιν οὗτος θεὸς ζῶν, καὶ προσκύνησον αὐτῷ.
I reče Danilo: Gospodu Bogu mom ću se pokloniti, jer on je Bog živi;
καὶ εἶπε Δανιήλ· Κυρίῳ τῷ Θεῷ μου προσκυνήσω, ὅτι οὗτός ἐστι Θεὸς ζῶν·
Ti, pak, care, daj mi dozvolu i ubiću Drakona bez noža i štapa. I reče car: Dajem ti.
σὺ δέ, βασιλεῦ, δός μοι ἐξουσίαν, καὶ ἀποκτενῶ τὸν δράκοντα ἄνευ μαχαίρας καὶ ράβδου. καὶ εἶπεν ὁ βασιλεύς· δίδωμί σοι.
I uze Danilo smolu, mast i dlake i svari zajedno i napravi smješu i stavi Drakonu u usta, i pojevši Drakon se raspade. I reče: Vidite li vaše svetinje!
καὶ ἔλαβεν ὁ Δανιὴλ πίσσαν καὶ στέαρ καὶ τρίχας καὶ ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησε μάζας καὶ ἔδωκεν εἰς τὸ στόμα τοῦ δράκοντος, καὶ φαγὼν διερράγη ὁ δράκων. καὶ εἶπεν· ἴδετε τά σεβάσματα ὑμῶν.
I bi kad čuše Vavilonjani, zaroptaše veoma i obratiše se caru i rekoše: Judejac posta car. Vila uništi, Drakona ubi i sveštenike pokla.
καὶ ἐγένετο ὡς ἤκουσαν οἱ Βαβυλώνιοι, ἠγανάκτησαν λίαν καὶ συνεστράφησαν ἐπὶ τὸν βασιλέα καὶ εἶπαν· Ἰουδαῖος γέγονεν ὁ βασιλεύς· τὸν Βὴλ κατέσπασε καὶ τὸν δράκοντα ἀπέκτεινε καὶ τοὺς ἱερεῖς κατέσφαξε.
I rekoše došavši k caru: Predaj nam Danila! Ako li ne, ubićemo tebe i dom tvoj.
καὶ εἶπαν ἐλθόντες πρὸς τὸν βασιλέα· παράδος ἡμῖν τὸν Δανιήλ· εἰ δὲ μή, ἀποκτενοῦμέν σε καὶ τὸν οἶκόν σου.
I vidje car da vrše na njega veliki pritisak, i primoran, predade im Danila.
καὶ εἶδεν ὁ βασιλεὺς ὅτι ἐπείγουσιν αὐτὸν σφόδρα, καὶ ἀναγκασθεὶς ὁ βασιλεὺς παρέδωκεν αὐτοῖς τὸν Δανιήλ.
Oni ga pak baciše u jamu lavlju, i bi ondje šest dana.
οἱ δὲ ἔβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων, καὶ ἦν ἐκεῖ ἡμέρας ἕξ.
A bjehu u jami šest lavova, i davahu im dnevno po dva ljudska tijela i po dvije ovce.
ἦσαν δὲ ἐν τῷ λάκκῳ ἑπτὰ λέοντες, καὶ ἐδίδοτο αὐτοῖς τὴν ἡμέραν δύο σώματα καὶ δύο πρόβατα· τότε δὲ οὐκ ἐδόθη αὐτοῖς, ἵνα καταφάγωσι τὸν Δανιήλ.
A bješe prorok Avakum u Judeji, i on skuva jelo, pa nadrobi hljebove u sasud, i otide preko polja da odnese žeteocima.
καὶ ἦν Ἀμβακοὺμ ὁ προφήτης ἐν τῇ Ἰουδαίᾳ, καὶ αὐτὸς ἥψησεν ἕψεμα καὶ ἐνέθρυψεν ἄρτους εἰς σκάφην καὶ ἐπορεύετο εἰς τὸ πεδίον ἀπενέγκαι τοῖς θερισταῖς.
I reče anđeo Gospodnji Avakumu: Ponesi ručak, koji imaš, u Vavilon Danilu u jamu lavlju.
καὶ εἶπεν ὁ ἄγγελος Κυρίου τῷ Ἀμβακούμ· ἀπένεγκε τὸ ἄριστον, ὃ ἔχεις, εἰς Βαβυλῶνα τῷ Δανιὴλ εἰς τὸν λάκκον τῶν λεόντων.
I reče Avakum: Vavilon nisam vidio i jamu ne poznajem.
καὶ εἶπεν Ἀμβακούμ· Κύριε, Βαβυλῶνα οὐχ ἑώρακα καὶ τὸν λάκκον οὐ γινώσκω.
I uze ga anđeo Gospodnji za tjeme i, držeći ga za kosu njegove glave, postavi ga u Vavilonu iznad jame brzinom duha svoga.
καὶ ἐπελάβετο ὁ ἄγγελος Κυρίου τῆς κορυφῆς αὐτοῦ καὶ βαστάσας τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ ἔθηκεν αὐτὸν εἰς Βαβυλῶνα ἐπάνω τοῦ λάκκου ἐν τῷ ροίζῳ τοῦ πνεύματος αὐτοῦ.
I povika Avakum govoreći: Danilo, Danilo, uzmi ručak koji ti posla Bog.
καὶ ἐβόησεν Ἀμβακοὺμ λέγων· Δανιὴλ Δανιήλ, λαβὲ τὸ ἄριστον, ὃ ἀπέστειλέ σοι ὁ Θεός.
I reče Danilo: Zar si me se sjetio, Bože, i nisi ostavio one koji te vole.
καὶ εἶπε Δανιήλ· ἐμνήσθης γάρ μου, ὁ Θεός, καὶ οὐκ ἐγκατέλιπες τοὺς ἀγαπῶντάς σε.
I ustavši Danilo, jede; anđeo pak Gospodnji povrati Avakuma odmah u njegovo mjesto.
καὶ ἀναστὰς Δανιὴλ ἔφαγεν· ὁ δὲ ἄγγελος τοῦ Θεοῦ ἀποκατέστησε τὸν Ἀμβακοὺμ παραχρῆμα εἰς τὸν τόπον αὐτοῦ.
A car dođe sedmog dana da oplakuje Danila; i dođe na jamu i pogleda, i, gle, Danilo sjeđaše.
ὁ δέ βασιλεὺς ἦλθε τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πενθῆσαι τὸν Δανιήλ· καὶ ἦλθεν ἐπὶ τὸν λάκκον καὶ ἐνέβλεψε, καὶ ἰδοὺ Δανιὴλ καθήμενος.
I povikavši glasom velikim, reče: Veliki si, Gospode Bože Danilov, i nema drugog osim Tebe.
καὶ ἀναβοήσας φωνῇ μεγάλῃ εἶπε· μέγας εἶ, Κύριε ὁ Θεὸς τοῦ Δανιήλ, καὶ οὐκ ἔστιν ἄλλος πλὴν σοῦ.
I izvadi ga, a krivce njegovog pogubljenja baci u jamu; i biše pojedeni odmah pred njim.
καὶ ἀνέσπασεν αὐτόν, τοὺς δὲ αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον, καὶ κατεβρώθησαν παραχρῆμα ἐνώπιον αὐτοῦ.