Amos 7

Stari zavet

1

Ovo mi pokaza Gospod Gospod: gle, sazdavaše skakavce kad počinjaše nicati otava, i gle, bijaše otava po carevoj kosidbi.

ΟΥΤΩΣ ἔδειξέ μοι Κύριος ὁ Θεός, καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινή, καὶ ἰδοὺ βροῦχος εἷς Γὼγ ὁ βασιλεύς.

0
2

A kad pojedoše travu zemaljsku, tada rekoh: Gospode, Gospode, smiluj se; kako će se podignuti Jakov? jer je mali.

καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς, καὶ εἶπα· Κύριε Κύριε, ἵλεως γενοῦ· τίς ἀναστήσει τὸν Ἰακώβ; ὅτι ὀλιγοστός ἐστι·

0
3

Gospod se raskaja za to: neće biti, reče Gospod.

μετανόησον, Κύριε, ἐπὶ τούτῳ. καὶ τοῦτο οὐκ ἔσται, λέγει Κύριος.

0
4

Tada mi pokaza Gospod Gospod, i gle, Gospod Gospod povika da će suditi ognjem; i oganj proždrije veliku bezdanu i proždrije dio zemlje.

Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἐκάλεσε τὴν δίκην ἐν πυρὶ Κύριος, καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέφαγε τὴν μερίδα Κυρίου.

0
5

A ja rekoh: Gospode, Gospode, prestani; kako će se podignuti Jakov? jer je mali.

καὶ εἶπα· Κύριε, κόπασον δή, τίς ἀναστήσει τὸν Ἰακώβ; ὅτι ὀλιγοστός ἐστι·

0
6

Gospod se raskaja za to: ni to neće biti, reče Gospod Gospod.

μετανόησον, Κύριε, ἐπὶ τούτῳ. καὶ τοῦτο οὐ μὴ γένηται, λέγει Κύριος.

0
7

Tada mi pokaza, i gle, Gospod stajaše na zidu sazidanu po mjerilima, i u ruci mu bjehu mjerila.

Οὕτως ἔδειξέ μοι Κύριος, καὶ ἰδοὺ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας.

0
8

I reče mi Gospod: što vidiš, Amose? I rekoh: mjerila. A Gospod mi reče: evo, ja ću metnuti mjerila posred naroda svojega Izrailja, neću ga više prolaziti.

καὶ εἶπε Κύριος πρός με· τί σὺ ὁρᾷς, Ἀμώς; καὶ εἶπα· ἀδάμαντα· καὶ εἶπε Κύριος πρός με· ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ἰσραήλ, οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν·

0
9

Jer će se razoriti visine Isakove, i svetinje će Izrailjeve opustjeti, i ustaću na dom Jerovoamov s mačem.

καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος, καὶ αἱ τελεταί τοῦ Ἰσραὴλ ἐρημωθήσονται, καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἱεροβοὰμ ἐν ρομφαίᾳ.

0
10

Tada Amasija sveštenik Vetiljski posla k Jerovoamu caru Izrailjevu i poruči mu: Amos diže bunu na te usred doma Izrailjeva, zemlja ne može podnijeti svijeh riječi njegovijeh.

Καὶ ἐξαπέστειλεν Ἀμασίας ὁ ἱερεὺς Βαιθὴλ πρὸς Ἱεροβοὰμ βασιλέα Ἰσραὴλ λέγων· συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς ἐν μέσῳ οἴκου Ἰσραήλ· οὐ μὴ δύνηται ἡ γῆ ὑπενεγκεῖν πάντας τοὺς λόγους αὐτοῦ,

0
11

Jer ovako govori Amos: Jerovoam će poginuti od mača, a Izrailj će se odvesti iz zemlje svoje u ropstvo.

διότι τάδε λέγει Ἀμώς· ἐν ρομφαίᾳ τελευτήσει Ἱεροβοάμ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ.

0
12

Potom reče Amasija Amosu: vidioče, idi, bježi u zemlju Judinu, i ondje jedi hljeb i ondje prorokuj;

καὶ εἶπεν Ἀμασίας πρὸς Ἀμώς· ὁ ὁρῶν, βάδιζε ἐκχώρησον σὺ εἰς γῆν Ἰούδα καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις,

0
13

A u Vetilju više ne prorokuj, jer je svetinja careva i dom je carski.

εἰς δὲ Βαιθὴλ οὐκέτι προσθήσεις τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστὶ καὶ οἶκος βασιλείας ἐστί.

0
14

A Amos odgovori i reče Amasiji: ne bjeh prorok ni proročki sin, nego bjeh govedar i brah dudove;

καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπε πρὸς Ἀμασίαν· οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου, ἀλλ᾿ ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα·

0
15

A Gospod me uze od stada i reče mi Gospod: idi, prorokuj narodu mojemu Izrailju.

καὶ ἀνέλαβέ με Κύριος ἐκ τῶν προβάτων, καὶ εἶπε Κύριος πρός με· βάδιζε προφήτευσον ἐπὶ τὸν λαὸν μου Ἰσραήλ.

0
16

Sada dakle čuj riječ Gospodnju. Ti kažeš: ne prorokuj u Izrailju, i ne kropi po domu Isakovu.

καὶ νῦν ἄκουε λόγον Κυρίου. σὺ λέγεις· μὴ προφήτευε ἐπὶ τὸν Ἰσραὴλ καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ἰακώβ·

0
17

Zato ovako veli Gospod: žena će ti se kurvati u gradu, i sinovi će tvoji i kćeri tvoje pasti od mača, i zemlja će se tvoja razdijeliti užem, i ti ćeš umrijeti u nečistoj zemlji, a Izrailj će se odvesti iz svoje zemlje u ropstvo.

διὰ τοῦτο τάδε λέγει Κύριος· ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει, καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ρομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ γῆς γῆς αὐτοῦ.

0