2. Dnevnika 13

Stari zavet

1

Godine osamnaeste carovanja Jerovoamova zacari se Avija nad Judom.

ΕΝ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἱεροβοὰμ ἐβασίλευσεν Ἀβιὰ ἐπὶ Ἰούδαν·

0
2

Tri godine carova u Jerusalimu. Materi mu bješe ime Mihaja, kći Urilova iz Gavaje. A bijaše rat između Avije i Jerovoama.

τρία ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μααχὰ θυγάτηρ Οὐριὴλ ἀπὸ Γαβαών. καὶ πόλεμος ἦν ἀνὰ μέσον Ἀβιὰ καὶ ἀνὰ μέσον Ἱεροβοάμ.

0
3

I Avija izide na boj s hrabrom vojskom, četiri stotine tisuća izabranijeh vojnika; a Jerovoam uvrsta prema njemu vojsku, osam stotina tisuća izabranijeh hrabrijeh vojnika.

καὶ παρετάξατο Ἀβιὰ ἐν δυνάμει πολεμισταῖς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρῶν δυνατῶν, καὶ Ἱεροβοὰμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ὀκτακοσίαις χιλιάσι, δυνατοὶ πολεμισταὶ δυνάμεως.

0
4

I sta Avija navrh brda Semarajima u gori Jefremovoj, i reče: čujte me, Jerovoame i sav Izrailju!

καὶ ἀνέστη Ἀβιὰ ἀπὸ τοῦ ὄρους Σομόρων, ὅ ἐστιν ἐν τῷ ὄρει Ἐφραίμ, καὶ εἶπεν· ἀκούσατε Ἱεροβοὰμ καὶ πᾶς Ἰσραήλ·

0
5

Ne trebaše li vam znati da je Gospod Bog Izrailjev predao Davidu carstvo nad Izrailjem dovijeka, njemu i sinovima njegovijem zavjetom osoljenijem?

οὐχ ὑμῖν γνῶναι ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ ἔδωκε βασιλέα ἐπὶ τὸν Ἰσραὴλ εἰς τὸν αἰῶνα τῷ Δαυὶδ καὶ τοῖς υἱοῖς αὐτοῦ διαθήκῃ ἁλός;

0
6

Ali usta Jerovoam sin Navatov, sluga Solomuna sina Davidova, i odvrže se od gospodara svojega.

καὶ ἀνέστη Ἱεροβοὰμ ὁ τοῦ Ναβὰτ ὁ παῖς Σαλωμὼν τοῦ Δαυὶδ καὶ ἀπέστη ἀπὸ τοῦ κυρίου αὐτοῦ.

0
7

I skupiše se k njemu ljudi praznovi i nevaljalci, i odapriješe se Rovoamu sinu Solomunovu, koji bijaše dijete i strašljiva srca, te im se ne odaprije.

καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι, καὶ ἀντέστη πρὸς Ροβοὰμ τὸν τοῦ Σαλωμών, καὶ Ροβοὰμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτοῦ.

0
8

Pa vi sad velite da se oprete carstvu Gospodnjemu, koje je u ruku sinova Davidovijeh, jer vas je mnogo i imate kod sebe zlatne teoce, koje vam je načinio Jerovoam da su vam bogovi.

καὶ νῦν ὑμεῖς λέγετε ἀντιστῆναι κατὰ πρόσωπον βασιλείας Κυρίου διὰ χειρὸς υἱῶν Δαυίδ· καὶ ὑμεῖς πλῆθος πολὺ καὶ μεθ' ὑμῶν μόσχοι χρυσοῖ, οὓς ἐποίησεν ὑμῖν Ἱεροβοὰμ εἰς θεούς.

0
9

Nijeste li otjerali sveštenike Gospodnje sinove Aronove i Levite? i načinili sebi sveštenike kao narodi po drugim zemljama? ko god dođe da mu se posvete ruke s teletom i sa sedam ovnova, postaje sveštenik onima koji nijesu bogovi.

ἦ οὐκ ἐξεβάλετε τοὺς ἱερεῖς Κυρίου τοὺς υἱοὺς Ἀαρὼν καὶ τοὺς Λευίτας καὶ ἐποιήσατε ἑαυτοῖς ἱερεῖς ἐκ τοῦ λαοῦ τῆς γῆς πάσης; ὁ προσπορευόμενος πληρῶσαι τὰς χεῖρας ἐν μόσχῳ ἐκ βοῶν καὶ κριοῖς ἑπτὰ καὶ ἐγίνετο εἰς ἱερέα τῷ μὴ ὄντι θεῷ.

0
10

Ali s nama je Gospod Bog, niti smo ga ostavili, a sveštenici koji služe Gospodu jesu sinovi Aronovi, i Leviti rade svoj posao;

καὶ ἡμεῖς Κύριον τὸν Θεὸν ἡμῶν οὐκ ἐγκατελίπομεν, καὶ οἱ ἱερεῖς αὐτοῦ λειτουργοῦσι τῷ Κυρίῳ οἱ υἱοὶ Ἀαρὼν καὶ οἱ Λευῖται, καὶ ἐν ταῖς ἐφημερίαις αὐτῶν·

0
11

I pale Gospodu žrtve paljenice svako jutro i svako veče, i kade mirisima, i hljebovi postavljeni stoje na čistom stolu, i pale se svako veče žišci na zlatnom svijetnjaku; jer držimo što je Gospod Bog naš naredio, a vi ga ostaviste.

θυμιῶσι τῷ Κυρίῳ ὁλοκαύτωμα πρωΐ καὶ δείλης καὶ θυμίαμα συνθέσεως καὶ προθέσεις ἄρτων ἐπὶ τῆς τραπέζης τῆς καθαρᾶς, καὶ ἡ λυχνία ἡ χρυσῆ καὶ οἱ λύχνοι τῆς καύσεως ἀνάψαι δείλης, ὅτι φυλάσσομεν τὰς φυλακὰς Κυρίου τοῦ Θεοῦ τῶν πατέρων ἡμῶν, καὶ ὑμεῖς ἐγκατελίπετε αὐτόν.

0
12

Zato evo s nama je naprijed Bog i sveštenici njegovi i trube glasne da trube protivu vas. Sinovi Izrailjevi, ne vojujte na Gospoda Boga otaca svojih, jer nećete biti srećni.

καὶ ἰδοὺ μεθ' ἡμῶν ἐν ἀρχῇ Κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐφ' ἡμᾶς. οἱ υἱοὶ τοῦ Ἰσραὴλ μὴ πολεμήσητε πρὸς Κύριον Θεὸν τῶν πατέρων ἡμῶν, ὅτι οὐκ εὐοδώσεται ὑμῖν.

0
13

Ali Jerovoam zavede zasjedu da im zađu za leđa, i tako Judejcima bijahu sprijed jedni a s leđa zasjeda.

καὶ Ἱεροβοὰμ ἀπέστρεψε τὸ ἔνεδρον ἐλθεῖν αὐτῷ ἐκ τῶν ὄπισθεν· καὶ ἐγένετο ἔμπροσθεν Ἰούδα, καὶ τὸ ἔνεδρον ἐκ τῶν ὄπισθεν.

0
14

I kad se obazreše Judejci, a to boj i sprijed i sastrag, te povikaše ka Gospodu a sveštenici zatrubiše u trube.

καὶ ἀπέστρεψεν Ἰούδας, καὶ ἰδοὺ αὐτοῖς ὁ πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν, καὶ ἐβόησαν πρὸς Κύριον, καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξι·

0
15

I narod Judin opet povika, i kad vikaše narod Judin, razbi Bog Jerovoama i svega Izrailja pred Avijom i Judom.

καὶ ἐβόησαν ἄνδρες Ἰούδα καὶ ἐγένετο ἐν τῷ βοᾶν ἄνδρας Ἰούδα καὶ Κύριος ἐπάταξε τὸν Ἱεροβοὰμ καὶ τὸν Ἰσραὴλ ἐναντίον Ἀβιὰ καὶ Ἰούδα.

0
16

I pobjegoše sinovi Izrailjevi od Jude, i dade ih Bog njima u ruke.

καὶ ἔφυγον οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ προσώπου Ἰούδα, καὶ παρέδωκεν αὐτοὺς Κύριος εἰς τὰς χεῖρας αὐτῶν.

0
17

I pobi ih ljuto Avija i narod njegov, i pade od Izrailja pobijenijeh pet stotina tisuća odabranijeh ljudi.

καὶ ἐπάταξεν ἐν αὐτοῖς Ἀβιὰ καὶ ὁ λαὸς αὐτοῦ πληγὴν μεγάλην, καὶ ἔπεσον τραυματίαι ἀπὸ Ἰσραὴλ πεντακόσιαι χιλιάδες ἄνδρες δυνατοί.

0
18

Tako biše pokoreni sinovi Izrailjevi u to vrijeme, a sinovi Judini osiliše, jer se pouzdaše u Gospoda Boga otaca svojih.

καὶ ἐταπεινώθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσαν οἱ υἱοὶ Ἰούδα, ὅτι ἤλπισαν ἐπὶ Κύριον Θεὸν τῶν πατέρων αὐτῶν.

0
19

I Avija potjera Jerovoama, i uze mu gradove Vetilj i sela njegova, i Jesanu i sela njezina, i Efron i sela njegova.

καὶ κατεδίωξεν Ἀβιὰ ὀπίσω Ἱεροβοὰμ καὶ προκατελάβετο παρ' αὐτοῦ πόλεις, τὴν Βαιθὴλ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ἰσανὰ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ἐφρὼν καὶ τὰς κώμας αὐτῆς.

0
20

I Jerovoam se više ne oporavi za života Avijina; i udari ga Gospod, te umrije.

καὶ οὐκ ἔσχεν ἰσχὺν Ἱεροβοὰμ ἔτι πάσας τὰς ἡμέρας Ἀβιά, καὶ ἐπάταξεν αὐτὸν Κύριος, καὶ ἐτελεύτησε.

0
21

A Avija utvrdi se, i uze četrnaest žena, i rodi dvadeset i dva sina i šesnaest kćeri.

καὶ κατίσχυσεν Ἀβιὰ καὶ ἔλαβεν ἑαυτῷ γυναῖκας δεκατέσσαρας καὶ ἐγέννησεν υἱοὺς εἰκοσιδύο καὶ ἑκκαίδεκα θυγατέρας.

0
22

A ostala djela Avijina i putovi njegovi i besjede njegove zapisane su u knjizi proroka Ida.

καὶ οἱ λοιποὶ λόγοι Ἀβιὰ καὶ αἱ πράξεις αὐτοῦ καὶ οἱ λόγοι αὐτοῦ γεγραμμένοι ἐπὶ βιβλίῳ τοῦ προφήτου Ἀδδώ.

0