Stari zavet
Ovo mi pokaza Gospod: gle, kotarica ljetnoga voća.
ΟΥΤΩΣ ἔδειξέ μοι Κύριος καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ.
I reče: što vidiš, Amose? A ja rekoh: kotaricu ljetnoga voća. A Gospod mi reče: dođe kraj narodu mojemu Izrailju, neću ga više prolaziti.
καὶ εἶπε· τί σὺ βλέπεις, Ἀμώς; καὶ εἶπα· ἄγγος ἰξευτοῦ. καὶ εἶπε Κύριος πρός με· ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ἰσραήλ, οὐ προσθήσω ἔτι τοῦ παρελθεῖν αὐτόν·
I pjesme će crkvene biti ridanje u onaj dan, govori Gospod; biće mnoštvo mrtvijeh tjelesa, koja će se svuda pobacati mučeći.
καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρρίψω σιωπήν.
Čujte ovo, koji proždirete uboge i satirete siromahe u zemlji,
Ἀκούσατε δὴ ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωΐ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς,
Govoreći: kad će proći mladina da prodajemo žito? i subota da otvorimo pšenicu? umaljujući efu i povećavajući sikal i varajući lažnijem mjerilima;
οἱ λέγοντες· πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολεμήσομεν καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυρὸν τοῦ ποιῆσαι μέτρον μικρὸν καὶ τοῦ μεγαλῦναι στάθμια καὶ ποιῆσαι ζυγὸν ἄδικον
Da kupujemo siromahe za novce i ubogoga za jedne opanke, i da prodajemo očinke od pšenice.
τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ καὶ πτωχοὺς καὶ πένητα ἀντὶ ὑποδημάτων καὶ ἀπὸ παντὸς γεννήματος ἐμπορευσόμεθα;
Zakle se Gospod slavom Jakovljevom: neću nigda zaboraviti nijednoga djela njihova.
ὀμνύει Κύριος κατὰ τῆς ὑπερηφανίας Ἰακώβ, εἰ ἐπιλησθήσεται εἰς νῖκος πάντα τὰ ἔργα ὑμῶν.
Neće li se zemlja potresti od toga, i protužiti svaki koji živi na njoj? i neće li se sva razliti kao rijeka? i neće li se odnijeti i potopiti kao od rijeke Misirske?
καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ, καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ, καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια καὶ καταβήσεται ὡς ποταμὸς Αἰγύπτου.
I u onaj dan, govori Gospod Gospod, učiniću da sunce zađe u podne, i pomračiću zemlju za bijela dana.
καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος ὁ Θεός, καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς·
I pretvoriću praznike vaše u žalost i sve pjesme vaše u plač, i metnuću kostrijet oko svijeh bedara, i učiniću da svaka glava oćelavi i da bude žalost kao za jedincem, i kraj će joj biti kao gorak dan.
καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ πάσας τὰς ὠδὰς ὑμῶν εἰς θρῆνον καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα καὶ θήσομαι αὐτὸν ὡς πένθος ἀγαπητοῦ καὶ τοὺς μετ᾿ αὐτοῦ ὡς ἡμέραν ὀδύνης.
Gle, idu dani, govori Gospod Gospod, kad ću pustiti glad na zemlju, ne glad hljeba ni žeđ vode, nego slušanja riječi Gospodnjih.
ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτων οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι τὸν λόγον Κυρίου·
I potucaće se od mora do mora, i od sjevera do istoka trčaće tražeći riječ Gospodnju, i neće je naći.
καὶ σαλευθήσονται ὕδατα ἀπὸ τῆς θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ βορρᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον τοῦ Κυρίου καὶ οὐ μὴ εὕρωσιν.
U to će vrijeme obamirati lijepe djevojke i mladići od žeđi,
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει,
Koji se kunu krivicom Samarijskom i govore: tako da je živ Bog tvoj, Dane, i tako da je živ put u Virsaveju. I pašće, i neće više ustati.
οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ Σαμαρείας καὶ οἱ λέγοντες· ζῇ ὁ Θεός σου, Δάν, καὶ ζῇ ὁ Θεός σου, Βηρσαβεέ· καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι.